16. Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα, καὶ
17. ὡς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τε καὶ ψυχρὸν,
18. καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἀποδέδεικται, ζητητέον
1. ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κᾷνταῦθα χρὴ πρότερον
2. ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν ἐξ
3. ἀνάγκης μελλόντων εἰς τὸν ἐφεξῆς λόγον, ἐξαπλῶσαί τέ τι
4. πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς
5. γε πᾶσι τοῖς ἐντυγχάνουσι τῷδε τῷ γράμματι νοηθῆναι
6. δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπὼν,
7. οὕτως ἐπάνειμι ἐπὶ τὸ πρᾶγμα. τὸ θερμὸν, καὶ τὸ ψυχρὸν,
8. καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅτι μὲν οὐχ ἕν τι σημαίνει,
9. ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν·
10. ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας,
11. ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν, οὕτως ὀνομάζουσιν
12. ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δὲ αὐτὸ
13. λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ, λευκὸν, ὄνομα, κατά τε
14. τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον
15. ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου
16. τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν
17. εἶναι φάσκωσιν, οὕτω καὶ τὸ, θερμὸν, ὄνομα, κατά τε
1. τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,
2. ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὅ τὴν θερμότητα δέδεκται.
3. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν
4. σῶμα ἑτέραν χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν,
5. ὡς ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις δείκνυται. θερμότης
6. μὲν οὖν ποιότης· ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ
7. λευκότης καὶ λευκόν. αὐτὸ δὲ σῶμα τὸ θερμὸν ἓν
8. τοῦτο μόνον ὄνομα κέκτηται, τὸ θερμὸν, ὥσπερ τὸ λευκόν·
9. οὐ μὴν οὔτε θερμότης, οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε
10. προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ξηρὸν, καὶ
11. ψυχρὸν, καὶ ὑγρὸν ὀνομάζεται αὐτό τε τὸ σῶμα καὶ ἡ
12. ποιότης. οὐ μὴν ἡ ψυχρότης, ἢ ξηρότης, ἢ ὑγρότης
13. ἔτι τὸ σῶμα καλεῖται, καθάπερ ἡ ἐν αὐτῷ ποιότης. τούτων
14. δ’ οὕτως ἐχόντων, εὔλογον, ἐπειδὰν μὲν ἤτοι
15. θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίνεσθαι
16. σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ
17. ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος, ἢ ψυχρὸν,
18. ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον
1. αὐτὴν ὀνομάζεται, πρόχειρον γίνεσθαι τῷ κακουργεῖν ἐθέλοντι,
2. τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ
3. σοφίζεσθαι. τοιοῦτο γάρ τοι δρῶσι καὶ πρὸς τὸν ἀφορισμὸν
4. ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· τὰ αὐξανόμενα
5. πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. οὐ γὰρ σῶμά τι θερμὸν
6. τὸ ἔμφυτον τῷ ζώῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες,
7. οὐδὲ ζητήσαντες, ὅ τί ποτέ ἐστι τοῦτο, κατὰ τῆς
8. ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι
9. τοὔνομα δεξάμενοι, τὴν ἀντιλογίαν οὕτω ποιοῦνται.
10. καίτοι φαίνεται σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας,
11. ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.7, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.7, ed. Kühn, 1821, vol. 1, p. 551-554. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩