9. Σύνθετοι δὲ, θερμὴ μὲν καὶ ξηρὰ πρώτη,
10. καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι,
11. καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη
12. μέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη,
13. μελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερμοὶ, ψαυόντων
14. τῆς κεφαλῆς, ἐρυθροί τε μέχρι τῶν τῆς ἀκμῆς χρόνων. εἰ
15. δ’ ὑγρότης προσίοι τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν
16. ἀμφοτέρων τὸ σύμμετρον, εὔχροιά τε καὶ θερμότης, καὶ
17. αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, καὶ περιττώματα
1. πλείω, μετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ
2. ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ,
3. καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. εἰ δὲ
4. καὶ ὑγραίνοιντο, πολὺ δή που μᾶλλον, ἡνίκα καὶ πλῆθος
5. ἴσχουσι περιττωμάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε
6. καὶ θερμότητος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωματικὴ,
7. καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων
8. βλαπτομένη. νότος δ’ αὐτοῖς πολέμιος ἀεί.
9. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ μὴν οὐδ’ ἐγρηγορέναι
10. δύνανται μέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς,
11. ἅμα τε κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις
12. τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ
13. αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ μὲν εἴη τοῦ συμμέτρου
14. θερμότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει
15. μὲν τὰ τῆς θερμῆς κράσεως γνωρίσματα, μιχθήσονται
16. δ’ αὐτοῖς ἀμυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ
17. μὲν ὑγρότερος, ὀλίγῳ δὲ θερμότερος, ἐναργῆ μὲν ἔσται καὶ
18. σφοδρὰ ὰ τοῦ ὑγρότητος, ἀμυδρὰ δὲ τὰ τῆς θερμότητος
19. γνωρίσματα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν
1. κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ
2. κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν
3. ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι
4. τοῦ κατ’ ἀρχὴν διορισμοῦ, προσεπιλογιζόμενον, ὅσον ἐκ τῆς
5. τῶν χυμῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’
6. αἱ τοιαῦται κράσεις ἄφλεβοί τὲ τὰ κατὰ τοὺς ὀφθαλμούς
7. εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ
8. καὶ ἀνωμάλως ὑγιαίνουσι, ποτὲ μὲν κουφότατοι τὰς κεφαλὰς,
9. ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ
10. κορύζαις· ἐπὶ σμικροῖς αἰτίοις ἑτοίμως ἁλισκόμενοι. αἱ δ’
11. αἰσθήσεις αὐτῶν ἐν νεότητι μὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄμεμπτοι
12. τὰ πάντα, προϊοῦσι δὲ ἀπομαραίνονται ταχέως, καὶ,
13. συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές
14. εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι
15. μὲν ἀνέρχονται μόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι
16. δὲ τῷ χρόνῳ, κρατούσης μὲν ἐπὶ πλέον τῆς ψυχρότητος
17. ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔμπαλιν δὲ,
1. εἰ συμβαίη τὴν ξηρότητα μὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος,
2. τὴν ψυχρότητα δὲ τῆς θερμότητος ὀλίγον, οἱ τοιοῦτοι
3. φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου
4. κωματώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους
5. ταῖς αἰσθήσεσι, καὶ περιττωματικοὺς, εὐψύκτους τε καὶ
6. εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις.
7. οὐ μὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ μὲν
8. οὖν ἐστι τὰ σημεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’
9. ὁρμώμενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις
10. μεταφέρων.
⟨
(Ars med.) [n° 007 Fichtner] [GalLat]
Ars medica
Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).
Ars Medica, 8, ed. Kühn, 1821, vol. 1, p. 326-329. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩