11. Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ
12. ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν δευτέρῳ
13. περὶ διαγνώσεως σφυγμῶν. ἀνάγκη δὲ, ὡς ἔοικεν, εἰπεῖν τι
14. καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα
15. χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρὸν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται,
16. μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ·
17. καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ
1. καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν. οὐδὲν γὰρ τῶν
2. ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν,
3. ἀλλ’ ἢ τὰ στοιχεῖα μόνον. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς,
4. ἐκ τούτων κέκραται, καὶ διὰ τοῦτο τὸ δεύτερον σημαινόμενον
5. οὐκ ἔθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν, ὡς ἄμικτόν τε καὶ
6. εἰλικρινὲς, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ
7. δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος
8. δὲ τοῦ θερμοῦ μετέχον, ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ
9. ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ
10. καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν, ἁπλῶς λεγόντων
11. ἡμῶν, ἄμικτόν τε καὶ εἰλικρινές· ἕτερον δὲ, μικτὸν
12. μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι
13. προσαγορευόμενον. οὕτως μὲν οὖν ὑγρὸν αἷμα, καὶ φλέγμα,
14. καὶ πιμελὴ, καὶ οἶνος, ἔλαιόν τε καὶ μέλι, καὶ τῶν ἄλλων τῶν
15. τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι, καὶ ὄνυχες,
16. καὶ ὁπλαὶ, καὶ κέρατα, καὶ τρίχες, καὶ λίθοι, καὶ
17. ξύλα, καὶ ψάμμος, καὶ κέραμος, ἐλάττονα μὲν ὑγροῦ μοῖραν
1. ἕχει, πλείονα δὲ ξηροῦ, καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ
2. τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν, καὶ σκώληξ
3. ὑγρὸν, ὡς ζῶα. καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ
4. μὲν ξηρότερος, ὁδὶ δὲ ὑγρότερος, ἢ ἁπλῶς ὡς σκώληξ, ἢ
5. τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. αὐτὸ δὲ τοῦτο τί
6. δή ποτέ ἐστιν, ὅταν οὕτως λέγωμεν, ὡς σκώληξ ξηρὸς,
7. ὡς ἄνθρωπος θερμὸς, ὡς κύων ψυχρὸς, εἰ μή τις ἀκριβῶς
8. ἀκούσειέ τε καὶ νοήσειε πρότερον, ἀνάγκη συγκεχύσθαι τὸν
9. λόγον ἅπαντα. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κᾀν τῷ δευτέρῳ
10. περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται, τὸ κατὰ γένος
11. ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον, οὐ θερμὸν μόνον,
12. ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἀλλὰ καὶ μέγα, καὶ μικρὸν,
13. καὶ βραδὺ, καὶ ταχὺ, καὶ τῶν τοιούτων ἕκαστον, ὅταν
14. ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, ἢ ζῶον θερμὸν, ὅταν
15. ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῶον, ἢ ἵππος θερμὸς, ὅταν
16. ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει
17. μέσα τὰ σύμμετρά ἐστιν. ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν
1. ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῶον, ἵππος
2. δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν
3. ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζώων ὁ ἄνθρωπος·
4. ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς
5. ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος. οὗτος
6. δ’ ἐστὶν, ὃν οὔτε λεπτὸν, οὔτε παχὺν ἔχομεν εἰπεῖν, οὔτε
7. θερμὸν, οὔτε ψυχρὸν, οὔτ’ ἄλλῳ τινὶ τῶν τὴν ἀμετρίαν
8. ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ
9. τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν, ἢ ψυχρότερος,
10. ἢ ξηρότερος, ἢ ὑγρότερος. ὀνομάζεται δὲ πῇ μὲν
11. ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς. ἁπλῶς μὲν, ὅτι
12. θερμὸς ἢ ψυχρὸς, ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι
13. παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ
14. τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς
15. τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῶον ξηρὸν
16. ἁπλῶς μὲν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος,
17. εἰ τύχῃ, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ
1. ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει παντὸς τοῦ
2. εἴδους τῶν ζώων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται.
3. πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν
4. οὕτω λεγομένων ἢ ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν
5. ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν πρὸς ἐκεῖνο λέγομεν, ἢ
6. τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον·
7. οἷον εἶδος μὲν ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ πλάτανον,
8. καὶ κυπάριττον, καὶ συκῆν, γένος δὲ ζῶον, ἢ φυτόν. ἐπὶ
9. τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων,
10. ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας,
11. ὀνομάζεσθαί τε στοιχεῖα. καὶ μὲν δὴ καὶ τὰς ποιότητας
12. αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως.
13. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ
14. τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι
15. προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ
16. προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν, ἢ
17. ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων,
1. ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις
2. ξηρὸν ἢ ψυχρὸν, ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας, ἄνευ τοῦ
3. προσθεῖναι λέοντος, ἢ κυνὸς, ἢ ἀνθρώπου. δῆλον γὰρ,
4. ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ
5. κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων αὐτὸ
6. ξηρὸν εἶναί φησι. ἂν δέ γε τὸ τοῦ λέοντος, ἢ τὸ τοῦ κυνὸς,
7. ἢ τὸ τοῦ ἀνθρώπου ὀστοῦν εἴπῃ ξηρὸν εἶναι, δῆλον
8. ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζώων ὀστοῖς τῷ μέσῳ παραβάλλει.
9. καὶ χρὴ κᾀνταῦθά τι νοῆσαι πάντων τῶν ζώων,
10. τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον ἐχόντων ὀστᾶ ξηρὰ, μέσον
11. εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζώων, οἷον ἀνθρώπου,
12. εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα, τὰ μὲν
13. ὑγρὰ, τὰ δὲ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κᾀν
14. τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρὸν, ὁ δ’ ὑγρὸν
15. ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν
16. ἀνθρώποις. ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν
17. ἄκρων ἐστὶ τὸ σύμμετρον καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος
1. εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κᾂν
2. παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτῇ. καὶ μὲν δὴ τούτων
3. οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν
4. κρᾶσιν, ἢ θερμὴν, ἐρωτᾷν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ
5. τινι παραβάλλων ἀφωρισμένως ἑνὶ, καθάπερ, εἰ τύχοι, τῷ
6. Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν, ἢ εἶδος.
7. ἢ γὰρ ὡς ἄνθρωπον, ἢ ὡς ζῶον, ἢ ὡς οὐσίαν ἁπλῶς. τὸ
8. γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστῳ τῶν τοιούτων ὀνομάτων,
9. ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν
10. ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ
11. στοιχεῖα προσαγορεύομεν. ὥστε, τριχῶς ἑκάστου τῶν ποιῶν
12. σωμάτων λεγομένου, τῶν δύο μόνων ἡμᾶς χρήζειν εἰς τὴν
13. περὶ κράσεων πραγματείαν, ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας,
14. ἢ πρὸς τὸ σύμμετρον ὁμογενές. ἐπεὶ δὲ πολλὰ
15. τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸ
16. σῶμα καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι
1. κατὰ πολλοὺς τοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι
2. παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι
3. ταὐτὸν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος
4. ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν
5. δὲ πρὸς τὸ σύμμετρον, ὁμογενὲς ἢ ὁμοειδὲς, ἐνταῦθ’ ἤδη
6. συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους.
7. ὁ γὰρ αὐτὸς ἄνθρωπός ὑγρὸς ἅμα καὶ θερμὸς εἷναι δύναται,
8. καὶ ξηρὸς καὶ ψυχρός· ξηρὸς μὲν καὶ ψυχρὸς, ὡς
9. πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ
10. καὶ θερμὸς, ὡς πρὸς ἄλλο τι ζῶον, ἢ φυτὸν, ἢ οὐσίαν
11. ἡντιναοῦν· οἷον ὡς πρὸς μὲν ζῶον, εἰ τύχοι, μέλιττάν τε
12. καὶ μύρμηκα, πρὸς δὲ φυτὸν, ἐλαίαν, ἢ συκῆν, ἢ δάφνην,
13. πρὸς οὐσίαν δὲ τινα ἑτέραν, ἣ μήτε ζῶόν ἐστι, μήτε φυτὸν,
14. οἷον λίθον, ἢ σίδηρον, ἢ χαλκόν ἐν τούτοις δὲ τὸ
15. μὲν πρὸς ἄνθρωπον παραβάλλειν, πρὸς ὁμοειδές ἐστιν ἡ
16. παραβολὴ, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενὲς,
17. ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω
1. τοῦ ζώου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου
2. λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν.
3. καλείσθω γοῦν ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας
4. ἡ τοιαύτη σύμπασα παραβολή· τοσόνδε μόνον ἐν αὐτῇ
5. διελομένων ἡμῶν, ὡς, ἐπειδὴ μὲν ἁπλῶς οὐσία τις
6. εὔκρατος λέλεκται, καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα
7. καὶ θερμοτέρα, καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν
8. εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων
9. συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ
10. πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν·
11. ἐπειδὰν δ’ ἤτοι φυτὸν ἢ ζῶον εὔκρατον ὁτιοῦν
12. εἴπωμεν, οὐκ ἔθ’ ἁπλῶς ἐν τῇ τοιαύτῃ τάξει τἀναντία
13. παραβάλλομεν ἀλλήλοις, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν
14. ἢ τὴν τοῦ ζώου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον,
15. εἰ τύχοι, λέγοντες, ὅταν, οἵαν μάλιστα πρέπει τὴν
16. φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ, καὶ σῦν,
17. καὶ ἵππον, καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον
1. ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὴ τοῦτο, τὸ τῆς
2. οἰκείας φύσεως ἔχειν ἄριστα, ταῖς ἐνεργείαις κρίνεται, καὶ
3. γὰρ καὶ φυτὸν καὶ ζῶον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά
4. φαμεν, ὅταν ἐνεργῇ κάλλιστα. συκῆς μὲν γὰρ
5. ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ
6. ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου, τὸ πλείστας τε καὶ καλλίστας
7. εὐφορεῖν σταφυλὰς, ἵππου δὲ, τὸ θεῖν ὠκύτατα, καὶ κυνὸς,
8. πρὸς μὲν θήρας καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς
9. δὲ τοὺς οἰκείους πραότατον. ἅπαντα οὖν ταῦτα, τά τε
10. ζῶα λέγω καὶ τὰ φυτὰ, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ
11. σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης
12. ἀκριβῶς ᾖ τῶν ἐναντίων, ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν
13. αὐτῆς ὑπάρχῃ συμμετρία. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην
14. εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ
15. προσήκοντί γε καὶ κατὰ τὴν ἀξίαν ἐξετάζοντες. ἰσότης
16. οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζώοις τε καὶ φυτοῖς
17. ἐστιν, οὐχ ἡ κατὰ τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’
1. ἡ τῇ φύσει τοῦ τε ζώου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει
2. δ’ ἔσθ’ ὅτε, τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ θερμὸν τοῦ
3. ψυχροῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν
4. ἄνθρωπον, καὶ λέοντα, καὶ μέλιτταν, καὶ κύνα. πρὸς δὲ
5. τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος, ἢ ἵππος, ἢ
6. βοῦς, ἢ κύων, ἢ ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς
7. ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ
8. κρινόμενα, καθ’ ἕνα τρόπον ἀποκρινάμενον, ἀνέγκλητον εἶναι.
9. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπεξέρχεσθαι τὰς
10. διαφορὰς, ἢ, περὶ τίνος ἤρετο, πυθόμενον, ἐκείνην μόνην
11. εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζώοις ἐπυνθάνετο, τίνος εἴη κράσεως,
12. ἐπὶ τὸ μέσον ἁπάντων ζώων τῇ κράσει βλέποντα, τὴν
13. ἀπόκρισιν αὐτὴν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς πρὸς
14. ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τὰ ἐναντία τῶν ἐν
15. αὐτῷ πρὸς ἄλληλα, καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς
16. ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους
17. τῶν στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων
1. ἤρετο, πρὸς ἐκεῖνο μόνον παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ
2. τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος, ἢ τοῦδέ
3. τινος τοῦ κυνὸς, ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν,
4. οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς
5. ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις, θερμῆς
6. καὶ ξηρᾶς κράσεως εἶναι τὸν Δίων, ῥᾷστον αὐτῷ,
7. προχειρισαμένῳ τῶν ξηροτέρων καὶ θερμοτέρων ἐκείνου τὴν
8. κρᾶσιν ἄνθρωπον ὁντιναοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς
9. ἐκεῖνον ἀποφῇναι τὸν Δίωνα· τοῦτο δ’ ἄλλο τι ζῶον ἢ
10. φυτὸν, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων
11. ὑγρότερόν τινα καὶ ξηρότερον ἀποδεῖξαι τὸν Δίωνα. χρὴ
12. τοίνυν, ὃς μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται, μήθ’ ὑπ’
13. ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν,
14. καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον,
15. οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι, καὶ πρῶτον μὲν αὐτὸ δὴ
16. τοῦτο ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι
17. μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ
1. σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον
2. ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν
3. ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει
4. τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἅ δὴ καὶ πρῶτά τέ εἰσι
5. πάντων καὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων,
6. ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν,
7. ἢ ἐλλείπουσαν τῆσδε, θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν
8. εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ
9. καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι.
10. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν
11. αὐτὴν ἢ θερμὴν, ἢ ξηρὰν, ἢ ψυχρὰν, ἢ ὑγράν ὑπάρχειν.
12. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ
13. ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει.
14. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπ’ αὐτὴν πέπτωκεν,
15. ὡς ἀνώτατον τὸ γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ
16. κοινόν ἐστιν ἥδε, καὶ ἀνθρώπου, καὶ κυνὸς, καὶ πλατάνου,
1. καὶ συκῆς, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ τῶν ἄλλων ἁπάντων
2. γένος. ὑπ’ αὐτῇ δ’ ἐστὶν ἕτερα γένη πολλά· τὸ μὲν
3. ζῶον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ
4. βοτάνης· ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ
5. φωκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας
6. τε καὶ συκῆς γένος· ἡ βοτάνη δὲ ἀναγαλλίδος τε καὶ παιονίας.
7. ἔσχατα δ’ ἤδη γένη ταῦτα· καὶ διὰ τοῦτο καὶ
8. εἴδη προσαγορεύεται, κόραξ, καὶ φωκὶς, καὶ συκῆ, καὶ
9. ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος, καὶ βοῦς, καὶ κύων.
10. ἄνωθεν μὲν οὖν κατιόντων, ἔσχατα γένη ταῦτα, καὶ διὰ
11. τοῦτο καὶ εἴδη προσαγορεύεται· κάτωθεν δ’ ἀνιόντων ἀπὸ
12. τῶν ἀτόμων οὐσιῶν, πρῶτα. καὶ δέδεικται πρὸς ἑτέρου
13. γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα ξύμπαντα τὰ
14. μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη τε ἅμα
15. καὶ γένη προσαγορεύουσιν.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.6, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.6, ed. Kühn, 1821, vol. 1, p. 538-551. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩