8. Ἑξῆς δ’ οὖν σημεῖα τῆς ἐν ἐγκεφάλῳ θερμότητος,
9. ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, ἐρυθρότερα καὶ
10. θερμότερα τὰ περὶ τὴν κεφαλὴν σύμπαντα, καὶ αἱ ἐν τοῖς
11. ὀφθαλμοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι,
12. ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ μὲν οὖσι θερμοτέροις
13. τῶν εὐκράτων, μέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται·
14. μὴ πολλῷ δὲ, ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα
15. μελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ
16. μᾶλλόν γε οἱ ἐπὶ πλέον θερμότεροι. περιττώματα δὲ καθ’
17. ὑπερώαν καὶ μυκτῆρας, ὀφθαλμούς τε καὶ ὦτα, βραχέα
18. καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀμέμπτως ὑγιαίνωσι.
1. πεπλησμένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ μάλιστα
2. αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον
3. συμβαίνει, πλείω μὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώματα
4. γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν
5. ὑπὸ θερμαινόντων ἐδεσμάτων τε καὶ πομάτων, καὶ ὀσμῶν,
6. καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ
7. ὁ περιέχων ἡμᾶς ἀήρ. ἔτι τε μᾶλλον, εἰ μὴ μόνον εἴη
8. θερμὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν
9. ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ μηδὲ βαθεῖς
10. αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἤ προσῆκεν ἐγκεφάλου
11. γνωρίσματα, περιττώματα πλείω κατὰ τὰς οἰκείας.
12. ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ μόνιμοι,
13. καὶ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόμεναι, λεπταὶ
14. καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων
15. βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης
16. κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ μὴν οὐδ’ ἁπτομένοις
17. θερμὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ,
18. καὶ τῶν ὀφθαλμῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί
1. πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσματα, τὸ ἀπέριττον
2. ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ
3. δὲ εἰσι, καὶ τρίχας ἰσχυροτάτας μὲν ἔχουσι, καὶ
4. τάχιστα φύουσι γεννηθέντες, οὔλας μᾶλλον ἢ εὐθείας, φαλακροῦνται
5. δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ
6. οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ,
7. καὶ περιττωμάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς.
8. αὗται μὲν αἱ ἁπλαῖ δυσκρασίαι.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 7, ed. Kühn, 1821, vol. 1, p. 324-326. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩