1. Ὅτι μὲν οὖν ἐκ τοῦ τῆς μητρὸς αἵματος
2. ἅπαντα γέγονε τὰ τῶν ἐναίμων ζώων μόρια, πρόδηλον
3. παντί. μετέχοντος δὲ τούτου φλέγματός τε καὶ διττῶν χολῶν,
4. εὐλόγως ἐνταῦθα διέστησαν, οἱ μὲν ἐξ αἵματος μόνου
5. τὴν γένεσιν ὑπάρχειν ἡμῖν, οἱ δὲ ἐκ τῶν τεττάρων χυμῶν
6. φάσκοντες. ἔστι μὲν οὖν οὐχ ὁμοίως ἀποδεῖξαι τἀληθὲς
7. ἐνταῦθα δυνατὸν, ὡς ἐπὶ τῶν πρώτων στοιχείων· ἑκάτερος
8. γὰρ ὁ λόγος ἔχει τι πιθανόν. ἐξ ὦν δ’ οὑν ὁ Ἱπποκράτης
9. κινηθεὶς, ἀληθέστερον εἶναι νομίζει, τοὺς τέσσαρας χυμοὺς
10. ὕλην εἶναι τῆς τοῦ ἀνθρώπου γενέσεως, ἐπιδεῖξαι πειράσομαι,
11. τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ὁμοιομερὲς μὲν οὖν
12. ἐστι καὶ σὰρξ, καὶ νεῦρον. ἀλλ’ ἡ μὲν σὰρξ ἔναιμός τε
13. καὶ μαλακὴ καὶ θερμή· τοὐναντίον δὲ τὸ νεῦρον ἄναιμόν
14. τε καὶ σκληρὸν καὶ ψυχρόν. οὐ μὴν οὔτ’ ἐκείνη μαλακὴ
15. καὶ θερμὴ τελέως ἐστὶν, οὔτε τὸ νεῦρον σκληρὸν καὶ ψυχρόν.
16. ἀλλὰ τὸ μὲν αἷμα τῆς σαρκὸς μαλακώτερόν τε καὶ
1. θερμότερόν ἐστι· τὸ δὲ ὀστοῦν τοῦ νεύρου σκληρότερον
2. καὶ ψυχρότερον. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων
3. ἕτερον ἑτέρου, τὸ μὲν ψυχρότερόν ἐστι, τὸ δὲ θερμότερον,
4. καὶ τὸ μὲν μαλακώτερον, τὸ δὲ σκληρότερον. ἆρ’
5. οὖν ἐκ τῆς αὐτῆς οὐσίας τὰ πάντα γέγονεν, ἢ μᾶλλον
6. ἀγαθός τις οὖσα δημιουργὸς ἡ φύσις, ἡνίκα τὸ πρῶτον
7. ἐκ τοῦ παρὰ τῆς μητρὸς αἵματος, εἰς τὴν μήτραν ἰόντος,
8. ἐγέννα τε καὶ διέπλαττε τὸ ἔμβρυον, εἰς μὲν τὴν τῶν
9. σκληροτέρων σωμάτων πῆξιν εἷλκεν ἐξ αὐτοῦ τὸ παχύτερον,
10. εἰς δὲ τὴν τῶν μαλακωτέρων τὸ ὑγρότερον; οὕτω
11. δὲ καὶ τὸ μὲν θερμότερον εἰς τὴν τῶν θερμοτέρων,
12. τὸ δὲ ψυχρότερον εἰς τὴν τῶν ψυχροτέρων; ἐμοὶ μὲν
13. οὖν οὕτω δοκεῖ μακρῷ φυσικώτερον εἶναι, καὶ κατὰ
14. τὴν πρώτην ἀρχὴν εὐθέως διαπεπλάσθαι τὸ κύημα, κᾀν
15. τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τὴν τροφὴν καὶ τὴν αὔξησιν
16. ἕκαστον τῶν μορίων ἔχειν ἐκ τῆς οἰκείας ὕλης. ἕν μὲν
17. γάρ τι φαίνεται τὸ αἷμα, καθάπερ καὶ τὸ γάλα. διδάσκει
18. δ’ ὁ λόγος, οὐχ ἓν ὑπάρχειν αὐτὸ, καθότι μηδὲ τὸ γάλα.
1. τὸ μὲν γάρ ἐστιν ἄκρως ὀῤῥῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι,
2. τὸ δὲ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δὲ, ἕως μὲν ἐκέκρατο
3. πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ
4. ὀῤῥοῦ· διακριθέντα δὲ, τὴν οἰκείαν ἰδέαν ἐνεδείξατο, καὶ
5. τὴν τοῦ γάλακτος ἐδίδαξε φύσιν, ὡς οὐκ ἄρα ἓν ἦν ἀκριβῶς,
6. ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς
7. οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀῤῥὸς, τὸ δὲ τυρὸς, οὕτω
8. καὶ ἐν τῷ αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀῤῥῷ
9. γάλακτος, τὸ δὲ οἶον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ
10. τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς
11. ἐστι θεάσασθαι, καὶ τούτων ἐξαιρεθεισῶν, οὐ πήγνυται τὸ
12. αἷμα, καὶ χωρισθὲν τῶν ἰνῶν τὸ αἷμα καὶ χροιᾷ καὶ συστάσει
13. διαφέρει. τὸ μὲν γὰρ ἐρυθρὸν ἀκριβῶς φαίνεται, τὸ δὲ
14. ξανθότερον τούτου, τὸ δὲ μελάντερον. ἔστιν ὅτε δὲ καὶ
15. σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ, καί ποτε πελιδνὸν ἅπαν
1. ἐφάνη, καὶ νὴ Δία γε πολλάκις ἐγγὺς τῷ μέλανι, καθάπερ
2. τις πορφύρα κατακορής· ὥστ’ οὐχ ἓν ἀκριβῶς τὸ
3. αἷμα. πάντων γὰρ ἂν, οἶμαι, καὶ ζώων καὶ ἀνθρώπων
4. ὅμοιον ὑπῆρχε διὰ παντὸς, εἴπερ ἦν ὄντως ἓν. ἀλλά ποτε
5. ἐν αὐτῷ πλεονεκτεῖ τὸ παχὺ καὶ μέλαν, ὡς καὶ τὴν χρόαν
6. ἅπαντος τοῦ σώματος μελαντέραν φαίνεσθαι, καὶ τὰς οὐλὰς
7. μελαίνεσθαι, καὶ κιρσοῦσθαι τὰς ἐν τοῖς σκέλεσι φλέβας,
8. ἅμα τινὶ πελιδνῷ χρώματι· ποτὲ δὲ τὸ ξανθὸν, ὡς καὶ
9. τοῦτ’ ἔκ τε τῶν τριχῶν ἐστιν ἰδεῖν, κᾀκ τῆς συμπάσης τοῦ
10. σώματος χρόας, ἐμέτων τε καὶ διαχωρημάτων· ἔστι δ’ ὅτε
11. τὸ ἐρυθρὸν ἢ λευκὸν, ὡς καὶ ταῦτα ἔκ τε τῶν τοῦ ὅλου σώματος
12. χρωμάτων καὶ τριχῶν καὶ διαχωρημάτων φαίνεσθαι. καὶ
13. μὲν δὴ κᾂν εἰ τὰς φλέβας ἐκτέμοις ὑγιαινόντων ἔτι τῶν ἀνθρώπων,
14. τοῦ μέν τινος αὐτῶν ξανθὸν ῥυήσεται τὸ αἷμα, τοῦ
15. δ’ ἐρυθρὸν, τοῦ δὲ λευκότερον, τοῦ δὲ μελάντερον. κᾂν εἰ
16. δοῦναι δὲ φάρμακον ἐθέλοις ἐκκαθαῖρον τὸ σῶμα, τοιοῦτον
1. ἐκκενώσει χυμὸν, ὁποῖον ἕλκειν πέφυκεν, ἀλλ’ οὐκ ἴσον ἐν
2. πάσῃ φύσει σώματος, οὔθ’ ὑγιαινόντων, οὔτ’ ἀῤῥωστούντων.
3. ἵνα γὰρ ἀπὸ τῶν ἀῤῥωστούντων ἄρξωμαι, χολῆς
4. τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς
5. ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν.
6. εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νοσοῦσι
7. ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην μὲν ἐκκενώσει
8. χολήν. εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ
9. φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτεριῶσι
10. κενώσει φλέγμα, καὶ σὺν μεγάλῃ τῇ βλάβῃ· πάμπολυ δὲ
11. τοῖς προειρημένοις ὑδέροις, καὶ χωρὶς τοῦ βλάψαι. καὶ
12. μέντοι καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν
13. ἐκκαθαίρει μέλαιναν· ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην
14. σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν
15. ἀπαντῶσαν.
⟨
(De elem. ex Hipp. sent.) [n° 008 Fichtner] [GalLat]
De elementis ex Hippocratis sententia
Περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων
Éléments selon Hippocrate
The Elements According to Hippocrates (Hipp. Elem.)
De Lacy, 1996.
De elementis ex Hippocrate, 1821, vol. 1, p. 413-508. urn:cts:greekLit:tlg0057.tlg008.verbatim-lat1
De Lacy, 1996 (eng); Tassinari, 1997 (ita).
De elementis ex Hippocrate, 2.2, ed. Kühn, 1821, vol. 1, p. 494-498. urn:cts:greekLit:tlg0057.tlg008.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩