Galenus. De elementis ex Hippocratis sententia (De elem. ex Hipp. sent.) [n° 008 Fichtner] [GalLat]

Περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων
Éléments selon Hippocrate
The Elements According to Hippocrates (Hipp. Elem.)
De Lacy, 1996.
De elementis ex Hippocrate, 1821, vol. 1, p. 413-508. urn:cts:greekLit:tlg0057.tlg008.verbatim-lat1
De Lacy, 1996 (eng); Tassinari, 1997 (ita).

De elementis ex Hippocrate, 1.3, ed. Kühn, 1821, vol. 1, p. 426-442. urn:cts:greekLit:tlg0057.tlg008.1st1K-grc1:1.3

11. Πόσος δέ τις ὁ σύμπας αὐτῶν ἀριθμός
12. ἐστιν, ἔτ’ ἄδηλον, ἐφεξῆς δὲ τοῦτο ζητείσθω. καίτοι
13. τάχ’ ἂν ἴσως ἄμεινον εἴη, περὶ τῶν ὑπολοίπων δυοῖν αἱρέσεων,
14. ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, πρότερον διελθεῖν,
15. ὧν κοινόν ἐστι τὸ ἐξ ἀλλοιουμένων τῶν πρώτων
1. στοιχείων ὑπάρχειν ἅπαν τὸ ἀλγεῖν πεφυκὸς σῶμα. τέσσαρες
2. μὲν γὰρ αἱ πᾶσαι δόξαι κατὰ τὴν διαίρεσιν εὑρίσκονται.
3. πρώτη μὲν, ἡ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν.
4. δευτέρα δὲ, ἡ ἐξ αἰσθητικῶν μὲν, ἀπαθῶν δέ· ὧν κοινὸν
5. ἦν ἀμφοῖν τὸ ἐξ ἀπαθῶν. καὶ τοῦτο δείξαντες ἀδύνατον,
6. ἀμφοτέρων ἀπεχωρήσαμεν τῶν δοξῶν. λοιπαὶ δ’ ἦσαν δύο,
7. μία μὲν ἐξ αἰσθητικῶν τε ἅμα καὶ πασχόντων τῶν πρώτων
8. στοιχείων συνιστῶσα τὸ αἰσθανόμενον σῶμα. δευτέρα
9. δὲ, ἡ ἐξ οὐκ αἰσθητικῶν μὲν, πασχόντων δέ. κοινὸν γὰρ
10. καὶ ταύταις ἦν τὸ ἐκ πασχόντων. ἴδωμεν οὖν, εἰ κᾀν ταύταις
11. ἡ ἑτέρα τῶν αἱρέσεών ἐστιν ἀδύνατος, ἢ τὸ μὲν δυνατὸν
12. ἔχουσιν ὁμοίως, ὁποτέρα δ’ αὐτῶν οὐ δυνατὸν ἔχει
13. μόνον, ἀλλὰ καὶ εἰ ὄντως ἀληθής ἐστιν, ὑπολείπεται ζητεῖν.
14. εὑρήσεις οὖν, εἰ προσέχεις τὸν νοῦν, ἀμφοτέρας ἐχούσας
15. τὸ δυνατόν. εἰ μὲν γὰρ αὐτὰ τὰ μόρια δοκιμάζειν 
1. ἐθέλεις καὶ σκοπεῖσθαι τῷ λόγῳ, πάντα ἐστὶν αἰσθητικὰ
2. καὶ παθητικὰ τῶν αἰσθητικῶν σωμάτων, ὡς ὀλίγον ἔμπροσθεν
3. ἐπὶ τῆς σαρκὸς ἐλέγετο. εἰ δὲ τὰ πρῶτα στοιχεῖα
4. σκοποίης, ἐνδέχεται, τούτων ἀναισθήτων μὲν ὑποκειμένων,
5. εἰς ἄλληλα δὲ τὸ δρᾷν καὶ πάσχειν ἐχόντων πολυειδῶς, ἐν
6. πολλαῖς ταῖς κατὰ μέρος ἀλλοιώσεσι γενέσθαι τὸ αἰσθητικὸν
7. σῶμα. πᾶσα γὰρ ἡ ἐκ πλειόνων σύνθεσις, ἂν μὲν, οἶά
8. πέρ ἐστι τὰ συντιθέντα, τοιαῦτα φυλάττηται διὰ παντὸς,
9. οὐδεμίαν ἔξωθεν ἐπικτήσεται νεωτέραν ἰδέαν, ἣ μὴ κᾀν
10. τοῖς συντιθεῖσιν ὑπῆρχεν· εἰ δ’ ἐξαλλάττοιτο καὶ μεταβάλλοιτο
11. καὶ πολυειδῶς ἀλλοιοῖτο τὰ συντιθέντα, δύναιτ’
12. ἂν ὑπάρξαι τι τῷ συνθέτῳ κατὰ γένος ἕτερον, ὃ μὴ τοῖς
13. πρώτοις αὐτοῦ στοιχείοις ὑπῆρχεν. ἴσως δὲ καὶ παραδείγματος
14. ὑπὲρ σαφηνείας δεήσει τῷ λόγῳ. φημὶ δὴ, τὴν
15. οἰκίαν ἐκ λίθων καὶ πλίνθων καὶ ξύλων καὶ κεράμων
1. γεγονυῖαν οὐδὲν ἐπικτήσασθαι κατὰ γένος ἕτερον, ὃ μὴ
2. καὶ τοῖς συντιθεῖσιν αὐτὴν ὑπῆρχεν. σκληρότητα γοῦν ἐκείνων
3. ἕκαστον εἶχε, καὶ βάρος, καὶ σχῆμα, καὶ χρῶμα, καὶ
4. μέγεθος, ἃ καὶ τῷ δημιουργήματι πρόσεστιν. σκληρότης
5. μὲν γὰρ, χρῶμα καὶ βάρος ἀκριβῶς ταὐτὰ τοῖς συντιθεῖσιν.
6. οὐ γὰρ δὴ σκληρὰ μὲν ἐκεῖνα, μαλακὴ δ’ αὕτη,
7. καὶ βαρέα μὲν ἐκεῖνα, κούφη δ’ αὕτη, καὶ λευκὰ μὲν
8. ἐκεῖνα, μέλαινα δ’ αὕτη. σχῆμα δὲ καὶ μέγεθος ἔχει μὲν
9. καὶ ἡ οἰκία, διότι καὶ τοῖς συντιθεῖσιν αὐτὴν ὑπῆρχεν, οὐ
10. μὴν ἀκριβῶς γε ταὐτὸν οὔτε μέγεθος, οὔτε σχῆμα τοῖς
11. συντιθεῖσι πρὸς τὸ ὅλον. ἀλλ’ οὐ τοῦτο ζητεῖται νῦν, εἰ
12. μείζων ἡ οἰκία τῶν πλίνθων, ἢ προμήκης μὲν αὕτη, τετράγωνοι
13. δ’ οὗτοι, ἀλλ’ εἰ διὰ τοῦτο καὶ μεγέθους καὶ σχήματος
14. αὐτῇ μέτεστιν, ὅτι καὶ τοῖς συντιθεῖσιν. ἐπεί τοι
15. τίς οὐκ οἶδεν, ὡς ἡ διαγώνιος εὐθεῖα τὸ τετράγωνον χωρίον
1. εἰς δύο τρίγωνα τέμνει; καὶ ὡς ἐξ ἐκείνων τῶν
2. δύο τριγώνων συνιόντων ἓν ἀποτελεῖται τετράγωνον; ἀλλὰ
3. καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον σχήματα. καὶ μὲν δὴ
4. καὶ δύο ἡμικύκλια συντεθειμένα τὸν ὅλον ἀπεργάζονται κύκλον.
5. ὥστε ἐξ ἄλλων μὲν ἄλλο τι γενέσθαι συγχωρήσομεν, οὐ μὴν
6. ἀνομοιογενές. καὶ γὰρ τὰ σχήματα σχημάτων εἰσὶν ἀπεργαστικὰ,
7. καὶ τὰ μικρότερα μεγέθη τῶν μειζόνων μεγεθῶν·
8. οὐ μέντοι σχήματα μεγεθῶν, ἢ μεγέθη σχημάτων. ὥστ’
9. ἐκ μὲν τῶν μὴ μεταβαλλόντων τὰς ποιότητας τῶν στοιχείων
10. οὐκ ἐγχωρεῖ γενέσθαι τι τῶν ἑτερογενῶν, ἐκ δὲ τῶν μεταβαλλόντων
11. ἐγχωρεῖ. δύναται γὰρ ἐν πολλαῖς ταῖς μεταξὺ
12. γενομέναις μεταβολαῖς τὸ τέως μέλαν αὖθις γενέσθαι λευκὸν,
13. καὶ τὸ τέως λευκὸν αὖθις μέλαν, καὶ τὸ νῦν ἀναίσθητον
14. αὖθις αἰσθητικόν. ὅσοι μὲν οὖν ἐκ πυρὸς, καὶ
15. ὕδατος, καὶ γῆς, καὶ ἀέρος, ἀλλοιουμένων τε καὶ μεταβαλλομένων,
16. καὶ κεραννυμένων δι’ ὅλων, ἀξιοῦσι γίνεσθαί τι
17. τῶν συνθέτων σωμάτων αἰσθητικὸν, ἐνδεχόμενα λέγουσιν.
1. ὃσοι δὲ μενόντων, οἷά πέρ ἐστι, καὶ μόνον οὕτως ἀλλήλοις
2. ἀναμιγνυμένων, ὥσπερ ἐν σωρῷ πυρῶν καὶ κριθῶν, ἐρεβίνθων
3. τε καὶ κυάμων, ἀδυνάτοις ἐπιχειροῦσιν. ὅλως γὰρ
4. οὐδὲν διαφέρει πῦρ, ἢ ὕδωρ, ἢ ἀέρα, ἢ γῆν συνελθόντα
5. φάσκειν αἰσθητικὸν ἀπεργάσασθαι σῶμα, ἢ ὥσπερ οἱ πρὸ
6. τούτων ἔλεγον τὰς ἀτόμους. οὐδὲ γὰρ ἐνδέχεται, τῶν στοιχείων
7. ἀπαθῶν μὲν ὄντων, ἐξ ἀναισθήτων δὲ πολλῶν συνελθόντων,
8. ἓν αἰσθητικὸν ἀπεργάσασθαι σῶμα. δέδεικται γὰρ,
9. ὡς οὐδὲν ἑτερογενὲς δύναται προσελθεῖν τοῖς συντεθειμένοις.
10. αἴσθησις δέ γε πάντῃ γένους ἐστὶν ἑτέρου, σχήματός τε
11. καὶ βάρους, καὶ σκληρότητος, ἃ ταῖς ἀτόμοις ὑπῆρχεν,
12. ὥσπερ αὖ καὶ τῶν ἄλλων, ἃ πυρὶ, καὶ γῇ, καὶ ἀέρι, καὶ
13. ὕδατι. καὶ γὰρ παρὰ τὰ χρώματα, καὶ τοὺς χυμοὺς, καὶ
14. τὰς ἀτόμους, καὶ πάνθ’ ἁπλῶς εἰπεῖν τὰ ἄλλα τὰ τοῖς
15. σώμασιν ὑπάρχοντα, ἕτερόν ἐστι τὸ τῆς αἰσθήσεως γένος.
16. ὥστ’ οὐκ ἐξ ἀτόμων, οὔτ’ ἐκ πυρὸς, καὶ γῆς, καὶ ἀέρος,
17. καὶ ὕδατος ἐγχωρεῖ γενέσθαι τὸ αἰσθητικὸν σῶμα, μενόντων
1. ἀμεταβλήτων καὶ τοιούτων, οἷά πέρ ἐστι κατὰ τὴν ἑαυτῶν
2. φύσιν, καὶ μὴ πασχόντων. ἢ τοίνυν ἐξ αἰσθητικῶν τε καὶ
3. πασχόντων τῶν πρώτων στοιχείων, ἢ ἐξ ἀναισθήτων μὲν, ἀλλὰ
4. μεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι δυναμένων, ἀναγκαῖόν ἐστι
5. συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι. ταῦτα μὲν οὖν, ὅτι τε
6. πλείω πάντως ἑνός ἐστι τὰ στοιχεῖα, καὶ ὅτι παθητικὰ, δείκνυσιν.
7. εἰ δ’ ἐκ τῶν πρώτων αἰσθητικῶν ἁπάντων, ἢ οὖκ
8. αἰσθητικῶν, οὔπω δείκνυσιν· ἄμφω γὰρ ἐνδέχεσθαί φασιν.
9. ὅτι μέντοι πάντως ἐστί τινα τὰ μὴ αἰσθητικὰ, πρόδηλον
10. ἐκ τοῦ καὶ τῶν συνθέτων εἷναί τινα τοιαῦτα. ἐπεὶ δ’ αὐτάρκως
11. ἀποδέδεικται τοῦτο τοῖς γ’ ἀκολουθεῖν ἀποδείξει
12. μεμαθηκόσιν, ἐφεξῆς ἂν εἴη διελθεῖν ἄμεινον, ὃ πολλάκις
13. τε καὶ πολλαχοῦ τῶν Ἱπποκράτους συγγραμμάτων ἐπιδείκνυμι,
14. ὡς ἓν τῶν ὁμοειδῶν εἰπὼν ἡμῖν ἐπιτρέπει τὰ λοιπὰ
15. τὰ τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἔχοντα προστιθέναι τῷ λόγῳ. 
1. καὶ δὴ καὶ νῦν οὕτω μοι δοκεῖ πεποιηκέναι, δείξας μὲν
2. αὐτὸς ἐξ ἑνὸς φαινομένου τὸ τῆς δόξης ἀδύνατον, ἀπολιπὼν
3. δ’ ἡμῖν ἐκ τῶν τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἐχόντων
4. ἀποδεικνύναι πολυειδῶς. ἕν μὲν γὰρ τῶν φαινομένων ἐστὶ
5. τὸ ἀλγεῖν ἡμᾶς. ἐδείχθη δὲ τοῦτο γενέσθαι μὴ δυνάμενον
6. ἄνευ τοῦ πάσχειν· ᾧ πάλιν εἵπετο πλείω πάντως εἶναι
7. τὰ στοιχεῖα, τὸ γὰρ ἓν οὐχ οἷόν τε ἦν πάσχειν, μηδενὸς
8. ὄντος τοῦ διατιθέντος αὐτό. ὥσπερ οὖν ἐκ τῶν ἀλγούντων
9. σωμάτων, οὕτω κᾀκ τῶν ἡδομένων ἔχεις ἀποδεικνύναι ταὐτόν·
10. καὶ ὥσπερ ἀπὸ τούτων, οὕτω κᾀκ τῶν αἰσθανομένων·
11. ὥσπερ κᾀγὼ νῦν ἐξεπίτηδες ἐποίησα πολλαχόθεν τοῦ λόγου.
12. καὶ μὴν εἰ μήτε ἡδονὴ, μήτε πόνος, ἀλλὰ μηδ’ αἴσθησις
13. ὅλως ἐστὶ τοῖς ἀπαθέσι στοιχείοις, οὐδὲ μνήμη δήπουθεν,
14. οὐδὲ ἀνάμνησις, οὐδὲ φαντασία· ῥίζα γὰρ αὐτῶν ἐστι καὶ
15. οἷον πηγὴ πάντων ἡ αἴσθησις. εἰ δὲ μηδὲν τούτων, οὐδ’
1. ἄλλο οὐδὲν τῶν ψυχικῶν ἔργων, ὥστ’ οὐδὲ ψυχή. θαυμάζειν
2. οὖν ἄξιον τῶν παλαιῶν ἀνδρῶν τὸ τάχος τῆς ἑρμηνείας.
3. ἐν ἐλαχίστοις γὰρ ὁ Ἱπποκράτης ὀνόμασι πάντ’
4. ἐνεδείξατο ταῦτα, καὶ ἰσχυρῶς ἀπέδειξεν, ὡς οὐκ ἔστιν ἓν
5. τὸ στοιχεῖον. ἀλλὰ γὰρ ἐπειδὴ καὶ περὶ τούτου διεληλύθαμεν,
6. ἴδωμεν, ὅπως συνάπτει τῷ προειρημένῳ λόγῳ. τὸν ἐφεξῆς.
7. ἔχει δ’ ἡ σύμπασα ῥῆσις ᾧδε. ἐγὼ δέ φημι, εἰ ἓν
8. ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν. οὐδὲ γὰρ ἂν ἦν
9. ὑφ’ ὅτου ἀλγήσειεν, ἓν ἐών. εἰ δὲ καὶ ἀλγήσειεν, ἀνάγκη
10. καὶ τὸ ἰώμενον ἓν εἶναι. εἰ ἓν, φησὶν, ὑπῆρχεν ὁ ἄνθρωπος,
11. οὐκ ἂν ἤλγει. εἰ δέ γε καὶ ἤλγει, ἀναγκαῖον ἂν ἦν ἓν
12. εἶναι καὶ τὸ ἰώμενον. κατὰ δὲ τὸν αὐτὸν τρόπον τοῦ σχήματος
13. τοῦ συλλογιστικοῦ καὶ τὸν ἀπὸ τῆς ἰάσεως ἐρωτᾷ
14. λόγον, ὥσπερ ἠρώτησεν καὶ τὸν ἀπὸ τῶν ἀλγημάτων. ἀκόλουθον
15. γὰρ λαβὼν τῷ προτέρῳ τὸ δεύτερον, εἶτ’ αὖθις
16. προσλαβὼν τὸ ἀντικείμενον τῷ ἑπομένῳ, περαίνει τὸ ἀντικείμενον
1. τῷ ἡγουμένῳ. εἴπερ γὰρ ἕν ἦν ὁ ἄνθρωπος, οὐκ
2. ἂν ἤλγησεν· ἀλγεῖ δέ γε· οὐκ ἄρα ἕν ἐστιν. ὡσαύτως δὲ
3. καὶ ὁ ἀπὸ τῆς ἰάσεως ἐρωτηθήσεται λόγος. εἰ ἓν ὢν ὁ ἄνθρωπος
4. ἀλγεῖ, καὶ ὁ τρόπος τῆς ἰάσεως εἷς ἐστιν· οὐχ εἷς
5. δέ γε ὁ τρόπος τῆς ἰάσεως· οὐκ ἄρα ἓν ὢν ὁ ἄνθρωπος
6. ἀλγεῖ δεῖ τοίνυν κᾀνταῦθα πάλιν, ὡς καὶ πρόσθεν ἐποιήσαμεν,
7. ὅτι τε τῷ προτέρῳ τὸ δεύτερον ἀκολουθεῖ, καὶ
8. ὅτι καλῶς προσλαμβάνεται τὸ τοῦ λήγοντος ἀντικείμενον,
9. ἀποδείξαντας ἡμᾶς, ἐξήγησίν τε ἅμα καὶ πίστιν τὴν δέουσαν
10. παρασχέσθαι τῷ λόγῳ. ὅτι μὲν οὖν, εἴπερ ἕν ἐστιν ὁ
11. ἄνθρωπος, οὐκ ἂν ἤλγησεν, ἐν τοῖς πρὸ τούτου λόγοις ἐπεμνήσαμεν.
12. ὅτι δ’, εἴπερ καὶ ἤλγησεν, ἕνα τῆς ἰάσεως ἐχρῆν
13. εἶναι τὸν τρόπον, ᾧδ’ ἂν μάλιστα καταμάθοις, εἰ λογίσαιο
14. τὸ ὑπὸ μηδενὸς τῶν ἔξωθεν. πάσχον ὑπὸ τῆς οἰκείας φύσεως
15. πάσχειν αὐτό. μιᾶς οὖν ἑκάστῳ τῆς οἰκείας ὑπαρχούσης
16. φύσεως, ἔσται μὲν δήπου καὶ τὸ πάθος ἕν. ἀκολουθεῖ
1. δ’ ἐξ ἀνάγκης αὐτῷ καὶ ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος
2. μία. τοῦτο δ’ ἦν ἡ ἴασις· ὥστε καὶ ἡ ἴασις ἔσται μία
3. τοῦ δι’ ἑαυτοῦ πάσχοντος, ὥσπερ καὶ τὸ ἰώμενον ἕν. ὅτι
4. δέ γε ἅπαντα ταῦτα τὰ νῦν εἰρημένα ψευδῆ προφανῶς
5. εἰσιν, οὐ δέομαι λέγειν, ἀλλ’ ἕπεται τῇ πρώτῃ τῶν ὑποθέσεων,
6. ἣν ἀδύνατόν γε παντὸς μᾶλλον οὖσαν ἐκ περιουσίας
7. ὁ Ἱπποκράτης προσήκατο, καὶ οὐδὲν ἧττον ἀπέδειξε
8. κᾀκ ταύτης τῆς ὑποθέσεως, ὅπερ ἐξ ἀρχῆς αὐτῷ προὔκειτο.
9. τὸ μὲν γὰρ, εἰ ἕν ἐστι τὸ στοιχεῖον, οὐκ ἂν ἀλγεῖν ἡμᾶς,
10. ἀληθές. τὸ δέ γε ὑποθέσθαι, κᾂν εἰ ἕν ἦν τὸ στοιχεῖον,
11. ἡμᾶς ἀλγεῖν, οὐκ ἀληθές. ἀλλ’ ὅμως ὑποτίθεται
12. τοῦτο, δεικνὺς ἐκ τῶν ἑπομένων αὐτῷ τὸ καὶ οὕτως ἀνατρέπεσθαι
13. τὴν ἀρχήν. ἕν μὲν γὰρ καὶ τὸ νόσημα, καὶ τὸ
14. εἶδος τῆς ἰάσεως ἔσται, καὶ τὸ ἰώμενον ἕν ἐστιν· οὐχὶ δέ
15. γε τὸ ἰώμενον ἕν· ὑπόθεσις ἄρα ψευδὴς ἡ ἕν εἶναι λέγουσα
1. τὸ στοιχεῖον. ὅτι δὲ οὐχ ἕν τὸ ἰώμενον, ἐναργές.
2. καὶ γὰρ θερμαινόμενος ὅδε τις ἐθεραπεύθη. καὶ ἄλλον εὑρήσεις,
3. ὃς οὐδὲν ἧττον ἐθεραπεύθη ψυχόμενος, εἴθ’ ὑγραινόμενος.
4. οὐκ ὀλίγους δ’ εὑρήσεις, οἳ διὰ τῶν ξηραινόντων
5. ἰάθησαν. ἀλλ’ οὐδ’ εἰ διὰ τῶν στρυφνῶν ἢ πικρῶν ἐθεραπεύθη
6. τις, ἤδη καὶ πάντες. εἰσὶ γὰρ οἱ διὰ τῶν ἁλμυρῶν
7. ἢ γλυκέων. οὕτω δὲ καὶ διὰ τῶν ἐπεχόντων τὴν κοιλίαν
8. ὅδε τις ἐθεραπεύθη. ἕτερος δὲ διὰ τῶν ὑπαγόντων.
9. καὶ ὁ μὲν διὰ τῶν πυκνούντων, ὁ δὲ διὰ τῶν ἀραιούντων.
10. καὶ, καθόλου φάναι, τρόπον ἰάσεως οὐδένα δυνατόν ἐστιν
11. εὑρεῖν, οὗ μὴ καὶ τοὐναντίον εὑρήσεις. ὥστ’ ὀρθῶς εἶπεν,
12. ὅτι τὸ ἰώμενον οὐχ ἕν ἐστιν. ἀλλὰ καὶ ταύτης γε τῆς προτάσεως,
13. καὶ τῆς ἑτέρας, ἣν ἐξ ὑποθέσεως ἔλαβε, τὸ μὴ
14. ἕν εἶναι τὸ στοιχεῖον ἐπεραίνετο, καὶ γίνεται σύμπας ἐρωτώμενος
15. λόγος τοιοῦτος. εἰ ἓν ὢν ὁ ἄνθρωπος ἀλγεῖ, καὶ
16. ὁ τρόπος τῆς ἰάσεως εἷς ἐστιν· οὐχὶ δέ γε ὁ τρόπος τῆς 
1. ἰάσεως εἶς· οὐκ ἄρα ἕν ὢν ὁ ἄνθρωπος ἀλγεῖ. μηκέτ’ οὖν
2. ἐπιζητῶμεν τὸ κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος εἰρημένον
3. ὑπ’ αὐτοῦ, μήθ’ ἑτέρως ἐξηγώμεθα παρὰ ταῦτα τὰ
4. νῦν εἰρημένα, σαφῶς γε ἤδη τὴν γνώμην ἅπασαν ἐπιστάμενοι
5. τοῦ ἀνδρός. ἀλλ’ ἐπειδὰν εἴπῃ, ὅστις μὲν εἴωθεν
6. ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσεως τῆς ἀνθρωπίνης, προσωτέρω
7. ἢ ὁκόσον αὐτέης ἐς ἰατρικήν ἀφίκει, τουτέῳ μὲν οὐκ
8. ἐπιτήδειος ὁ λόγος ὅδε ἀκούειν· οὐδὲ γὰρ τὸ πάμπαν ἠέρα
9. λέγω τὸν ἄνθρωπον εἷναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν,
10. οὔτ’ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ·
11. ὅταν ταῦτα λέγῃ, μὴ συνάπτοντές τε καὶ ψιλοῦντες
12. ἀναγινώσκωμεν ὡς ἓν μέρος λόγου τὸ ἓν ἐὸν, ὥσπερ οἱ
13. πολλοὶ τῶν Ἱπποκρατείων ἐποίησαν, ἀλλὰ δασύνοντές τε καὶ
14. διϊστῶντες εἰς δύο μόρια, ὡς εἰ καὶ οὕτως εἶπεν, οὔτε γὰρ
15. τὸ πάμπαν ἠέρα λέγω εἶναι τὸν ἄνθρωπον, οὔτε πῦρ, οὔτε
16. ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν
1. ἓν καὶ μόνον ὑπάρχον ἐν τῷ ἀνθρώπῳ. ὅτι μὲν γὰρ ὁ
2. πρῶτος αὐτῷ λόγος ἅπας περὶ τοῦ μὴ ἓν εἶναι τὸ στοιχεῖόν
3. ἐστιν, ἐπιδέδεικται μὲν καὶ ἐξ ἓν ὀλίγον ἔμπροσθεν
4. εἶπον, οὐδὲν δὲ ἧττον κᾀξ ὧν εὐθὺς ἐν ἀρχῇ, μετὰ τὴν
5. προγεγραμμένην ῥῆσιν, ταύτην ἐπιφέρει. φασὶ γὰρ ἕν τε
6. εἶναι, ὅ τί ἐστι, καὶ τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν,
7. κατὰ δὲ τὰ ὀνόματα ἀλλήλοις οὐχ ὁμολογέουσι. λέγει δ’
8. αὐτῶν ὁ μέν τις, ἠέρα εἶναι τοῦτο τὸ ἕν τε καὶ τὸ πᾶν,
9. ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν, ὁ δὲ πῦρ. εἶτ’ ἐφεξῆς πάλιν· τῶν
10. ἰατρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὁ ἄνθρωπος αἷμα μόνον
11. ἐστὶ, οἱ δὲ αὐτέων χολὴν, ἔνιοι δὲ φλέγμα. εἷθ’
12. ἑξῆς ἀρξάμενος αὐτοῖς ἀντιλέγειν, πρώτην μὲν ἐκείνην γράφει
13. τὴν ῥῆσιν, ἣν πρώτην ἐξήγημαι, κοινῇ πρός τε τοὺς
14. φυσικοὺς καὶ τοὺς ἰατροὺς ἰσχύουσαν. εἶτ’ ἰδίᾳ πρὸς τοὺς
15. ἰατροὺς ἀντιλέγει κατὰ τήνδε τὴν ῥῆσιν. ἀξιῶ δ’ ἔγωγε,
16. τὸν φάσκοντα αἷμα μόνον εἶναι τὸν ἄνθρωπον,
1. καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταβάλλοντα τὴν
2. ἰδέαν, μήτε γίνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ,
3. ἢ τῆς ἡλικίας τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἕν
4. ἐὸν φαίνεται μόνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γὰρ ἐστὶν, εἶναι
5. μίαν γέ τινα ὥρην, ἐν ᾖ φαίνεται αὐτὸ ἐν ἑωϋτῷ ὅ τί ἐστι.
6. τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος, φλέγμα μόνον
7. εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ φάσκοντος, χολήν. τελειώσας
8. δὲ τοῦτον τὸν λόγον ἐφεξῆς πάλιν ἐπιφέρων ἐρεῖ·
9. πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ’ ἑνός.
10. πῶς γὰρ ἂν ἕν γε ὂν ἄλλο τι γεννήσειεν, εἰ μή τινι
11. μιχθείη ἄλλῳ; καὶ πάλιν ἐφεξῆς· ὥστε πῶς εἰκὸς ἀπὸ
12. ἑνός τι γεννηθῆναι, ὅπου γε οὐδὲ ἀπὸ τῶν πλειόνων γίνεται,
13. ἢν μὴ τύχη καλῶς ἔχοντα τῆς πρὸς ἄλληλα κοινωνίας;
14. καὶ πάλιν ἐφεξῆς· ἀνάγκη τοίνυν, τῆς φύσεως τοιαύτης
15. ἐούσης καὶ τῆς τοῦ ἀνθρώπου, καὶ τῆς τῶν ἄλλων
16. ἁπάντων, μὴ ἕν εἶναι τὸν ἄνθρωπον. καὶ πάλιν ἐν τοῖς
1. ἐφεξῆς· ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται ἀλλήλων
2. τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἕν εἶναι αὐτὰ, εἴπερ μὴ
3. πῦρ τε καὶ ὕδωρ ἕν ἐστιν. ἕν τε οὖν τούτοις ἅπασι καὶ
4. τοῖς μετὰ ταῦτα πάλιν οὐδὲν ἄλλο ἢ τοῖς ἕν ἀξιοῦσιν εἶναι
5. τὸ στοιχεῖον ἀντιλέγει σαφῶς. δῆλον οὖν, ὅτι καὶ κατὰ
6. τὴν ἀρχὴν τοῦ λόγου τοῦτ’ εἶπεν, ὅπερ ἡμεῖς ἐξηγησόμεθα,
7. τὸ μήτε ἀέρα μόνον ὑπάρχειν ἐν τῷ σώματι, μήτε πῦρ,
8. μήτ’ ἄλλο μηδὲν, ὅτι μὴ φανερόν ἐστιν ἕν ὑπάρχον ἐν τῷ
9. σώματι. καὶ γὰρ αὖ καὶ ὅταν εἴπῃ· οἱ δὲ λέγοντες, ὡς ἕν
10. ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρέεσθαι·
11. πόθεν ὁρμηθέντες ἔνιοι τὸν ἄνθρωπον ἕν εἶναί φασι, διηγεῖται,
12. κᾀπειδὰν ἀντιλέγων αὐτοῖς ἐρεῖ· καίτοι τὸ μὲν
13. πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν
14. μόνην καθαρθείς. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλοιν χυμῶν
15. ἐν τοῖς μετὰ ταῦτα πεποίηται τὸν λόγον, ὡς οὐχ εἶς
16. χυμός ἐστι παντελῶς ἡ φύσις τοῦ ἀνθρώπου, τοῦτ’ ἔστι τὸ
17. στοιχεῖον, ἀλλ’ οἱ τέτταρες, οὐδὲν ἄλλο, ἢ ὅπερ ἐξ ἀρχῆς
1. ὑπέθετο, περαίνει, τὸ μὴ ἕν εἶναι τὸν ἄνθρωπον. ἔστι
2. μὲν οὖν ἠλίθιος ἡ δόξα καὶ τῶν φυσικῶν φιλοσόφων, καὶ
3. τῶν ἰατρῶν, ὅσοι στοιχεῖον ἓν εἶναί φασιν, ἢ τοῦ παντὸς,
4. ἢ τοῦ ἀνθρώπου.

Cliquer un n° de page pour en afficher l’image