12. Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται,
13. ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος
14. ἀκράτου καὶ ἀμίκτου ποιότητος, ὑγρότητός τε καὶ ξηρότητος,
15. καὶ θερμότητος καὶ ψυχρότητος, ὅσα ταύτας διεδέξαντο
16. σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ
17. ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἔσται. ταυτὶ μὲν οὖν μοι νόει
1. τὰ τῶν γινομένων τε καὶ φθειρομένων στοιχεῖα· τὰ δ’ ἄλλα
2. σώματα, τά τε τῶν ζώων, καὶ τὰ τῶν φυτῶν, καὶ τὰ τῶν
3. ἀψύχων ἁπάντων, οἷον χαλκοῦ, καὶ σιδήρου, καὶ λίθων, καὶ
4. ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ
5. αὐτῶν οὔτ’ ἄκρως θερμὸν, οὔτ’ ἄκρως ψυχρὸν, οὔτ’ ἄκρως ὑγρὸν,
6. οὔτ’ ἄκρως ξηρόν ἐστιν. ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει
7. τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν,
8. ἢ ξηρὸν, ἢ ὑγρὸν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν,
9. ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν, ἢ μᾶλλον ὑγρὸν ἢ ξηρόν.
10. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν
11. ἐναντιώσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν, ἢ
12. ξηρὸν, ἢ ὑγρὸν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται. θατέρου
13. δὲ πλεονεκτήσαντος, ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν,
14. ἢ κατ’ ἀμφοτέραν, οὐκ ἔτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη
15. μᾶλλον, ἢ ψυχρὸν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται·
16. ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν· κατὰ ταὐτὰ δὲ καὶ εἰ
1. ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν. εἰ δ’ ἐξ ἑκατέρας
2. τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα
3. καὶ ὑγρὸν, ἢ θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν ἅμα καὶ
4. ὑγρὸν, ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν, ὀνομασθήσεται τὸ σῶμα
5. κατὰ τὸ ἐπικρατοῦν. ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας,
6. ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γινώσκουσιν
7. ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας ἐξ ἡμίσεως
8. τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν,
9. ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’
10. ὅτι γε δυνατὸν, ἐπικρατοῦντος τοῦ θερμοῦ, μηδὲν μᾶλλον
11. ὑγρὰν καὶ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ,
12. πρόδηλον μὲν οἶμαι κᾀκ τῶν ἤδη προειρημένων εἶναι.
13. ῥᾷστον δὲ, κᾂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι,
14. συγχωρησάντων γε ἅπαξ αὐτῶν, ἑτέραν μὲν εἶναι κρᾶσιν
15. ὑγρὰν καὶ θερμὴν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ
16. γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμὴν,
17. ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτὴν, ἐγχωρήσει δηλονότι
1. καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως,
2. ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα
3. ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ
4. μὴν οὔθ’ ὑγρὰν, οὔτε ξηρὰν ὑπάρχειν αὐτὴν ἀνάγκη, ἀλλ’
5. ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κᾀνταῦθα τὸν αὐτὸν
6. ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν
7. εἶναι τὴν ψυχρὰν, ἀλλ’ , χωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον,
8. ὡς καὶ τὴν μέσην ἐγχωρήσει, ἐγγυτέρω γάρ ἐστιν
9. αὕτη τῆς ὑγρᾶς, ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο
10. δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν
11. θερμὴ μόνον, ἡ δὲ ψυχρά· κατὰ τὸν αὐτὸν τρόπον ἕτεραι
12. δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν
13. ξηρὰ μόνον, ἡ δ’ ὑγρὰ, συμμέτρως ἐχόντων πρὸς ἄλληλα
14. τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κᾀνταῦθα φήσομεν,
15. ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον, ἥ τίς ἐστι ξηρὰ κρᾶσις,
16. εὐθὺς ταύτην εἶναι καὶ θερμὴν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν
17. ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί
18. τινα, μήτε θερμὴν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν
1. δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν
2. κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν, οὔτε ψυχρὰν ὑπάρχειν,
3. ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν.
4. εἰ τοίνυν οὐκ ἀναγκαῖον, οὔτε τῇ κατὰ τὸ ψυχρὸν
5. καὶ θερμὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως
6. ἕπεσθαι, οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ
7. τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν
8. ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι, καὶ τὴν ἐν τούτοις πάλιν
9. εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας
10. τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί
11. τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι
12. τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς
13. ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν
14. ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου
15. τῆσδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἐστὶν
16. ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος, κατὰ δὲ τὴν ἑτέραν
17. δύσκρατος ὑπάρχουσα, ἥτις ἐξ ἡμίσεως μὲν εὔκρατος, ἐξ
1. ἡμίσεως δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο
2. τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ταῦθ’
3. οὕτως ἔχει, ὥσπερ οὖν καὶ ἔχει, θαῤῥούντως ἤδη λέγομεν,
4. ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφορὰς, εὔκρατον μὲν
5. μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτὼ, τέτταρας μὲν ἁπλᾶς,
6. ὑγρὰν, καὶ ξηρὰν, καὶ θερμὴν, καὶ ψυχρὰν, ἄλλας δὲ
7. τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν, καὶ ξηρὰν
8. ἅμα καὶ θερμὴν, καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν, καὶ ψυχρὰν
9. ἅμα καὶ ξηράν.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.8, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.8, ed. Kühn, 1821, vol. 1, p. 554-559. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩