Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.5, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 1.5, ed. Kühn, 1821, vol. 1, p. 534-538. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.5

11. Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως ἀνθρώπου
12. λογισμοὶ, σφαλέντες τῆς ἀληθείας, εἰς τὰς ἰάσεις
13. βλάπτουσι, καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως
14. ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ
15. πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ
16. μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν, ἐπιχειρεῖν τε θεωρίᾳ
17. φυσικῇ πρὸ τοῦ τὸν λογισμὸν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτὴν,
18. ἀσκῆσαι πρεπόντως, ἀναγκαῖον ἀπάγειν εἰς τὰ τοιαῦτα
1. σοφίσματα, καὶ περί γε τῶν φαινομένων ὡς ἀναισθήτους
2. ἀναγκάζει διαλέγεσθαι, μάρτυρά τε καλεῖν Ἀριστοτέλη, παρακούοντας
3. ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ
4. θερμὸν λεγόμενον, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ
5. ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς, ἀλλ’ ὡσαύτως
6. ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτό ἐστιν, ἢ οἰκείῳ τινὶ
7. καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν, ἢ ἐπικτήτῳ καὶ
8. ἀλλοτρίῳ, διῆλθεν Ἀριστοτέλης· οἱ δέ γε καὶ τούτου παρακούουσιν.
9. ἔτι τε πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως
10. δὲ καὶ ὁ Θεόφραστος, ἐς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον
11. ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς
12. εἰρήκασιν. οἱ δ’ οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσι
13. λεγόντων αὐτῶν, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῶον, ἢ
14. τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμὴν, οὔθ’ ὅπως εἴρηται
15. ταῦτα συνίασιν, ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον
16. ἐπὶ τὰς ὥρας, ὥσπερ ταὐτὸ ὂν, ἀλλ’ οὐ μακρῷ διαφέρον, ἢ
17. τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν, ἢ τὴν τοῦ περιέχοντος
1. ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτό ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ
2. καὶ θερμὴ ζώου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται.
3. τί δ’ ἦν τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι,
4. καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς
5. μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων
6. αἴτια μεγίστων ἁμαρτημάτων γίνεται, καὶ κινδυνεύει
7. πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας
8. καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι
9. σοφίσμασιν. ἕπεται τοιγαροῦν καὶ τάδε τὰ σοφίσματα
10. τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς. ἀλλ’ οἰηθῆναι
11. τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον
12. καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὲ ὡς ἐν τῇ πρὸς τὸ ἐναντίον
13. ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ
14. κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν
15. εἶναι θερμὴν, ἐπιλανθάνονται καὶ τοῦδε. καὶ μὴν οὕτω
16. τὰ ζῶα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ
1. κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς γε φυτοῖς καὶ τοῖς
2. τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων
3. ζῶα καὶ τῶν φυτῶν ἐστι θερμότερα καὶ ὑγρότερα. καὶ μὲν
4. δὴ καὶ τῶν ζώων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων,
5. ξηρότερον μὲν ὁ κύων, ὑγρότερον δὲ ὁ ἄνθρωπος. εἰ
6. δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα
7. μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸ
8. ζῶον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχειν, ὑγρὸν δ’ ὡς
9. πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν, ὡς πρὸς ἄνθρωπον,
10. ψυχρὸν δ’, ὡς πρὸς λέοντα. καὶ θαυμαστὸν οὐδὲν,
11. εἰ τὸ πρὸς ἕτερόν τι λεγόμενον τὰς ἐναντίας ἅμα κατηγορίας
12. ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸ σῶμα θερμὸν
13. ἅμα λέγεται καὶ ψυχρὸν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτό. οὐ
14. γὰρ, ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον·
15. εἰ δέ γε πρὸς ἄλλον μὲν δεξιὸς, πρὸς ἄλλον δὲ
16. ἀριστερὸς, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα
17. καὶ ξηρὸς, καὶ θερμὸς ἅμα καὶ ψυχρὸς ἀλλ’ οὐ πρὸς
1. ταὐτό· πρὸς μὲν γὰρ ἄνθρωπον ξηρὸς, ὑγρὸς δ’ ὡς πρὸς
2. μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμὸς, ψυχρὸς δ’ ὡς
3. πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν, ὡς ζῶν· εἰ γάρ
4. τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ
5. οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα
6. ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζώων γένει καθ’ ἕτερον
7. τρόπον, ὥσπερ αὖ καὶ κατ’ εἶδος ζώου. κύων γὰρ, ὡς
8. πρὸς μὲν μύρμηκα καὶ μέλιτταν, ὑγρὸς, ὡς δ’ ἐν ζώων γένει,
9. ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος, ὁδὶ μὲν ξηρὸς,
10. ὁδὶ δὲ ὑγρὸς, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Cliquer un n° de page pour en afficher l’image