Galenus. Ars medica (Ars med.) [n° 007 Fichtner] [GalLat]

Τέχνη ἰατρική
Art médical
The Art of Medicine (Ars Med.)
Boudon-Millot, 2000.
Ars Medica, 1821, vol. 1, p. 305-412. urn:cts:greekLit:tlg0057.tlg007.verbatim-lat1
Garofalo, Vegetti, 1978 (ita); Peters, 1978 (deu); Singer, 1997 (eng); Boudon-Millot, 2000 (fra); Espinosa Espinosa, 2015 (spa).

Ars Medica, 9, ed. Kühn, 1821, vol. 1, p. 329-331. urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:9

11. Ἀρκέσει δ’ ἐπ’ ὀφθαλμῶν μόνον εἰπεῖν.
12. ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερμοὶ, καὶ κινοῦνται ῥᾳδίως
13. τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ
14. σύμπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ
15. μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ
16. οἱ αὐχμηροί τε ἅμα καὶ σκληροί. καὶ βλάπτονται μὲν ὑπὸ
17. τῶν ὁμοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ
18. τῶν ἐναντίων τῇ ἐμμέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ
1. πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου μεμνῆσθαι προσήκει.
2. μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ
3. τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν,
4. ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν
5. τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. μικρότης δ’ ὀφθαλμῶν
6. ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ
7. ὀλίγην μὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς
8. διεπλάσθησαν, ἅμα δ’ ἀῤῥυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν
9. ὀλίγην τε ἅμα καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν
10. αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ μὲν
11. ὀφθαλμοὶ λάμποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτός
12. λαμπροῦ γίνονται περιουσίᾳ, μέλανες δ’ ἔμπαλιν. οἱ δ’ αὖ μεταξὺ
13. κατὰ τὰς ἀνὰ μέσον αἰτίας. γλαυκὸς μὲν οὖν ὀφθαλμὸς
14. ἤτοι διὰ μέγεθος, ἢ λαμπρότητα τοῦ κρυσταλλοειδοῦς, ἤ
15. προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους
16. ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα
17. γίνεται· πάντων μὲν ἅμα συνελθόντων, ὁ γλαυκότατος· εἰ
1. δὲ τὰ μὲν αὐτῶν παρῇ, τὰ δὲ μὴ, τὸ μᾶλλόν τε καὶ
2. ἧττον ἐν γλαυκότητι συνίσταται.· μέλας δ’ ὀφθαλμὸς ἢ
3. διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει
4. θέσιν, ἢ ὅτι λαμπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ
5. ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν
6. ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι.
7. τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν
8. εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ
9. πλέον γενόμενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλμόν. ὥσπερ
10. γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ
11. κρυσταλλοειδὲς, εἰ μὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ μαλακώτερον,
12. ὑγρότερον. οὕτως δὲ καὶ εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας
13. τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.

Cliquer un n° de page pour en afficher l’image