1. Ἀσκληπιάδης δὲ, πάντα τὰ καλὰ τῆς
2. τέχνης ἐπιχειρῶν ἀνατρέπειν τῷ λόγῳ διὰ τοὺς θαυμαστοὺς
3. ὄγκους καὶ πόρους, πειρᾶται μεταπείθειν ἡμᾶς, ὡς οὐχ ἕλκει
4. τὸ οἰκεῖον ἕκαστον τῶν φαρμάκων, ἀλλὰ μεταβάλλει. καὶ
5. τρέπει, καὶ ἀλλοιοῖ, διαφθεῖρον εἰς τὴν ἑαυτοῦ φύσιν,
6. ὁποῖον ἂν ᾖ τὸ ἑλχθέν. εἶτα τὴν ἀκολουθοῦσαν ὠφέλειαν,
7. οὐ τῇ τοῦ λυποῦντος καθάρσει γίνεσθαί φησιν, ἀλλὰ τῷ
8. κοινῷ λόγῳ τῆς κενώσεως. ὁ μὲν οὖν Ἀσκληπιάδους λόγος
9. οὕτως ἀναισχυντεῖ κατὰ τοῦ φαινομένου. τὸ φαινόμενον δέ
10. γ’, ὡς Ἱπποκράτης τε καὶ οἱ λοιποὶ πάντες ἰατροὶ, τῇ
11. πείρᾳ βασανίζοντες, ἔμαθον, ὡς εἴρηται πρόσθεν, ἔχει. εἰ
12. γὰρ ἐπιχειρήσεις ἀνθρώπῳ χολῶντι φλέγματος ἀγωγὸν δοῦναι
13. φάρμακον, οὐ μετὰ μικρᾶς, εὖ οἶδ’ ὅτι, ζημίας πειράσῃ
14. τοῦ ἐγχειρήματος. εἰ δέ γ’ ὡς κενοῦντα μόνον ὠφελεῖ τὰ
15. καθαίροντα, τί οὐ φλέβας τέμνομεν ἁπάντων, εἴτ’ ἰσχνοὶ
1. τύχοιεν ὄντες, εἴτε παχεῖς, εἴτ’ ἰκτεριῶντες, εἴτε μελαγχολῶντες;
2. ἀλλὰ πολλοῖς μὲν τῶν τοιούτων, ἰσχνοῖς οὖσιν
3. ἱκανῶς, οὐ σμικρὰν ἤνεγκεν ὠφέλειαν ἡ τοῦ λυποῦντος
4. χυμοῦ κένωσις. εἰ δ’ αἵματος αὐτῶν ἀφελεῖν ἐτόλμησέ τις,
5. εὐθὺς ἂν ἀπέκτεινεν. ἀλλὰ ταῦτα λέγειν ἀναγκάζουσιν
6. Ἀσκληπιάδην οἱ ὄγκοι καὶ πόροι καὶ τὰ ἄναρμα στοιχεῖα.
7. τούτοις γὰρ ἕπεται τὸ μηδεμίαν εἶναι τῆς φύσεως
8. ἡμῶν ἀλλοτρίαν ποιότητα, μηδὲ τὴν τῶν ὁσημέραι διὰ τῆς
9. γαστρὸς ἡμῶν ἐκκενουμένων περιττωμάτων· ἀλλ’ ὅταν ἐπισχεθῇ
10. ἡ γαστὴρ, τῷ λόγῳ τοῦ πλήθους ἡμᾶς βλάπτεσθαι,
11. καὶ εἶναι τὴν ἴασιν ὀλιγοσιτίαν ἢ ἀσιτίαν παντελῆ. πλῆθος
12. γάρ τοι τοιούτων λόγων ἀποτετόλμηται πρὸς Ἀσκληπιάδου,
13. τοῖς ἐναργέσι μαχομένων, οἳ τοὺς μὲν ἀγνοοῦντας
14. τὸ φαινόμενον ἀπορεῖν ἀναγκάζουσι, τοὺς δὲ γινώσκοντας
15. ἐκπλήττεσθαί τε καὶ θαυμάζειν τὴν ἀναισχυντίαν τοῦ ἀνθρώπου.
16. ἀλλὰ πρὸς μὲν τὴν Ἀσκληπιάδειον τόλμαν ἐν
17. ἑτέροις ἐπὶ πλέον εἰρήσεται. τὰ φαινόμενα δ’ ἐναργῶς πάλιν
1. ἀναλάβωμεν, ἑπόμενοι ταῖς Ἱπποκράτους ῥήσεσιν, ὡς οὐ
2. μαντευσαμένου δήπουθεν, ὡς ἰατρός τις ἄπειρος ἢ ἀναίσχυντος
3. ἐς τοσοῦτον ἔσοιτο, καθάπερ Ἀσκληπιάδης, ὡς ἤτοι
4. παντάπασιν ἀγνοῆσαι τὰ οὕτω σμικρὰ τῆς τέχνης, ἢ γνοὺς
5. ἀρνήσηται μὴ γινώσκειν. ὅθεν, οἶμαι, καὶ ὁ λόγος ἡμῖν
6. μὲν μακρότερος γίνεται διὰ τὰς πρὸς τοὺς ἀναισχυντήσαντας
7. ἀντιλογίας· Ἱπποκράτει δὲ βραχὺς καὶ σύντομος,
8. αὐτὸ τὸ φαινόμενον ἐναργῶς γράφοντι, χωρὶς ἁπάσης κατασκευῆς,
9. τῷ μηδ’ ὑπονοῆσαι μηδένα, μήτ’ ἀγνοῆσαι τὰ τοιαῦτα,
10. μήτ’ ἀρνήσασθαι.
⟨
(De elem. ex Hipp. sent.) [n° 008 Fichtner] [GalLat]
De elementis ex Hippocratis sententia
Περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων
Éléments selon Hippocrate
The Elements According to Hippocrates (Hipp. Elem.)
De Lacy, 1996.
De elementis ex Hippocrate, 1821, vol. 1, p. 413-508. urn:cts:greekLit:tlg0057.tlg008.verbatim-lat1
De Lacy, 1996 (eng); Tassinari, 1997 (ita).
De elementis ex Hippocrate, 2.3, ed. Kühn, 1821, vol. 1, p. 499-501. urn:cts:greekLit:tlg0057.tlg008.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩