13. Σημεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται,
14. τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαμένων ἡμῶν. ἔστι
15. δὲ πέντε τὰ σύμφυτα γένη τῶν γνωρισμάτων αὐτοῦ. ἓν
16. μὲν ἡ τῆς συμπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν
17. αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ
18. τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεμονικῶν, καὶ
1. πέμπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν,
2. ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις.
3. ἡ μὲν δὴ τῆς συμπάσης κεφαλῆς διάθεσις ἐκ μεγέθους τε
4. καὶ σχήματος αὐτῆς λαμβάνεται καὶ τριχῶν. ἡ μὲν οὖν
5. μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον
6. σημεῖον. ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς
7. σημεῖον. ἀλλ’ εἰ μὲν διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως,
8. ὕλην χρηστήν τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν
9. σημεῖον· εἰ δὲ διὰ μόνης τῆς ὕλης τὸ πλῆθος,
10. οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήματι
11. καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήματι μὲν, εἰ εὔρυθμος,
12. ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ
13. πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς
14. ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύμπαν εὐτραφές
15. τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆμα κεφαλῆς, ὥσπερ
16. ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέμα
17. πεπιλημένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα μὲν, ἢ
18. κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔμπροσθεν,
1. εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ
2. μειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα
3. σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν μὲν γὰρ ἐχόντων, ἐνδείᾳ
4. τῆς ὕλης, οὐ δυνάμεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο.
5. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ
6. δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρημένων ἕπεται,
7. καὶ σπάνιον πάνυ τὸ μὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν
8. δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης
9. αὐτῆς μεγάλης γενομένης διορισμοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα
10. σὺν εὐρύθμῳ τῷ σχήματι γενομένης τῆς παρεγκεφαλίδος,
11. ἀγαθὸν σημεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον
12. ἐγκέφαλον ὀνομάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόμενος
13. τῇ λαμβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ
14. τὸ μόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον
15. τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν μέρος καθ’
16. αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν μετέχει, παμπόλλων
17. δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον,
1. αἰσθητικῶν μὲν παμπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν.
2. ὥστε καὶ καλῶς διακείμενα ῥωμαλέας ἕξει τὰς ἀποφύσεις
3. ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔμπροσθεν τῆς
4. κεφαλῆς τῶν κατὰ τὸ μέτωπον διορισμοὶ τοῖς ὄπισθεν, εἰς
5. σμικρότητά τε καὶ μέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆμα,
6. καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ
7. ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσματα, καὶ ἀλλήλοις
8. μαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς
9. ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ μέντοι
10. τῶν ἡγεμονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς
11. μόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισμα. καλῶ δὲ ἡγεμονικὰς
12. ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς μόνης γινομένας.
13. ἀγχίνοια μὲν οὖν λεπτομεροῦς οὐσίας ἐγκεφάλου γνώρισμα,
14. βραδυτὴς δὲ διανοίας παχυμεροῦς· εὐμάθεια δ’ εὐτυπώτου,
15. καὶ μνήμη μονίμου. οὕτω δὲ καὶ ἡ μὲν δυσμάθεια δυστυπώτου.
16. ἡ δ’ ἐπιλησμοσύνη διαῤῥεούσης, καὶ τὸ μὲν εὐμετάβολον
17. ἐν δόξαις θερμῆς, τὸ δὲ μόνιμον ψυχρᾶς. ἔτι δέ
1. μοι δοκῶ λείπεσθαι δύο γένη γνωρισμάτων, ὧν ἐξ ἀρχῆς
2. ὑπεσχόμην ἐρεῖν, ἓν μὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον
3. δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ
4. ἀμφοῖν ὁ λόγος. εἰ μὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ
5. τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρημένων ἕξει μετρίως,
6. καὶ τῶν περιττωμάτων, ὅσα δι’ ὑπερώας, ἤ ὤτων,
7. ἢ μυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει μετρίως, ἥκιστά
8. τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων,
9. ὅσα θερμαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς
10. τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι μὲν οὖσιν ὑπόπυῤῥοι,
11. παισὶ δὲ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαὶ,
12. μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν,
13. οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρημένων
14. τε καὶ ῥηθησομένων γνωρισμάτων ὡς ἐπὶ εὐκράτων
15. οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων
16. μόνον, ἀλλὰ καὶ τῆς τῶν χυμῶν κράσεως, ἀνάλογον ἐχούσης
1. τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερμότερος εἴη
2. τοῦ συμμέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος,
3. εἰ μὲν ἐπὶ πλέον εἴη θερμότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόμενα
4. γενήσεται γνωρίσματα, βραχείας δὲ τῆς ὑπερβολῆς
5. ὑπαρχούσης, ἀμυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων
6. εἰρήσθω μοι τῶν μορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι μελλόντων
7. λέγεσθαι γνωρισμάτων.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 6, ed. Kühn, 1821, vol. 1, p. 319-324. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩