Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.1, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 1.1, ed. Kühn, 1821, vol. 1, p. 509-510. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ

ΠΡΩΤΟΝ.

1. Ὅτι μὲν οὖν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ
2. ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα κέκραται, καὶ ὡς
3. οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν
4. ἱκανῶς ἀποδέδεικται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς
5. ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα
6. δι’ ἑτέρου γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην
7. στοιχείων ἐσκοπούμεθα. νυνὶ δὲ, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ,
8. τῶν κράσεων ἁπάσας ἐξευρεῖν τὰς διαφορὰς, ὁπόσαι τέ εἰσι
9. καὶ ὁποῖαι, κατ’ εἴδη τε καὶ γένη διαιρούμενος, ἐν τῷδε
1. τῷ γράμματι δίειμι, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων
2. ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ
3. ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα,
4. τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τοῦτ’ ἔστι
5. τῶν στοιχείων αὐτῶν, ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ
6. γῆς. ἐπειδὰν δὲ ζῶον, ἢ φυτὸν, ἢ θερμὸν, ἢ ψυχρὸν,
7. ἢ ξηρὸν, ἢ ὑγρὸν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι
8. ζῶον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν, ὡς πῦρ, οὔτ’
9. ἄκροις ὑγρὸν, ὡς ὕδωρ· ὡσαύτως δὲ οὐδὲ ψυχρὸν ἢ ξηρὸν
10. ἐσχάτως· ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει
11. γίνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν
12. ᾧ πλείονος ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότητος·
13. οὕτω δὲ καὶ θερμὸν μὲν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ
14. πλεονεκτεῖ, ψυχρὸν δὲ, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ.
15. αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.

Cliquer un n° de page pour en afficher l’image