16. Ἐπὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη
17. γένος, εἰς πλείους διαφορὰς τεμνόμενον. ἀλλ’ ἀπὸ τοῦ
1. σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ
2. σχήματος ἐξάλλαξιν γίνεται. τῶν μὲν οὖν ἔτ’ αὐξανομένων
3. οἷόν τε τὸ σχῆμα τῶν πλείστων μορίων ἐπανορθοῦσθαι,
4. τῶν δ’ ηὐξημένων οὐκέτι. σκοπὸς δ’ ὧν οἶόν
5. τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς.
6. εἰ δὲ κατάγματος οὐκ ὀρθῶς διαπλασθέντος ἡμάρτηταί τινος
7. κώλου σχῆμα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ
8. πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς,
9. εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔμφραξις ἐκ ταὐτοῦ γένους τῶν
10. νοσημάτων. ἡ μὲν ὑπὸ γλίσχρων καὶ παχέων γινομένη χυμῶν,
11. ἕνα μὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει
12. τὴν ἔμφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τμητικὰ
13. τῶν φαρμάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐμφραχθείσης
14. ἐντέρῳ, προτέραν μὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν
15. ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσμάτων, ἑξῆς δὲ τὴν
16. κένωσιν ἐκ δριμέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν μὲν
17. τῷ παραυτίκα τὴν μετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα
18. τὴν διὰ τομῆς κομιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν μορίῳ
1. περιεχομένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ
2. ἐπὶ τῶν ἐμπύων. ἡ δὲ ἄμετρος πλήρωσις ἐν ἀμέτρῳ
3. κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵματος.
4. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν
5. τραχεῖαν, ἢ πνεύμονα πύον ἢ αἷμα περιέχεται, παντελοῦς
6. κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσματος, ἢ πόματος,
7. ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις.
8. ὅσα μὲν οὖν ἐν πνεύμονί τε καὶ θώρακι περιέχεται, μετὰ
9. βηχῶν μὲν ἡ κένωσις, ὑπὸ δὲ φαρμάκων λεπτυντικῶν·
10. ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς,
11. ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων μὲν ὑπὸ τῶν
12. λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν
13. τε καὶ ἀναστομωτικῶν. ὅσα μὲν οὖν κατὰ τὴν ἄτω γαστέρα,
14. δι’ ἐμέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα
15. δὲ ὑπὸ τῷ δέρματι, διὰ τομῆς, ἢ καύσεως, ἢ φαρμάκων
16. καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα
17. φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν μὲν ὅλῳ
1. τῷ γένει παρὰ φύσιν ἔν τισι μέρεσι περιεχομένων σκοπὸς
2. τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, μετάθεσις.
3. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ
4. τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις
5. τῶν ἰασομένων αὐτὰ μέρος μέν τι κᾀξ αὐτῆς λαμβάνεται
6. τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων μορίων.
7. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν
8. αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ μὲν οὖν ὀστοῦν
9. ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα
10. δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα
11. γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον
12. τραχύτητα διά τε φαρμάκων ἱκανῶς ῥυπτικῶν καὶ
13. διὰ βραχείας στύψεως.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 33, ed. Kühn, 1821, vol. 1, p. 390-393. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:33
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩