Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 4, ed. Kühn, 1821, vol. 1, p. 314-318. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:4

6. Ὄντων οὖν σωμάτων ὑγιεινῶν, τῶν μὲν ἁπλῶς,
7. τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν
8. ἁπλῶς ὑγιεινῶν σωμάτων διττὴν ἔφαμεν εἶναι τὴν διαφορὰν,
9. τῷ τὰ μὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς
10. τὸ πολύ. διὰ παντὸς μὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν·
11. ὡς τὸ πολὺ δὲ, ὅσα μὴ πολλῷ ταύτης ἀπολείπεται.
12. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ
13. τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ
14. ἀνάγκης τούτοις ἑπομένων ἐνεργειῶν τε καὶ συμπτωμάτων,
15. ἃ δὴ καὶ συμβεβηκότα καλοῦμεν ἰδίως. ἀπὸ μὲν τῆς οὐσίας
16. αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συμμετρία τῶν ὁμοιομερῶν
1. ἐν θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ
2. ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι
3. τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει
4. τῶν μορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν
5. ἐξ ἀνάγκης ἑπομένων τοῖς ὁμοιομερέσιν, ὡς μὲν πρὸς τὴν
6. ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι συμμετρία, πρὸς δὲ
7. τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα
8. συμμετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ
9. ἀρετὴν αὐτῶν ὀνομάζομεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς
10. ἑπομένων, ἐν συμμετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώματος
11. ὀργάνοιν, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν
12. ἀρετῇ. τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος τὰ
13. διαγνωστικὰ σημεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειπομένων μὲν
14. αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ μὲν ἐν τῇ τῶν ὁμοιομερῶν
15. ἔσφαλται κράσει μικρόν τι σφάλμα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν
16. μικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ
17. καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλμάτων τὰ αὐτὰ τοῖς
1. μὲν ἀρετὴν αὐτῶν συμπληροῦσι, κρᾶσις μὲν ἐν τοῖς ὁμοιομερέσιν,
2. ἀριθμὸς δὲ, καὶ διάπλασις, καὶ μέγεθος, καὶ
3. θέσις ἐν τοῖς ὀργανικοῖς. ἀμφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ
4. καὶ συνέχειαν αὐτῶν ὀνομάζομεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις
5. γένεσι καὶ ἡ τῶν νοσωδῶν σωμάτων ἐστὶ κακία, καθ’
6. ἑκάτερον τοῦ νοσώδους τὸ σημαινόμενον. ὅρος δ’ ἀμφοῖν
7. ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ
8. τῆς ἀρίστης ἀπολειπόμενα κατασκευῆς σώματα βραχύ τι
9. βέβλαπται μὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν,
10. οὐ μὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ
11. μᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς
12. νοσώδεσιν αἰτίοις ἀπομάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη
13. σώματα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων
14. νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν
15. ἀπολείπεσθαι. γίνεται γοῦν ἀμφοῖν ἐν μέσῳ τὰ οὐδέτερά
16. τε καὶ ἁπλῶς λεγόμενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τμηθήσεται
17. τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία μόρια, πλάτος
1. ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ μὲν πρῶτον ἔσται τῶν
2. ὑγιαινόντων σωμάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ
3. δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα
4. σώματα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισμένα. τὰ μὲν
5. οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πλημμελεῖς εἰσιν, ἢ
6. ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους
7. κέκτηται τὰς ἐνεργείας, ἐν μὲν ταῖς μεγίσταις ἀποστάσεσιν
8. εὐδιάκριτα, κατὰ δὲ τὰς μικροτέρας ἀμφίβολα, καὶ διὰ
9. τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ μηδετέρου τῶν
10. ἐναντίων ἐνεργειῶν μετέχουσα συνίσταται διάθεσις. ἥν καὶ
11. αὐτὴν ἔφαμεν οὐδετέραν ὀνομάζεσθαι, πάντων τούτων αἰσθήσει
12. διακρινομένων, οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει·
13. κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγμα. καὶ
14. τοίνυν καὶ τὰ σημεῖα τῶν ὑγιαινόντων μὲν σωμάτων, ἀλλ’
15. ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς
16. ἀποστάσεως διοίσει, θεμένων ἡμῶν ἄκρους μὲν ὅρους ἐναντίους
17. ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτε
1. γενομένην νόσον, ἐπισκοπουμένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν
2. ἐγγυτέρω τὰ δοκιμαζόμενα σώματα. τὸ μὲν γὰρ ἐγγυτέρω
3. τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης μὲν ποῤῥωτέρω,
4. τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’
5. ἀμφοῖν μεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόμενον, οὐδέτερον
6. ἔσται τοῦτο.

Cliquer un n° de page pour en afficher l’image