4. Ἑξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔμπροσθεν
5. λόγον ἀνεβαλλόμεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά.
6. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη
7. μὲν ὑγιαίνοντος ἀμέμπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ
8. μεμπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ μὲν οὖν πρῶτον γένος
9. ἐκ τῆς ὑγιεινῆς ἐστι πραγματείας, διττὸν ὑπάρχον,
10. ὡς ἔμπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς·
11. τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυμοῖς
12. δὲ μάλιστα τὴν σύστασιν ἔχει σύμπαν τοῦτο τὸ γένος, οὓς
13. οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις,
14. οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερμοὺς, ἢ ψυχροὺς, οὔτε
15. δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες
16. γὰρ αἴτιοι καθίστανται νοσημάτων. αὐξάνονται δὲ,
17. ποτὲ μὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ
18. πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ
1. σῶμα χυμούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως
2. διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται μὲν οὖν
3. ἤτοι πεττόμενοι πρὸς αὐτοῦ τοῦ σώματος, ἢ ὑπό τινων
4. φαρμακωδῶν δυνάμεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι
5. τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνομαζομένων ζώων, ἔτι τε τὰ δηλητήρια
6. φάρμακα μεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν
7. θερμῶν ἱκανῶς φαρμάκων, καὶ καθάρσεων, καὶ κλυστήρων,
8. καὶ ἱδρώτων, καὶ ἐμέτων. αὗται μὲν αὐτῶν αἱ κοιναὶ κενώσεις.
9. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι,
10. λαμβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ
11. τὸ τρίτον καὶ τέταρτον, καὶ μάλιστα περί τε κόπων ἡμῶν
12. διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις
13. διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιμότερον, οἱ μὲν ἐν ταῖς
14. πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ
15. δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ
16. γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ
17. ῥινῶν, ἢ δι’ ἀμφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυχωρίαις
1. διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς
2. ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συμπάντων
3. τῶν μερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις
4. δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’ οὖν, ὅσα θεραπεύει
5. τὰς τοιαύτας διαθέσεις, ὑγιεινὰ προσαγορεύομεν αἴτια, καθάπερ
6. νοσερὰ τὰ προσαύξοντα, καὶ οὐδέτερα τὰ μήτε
7. βλάπτοντα, μήτε ὠφελοῦντα. δύναιτο δ’ ἄν τις
8. αὐτὰ μηδ’ αἴτια προσαγορεύειν ὅλως, οἷοί πέρ εἰσιν οἱ
9. πολλοὶ τῶν σοφιστῶν, ἀμελοῦντες μὲν αὐτῶν τῶν πραγμάτων
10. ἐξευρίσκειν τὴν διαφορὰν, ἐν δὲ τοῖς ὀνόμασι τὸ
11. πλεῖστον τοῦ χρόνου διατρίβοντες. εἴρηται δ’ ἐπὶ πλέον ἐν
12. ἑτέροις πρὸς αὐτούς. τὸ μὲν δὴ προφυλακτικὸν τῆς τέχνης
13. τοιόνδε.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 36, ed. Kühn, 1821, vol. 1, p. 403-405. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:36
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩