1. Ἕν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον
2. φύσιν, ὥσπερ οὐκ ἀρετῇ τε ἅμα καὶ δυνάμει προὔχουσαν,
3. ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ μηδ’ ὅλως
4. οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν
5. ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν
6. τὸ θερμὸν, ἢ ἐν τῇ ψυχρᾷ τὸ ψυχρὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν
7. ἄνευ τοῦ πρότερον ἐπιθέσθαι τὴν εὔκρατον. οὐδὲ
8. γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν,
9. ἢ τὴν εὔκρατον ἐκείνην φύσιν· τὸ μὲν θερμότερον
10. τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον
11. θερμαίνειν· ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν,
12. τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι
13. τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ
14. μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσιν,
15. καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους,
16. ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρῶτον λέγεσθαι πρὸς αὐτῶν. οἳ
17. δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι ταύτης, ὥσθ’
1. ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται, φασὶν
2. ἐξ αὐτῶν ἔνιοι, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ
3. πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας,
4. εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ
5. τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν, ἢ τὴν εὔκρατον.
6. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας,
7. ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ
8. ξηρὰν, καὶ ψυχρὰν καὶ ὑγρὰν, ἤ τινα ἄλλην λέγωσι κρᾶσιν,
9. οὐ τῶν ἄκρων ἀκούειν ἡμᾶς χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ
10. τὴν πλεονεκτοῦσαν ἀεὶ γίνεσθαι προσηγορίαν. εἰ δ’ οὐ βούλονται
11. τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται
12. παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν
13. καὶ θερμὴν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα
14. σαφῶς τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ
15. τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’ αὐτὴ, φασὶν, ἐστὶν
16. ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα τὸ θερμὸν καὶ μὴ
1. πλεονεκτεῖν, καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν;
2. εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ,
3. εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς
4. ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασὶν, ἴδιόν ἐστι τῆς εὐκράτου,
5. τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ,
6. τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ· κρατήσαντος γὰρ τοῦ ψυχροῦ, μετρίως
7. μὲν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον,
8. νόσον ἤδη γίνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε,
9. θάνατον· οὕτω δὲ κᾀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν
10. δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος,
11. θάνατον· ὥσπερ οὐχὶ κᾀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα
12. συμπίπτοντα. τίς γὰρ ἂν οὐχ ὁμολογήσειεν, ὡς, ἐπειδὰν
13. μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχοι πλεονεκτῆσαν,
14. ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτως γιγνομένην·
15. ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον· ἐπειδὰν δ’ ἐπὶ πλεῖστον,
16. θάνατον. ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς
17. ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα, μηδ’
18. ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμὰ,
1. μηδὲ ταῦτ’ ὁμολογῶμεν εἶναι νοσήματα. πρὸς δὴ τοὺς τοιούτους
2. λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’ Ἀθηναίου τοῦ
3. Ἀτταλέως ὁμόσε χωροῦσιν, οὔτε κατάστασιν ὑγρὰν καὶ
4. θερμὴν μέμφεσθαι λέγοντες, οὔθ’ εὑρεθῆναί τι νόσημα
5. φάσκοντες ὑγρὸν καὶ θερμὸν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ
6. ξηρὸν ὑπάρχειν, ὡς τὸν πυρετὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ὡς
7. τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν, ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται
8. δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν
9. καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν
10. τὸ θέρος, καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον
11. δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν καλοῦσι τὸ ἔαρ· οὕτω
12. δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατόν τε καὶ θερμὴν
13. καὶ ὑγρὰν εἶναί φασι. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς
14. νομίζουσι κᾀκ τῶν ἐνεργειῶν τῆς φύσεως, ἐῤῥωμένων τηνικαῦτα
15. μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς
16. ξηρότητα καὶ ψύξιν ἄγειν τὰ τῶν ζώων σώματα. καλεῖσθαι
17. γοῦν ἀλίβαντας τοὺς νεκροὺς, ὡς ἂν μηκέτι λιβάδα καὶ
18. ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας ἅμα διὰ
1. τὴν ἀποχώρησιν τοῦ θερμοῦ, καὶ παγέντας ὑπὸ τῆς ψύξεως.
2. ἀλλ’ εἴπερ ὁ θάνατος, φασὶ, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν
3. ζωὴν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι
4. καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωὴ, φασὶ, θερμόν τι χρῆμα
5. καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα, καὶ τὴν ὁμοιοτάτην αὐτῇ
6. κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο παντί που δῆλον,
7. ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ
8. θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν,
9. ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης.
10. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ
11. δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου,
12. καὶ Θεοφράστου γε μετ’ αὐτὸν, καὶ τῶν Στωϊκῶν,
13. ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν.
14. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίνωσκεν ὑπὲρ
15. θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἂν, εἰ δεηθείη, ἐπὶ
16. προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν
17. αὐτοῦ.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.3, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.3, ed. Kühn, 1821, vol. 1, p. 519-523. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩