10. Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ
11. μᾶλλόν τε καὶ τὸ ἦττον πάμπολυ, κατά τε τὰς ἁπλᾶς
12. λεγομένας κράσεις, ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ
13. καθ’ ἕν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι
14. κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ
15. τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων.
16. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων, ῥᾳδίως ἐξευρήσει τὸ
1. πλεονάζον ἢ τὸ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν
2. ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων,
3. ἅς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζώων μόνον, ἢ φυτῶν,
4. ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κᾀνταῦθα τό γε τοσοῦτο
5. χρὴ διαστείλασθαι περὶ ὀνομάτων, ὡς θερμὴ κρᾶσις
6. ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει
7. ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ὃ λέγεται,
8. ῥᾷστον δ’ αὐτοῖς γενέσθαι, φυσικήν τινα ἐπιτηδειότητα
9. κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν
10. τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ
11. ὑγρῶν, ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι, κᾄπειτα μεταβῶμεν
12. ἐπί τε τὰ ζῶα καὶ τὰ φυτά. τελέως γὰρ ἂν οὕτως
13. ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. ἐπειδὴ τοίνυν τὸ
14. μέσον ἐν ἅπαντι γένει, καὶ μάλιστα κατὰ τὰς συμπάσας
15. οὐσίας, ἐκ τῆς τῶν ἄκρων μίξεως γίνεται, χρὴ καὶ τὴν
16. νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι.
17. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾶστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου
1. πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς, ἤ τινος
2. ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον κατελθόντες
3. ἁπάντων ὧν ἴσμεν, οἶον κρύσταλλον, ἢ χιόνα, νοήσαντές τι
4. διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν
5. τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων
6. ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα,
7. τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ
8. ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει, τοῦ τε
9. καίοντος καὶ τοῦ ναρκοῦντος διὰ ψύξιν. οὔκουν οὐδὲν ἔτι
10. χαλεπόν ἐστι, τοῦ κραθέντος οὕτως ἁψαμένους, ἔχειν τὸ
11. μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν
12. ἀντιθέσει, καὶ μεμνῆσθαι τούτου, καὶ κρίνειν ἅπαντα τἄλλα
13. καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν
14. γῆν, ἢ τέφραν, ἤ τι τοιοῦτο ἕτερον ἀκριβῶς αὐχμηρὸν
15. ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ, τὸ μέσον ἐργάσῃ
16. σῶμα τῆς κατὰ τὸν ξηρόν τε καὶ ὑγρὸν ἀντιθέσεως. οὔκουν
17. οὐδὲ ἐνταῦθα χαλεπὸν οὐδὲν, ὄψει τε ἅμα καὶ ἁφῇ τὸ
1. τοιοῦτο σῶμα διαγνόντας, παραθέσθαι τῇ μνήμῃ, καὶ τούτῳ
2. κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων
3. ἢ πλεοναζόντων ὑγρῶν καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι
4. τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς
5. ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο, τουτὶ τὸ μέσον
6. ὑγροῦ καὶ ξηροῦ σῶμα φαντασίαν ἐνίοτε παρέξει ψευδῆ,
7. καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ
8. ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον, ἢ δεῖ, τηκόμενόν
9. τε καὶ ῥέον, ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει. ψυχόμενον
10. δὲ περαιτέρω τοῦ προσήκοντος, ἵσταταί τε καὶ πήγνυται,
11. καὶ ἀκίνητον γίνεται, καὶ σκληρὸν ἁπτομένοις φαίνεται,
12. κᾀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος.
13. εἰ δ’, ὥσπερ ὑγροῦ καὶ ξηροῦ μετέσχεν ἴσον, οὕτω καὶ θερμότητός
14. τε καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν, οὔτε μαλακὸν
15. ἁπτομένῳ φαίνεται τὸ τοιοῦτο σῶμα. τὸ μὲν οὖν ὅλα
16. δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν,
17. καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ
1. φυραθεῖσα μέμικται μὲν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται
2. πᾶσα παντὶ, παράθεσις μήν ἐστι τὸ τοιοῦτο κατὰ
3. σμικρὰ, καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω
4. κεράσαι θεοῦ καὶ φύσεως ἔργον. ἔτι δὲ μᾶλλον, εἰ τὸ
5. θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο.
6. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν
7. τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως
8. τοῦτό γε μόνης ἢ θεοῦ τὸ ἔργον, ἀλλὰ καὶ ἡμέτερόν
9. ἐστιν. οὐδὲ γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι
10. πηλὸν ἐκ τῆς τοιαύτης μίξεως· ὡσαύτως δὲ καὶ
11. θερμοῦ καὶ ψυχροῦ. καί σοι φανεῖται τὸ τοιοῦτο σῶμα
12. καὶ τῇ θερμότητι μὲν καὶ τῇ ψυχρότητι εὔκρατον, ἀλλὰ
13. καὶ σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ. τοιοῦτο
14. δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων
15. τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ, καὶ σκληροῦ καὶ
16. μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων
17. γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον
1. ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ
2. τῶν ζώων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων
3. τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ.
4. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας,
5. οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις
6. κερασθέντων, ὅπερ οὐκ ἔτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός
7. ἐστιν, ἀλλὰ φύσεως τὸ ἔργον. ὅσα μὲν οὖν σκληρότερα
8. τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ, καὶ χόνδροι,
9. καὶ κέρατα, καὶ τρίχες, ὄνυχές τε καὶ σύνδεσμοι, καὶ
10. ὁπλαὶ, καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα
11. δὲ μαλακώτερα, καθάπερ αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ,
12. καὶ στέαρ, καὶ μυελὸς, ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ
13. πλέον ἐν τούτοις ἐστὶν, ἢ ξηροῦ. καὶ μὲν δὴ καὶ ὅσῳ τὸ
14. πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει ξηρότητι
15. τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον.
16. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν
17. ἐφάπτεσθαι, καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐχὶ ζώων μόνον,
18. ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν
1. ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς
2. χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς
3. ὑπερβολάς. ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον
4. ἐπισκεψώμεθα, τίς ἄριστα πάντων κέκραται ἄνθρωπος, ὃν
5. καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων καὶ
6. τῶν ἄλλων ζώων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ
7. κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας,
8. θερμοὺς καὶ ψυχροὺς, καὶ ξηροὺς καὶ ὑγροὺς
9. ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ
10. γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι
11. μέσον φαίνεσθαι χρὴ τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς
12. ἀνθρώπους τε καὶ ζῶα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας
13. γνωρίσματα κοινὰ προείρηται· τὰ δ’ ὡς ἐν ζώων εἴδεσιν
14. ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει
15. δ’ ἀνθρώπῳ μὲν εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ
16. τε ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δὲ ἀλκιμωτάτῳ μόνον,
17. ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτω. καὶ μέν με καὶ ὡς
18. τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι χρὴ τῷ τῆς ψυχῆς
1. ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ
2. ζώων μορίων· λέλεκται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν
3. ἦττον. ἡ μὲν δὴ μέθοδος ἥδε. τὸ δ’ ἀσκῆσαι γνωρίζειν
4. ἑτοίμως ἐν ἑκάστῳ γένει ζώου καὶ κατὰ τὰ σύμπαντα
5. τὸ μέσον, οὐ τοῦ τυχόντος ἀνδρὸς, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου,
6. καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως
7. ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον.
8. οὕτω γοῦν καὶ πλάσται, καὶ γραφεῖς, ἀνδριαντοποιοί τε καὶ
9. ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσί τε καὶ πλάττουσι
10. καθ’ ἕκαστον εἶδος, οἶον ἄνθρωπον εὐμορφότατον, ἢ
11. ἵππον, ἢ βοῦν, ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει
12. σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται, Πολυκλείτου
13. κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ
14. τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών.
15. ἔστι μὲν οὖν ἐπιπλέον, ὃν νῦν ἡμεῖς ἐζητοῦμεν,
16. ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος
1. ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος,
2. ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης
3. τῇ τῶν τεσσάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα
4. θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως
5. εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ
6. γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔγγονον. εὐθὺς
7. δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι, καὶ ταῖς ἐνεργείαις
8. ἄριστα διακεῖσθαι, καὶ σκληρότητός τε καὶ μαλακότητος
9. ἔχειν μετρίως, θερμότητός τε καὶ ψυχρότητος· καὶ ταῦθ’
10. ὑπάρχειν ἅπαντα τῷ δέρματι, καὶ τούτῳ μάλιστα τῷ τῆς
11. χειρὸς ἐντὸς, ὅταν μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷον τοῖς
12. ἐρέττουσί τε καὶ σκάπτουσι γίνεται. διττῆς γὰρ ἕνεκα χρείας
13. τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ
14. μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δὲ εἰς τὴν
15. τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. καὶ δὴ καὶ τὸ δέρμα
16. τὸ μέσον οὐ μόνον ἁπάντων ἀνθρωπίνων μορίων, ἀλλὰ
17. καὶ τῆς ὅλης οὐσίας, καὶ πάντων τῶν ἐν γενέσει καὶ
1. φθορᾷ σωμάτων, οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ
2. λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν
3. ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε
4. καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων μορίων,
5. ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητος καὶ ψυχρότητος,
6. ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ
7. οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε
8. καὶ σαρκὸς, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ
9. νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν· σὰρξ δὲ πολύαιμός
10. τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα, μήτ’
11. ἄναιμον τὸ πάμπαν, ὡς νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον, ὡς
12. ἡ σὰρξ, γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον
13. ἁπάντων τῶν τοῦ ζώου μορίων προστησάμενος ἐξετάζεις
14. τε καὶ παραβάλλεις αὐτῷ τἄλλα, τὰς ὀκτὼ διαφορὰς
15. εὑρήσεις τῆς δυσκρασίας ἐν αὐτοῖς. καὶ δὴ καὶ κατὰ μέρος
16. δίειμί σοι περὶ πάντων ἑξῆς. φλέγμα μὲν οὖν ὑγρότατόν
17. ἐστι καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως
1. ὑγρὸν, ὡς τὸ φλέγμα. θρὶξ δὲ ξηροτάτη τε καὶ ψυχροτάτη·
2. ἧττον δὲ αὐτῆς ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρὸν, καὶ
3. τοῦδε χόνδρος ἧττον ξηρός. ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος,
4. καὶ ὃν χονδροσύνδεσμον ὀνομάζουσιν, ἔπειτα τένων, εἶθ’
5. ὑμὴν, καὶ ἀρτηρία, καὶ φλὲψ, αὐτὰ δηλονότι τὰ σώματα
6. τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα
7. κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά
8. τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν
9. οὐκ ἔτι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον μαλακὸν,
10. ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος.
11. οὕτω δὲ καὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα
12. τοσούτῳ ψυχρότερα δέρματος, ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ
13. γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω
14. καὶ φλεβὸς, ἄναιμοί τέ εἰσι καὶ ψυχροὶ τῇ φύσει· τῇ γειτνιάσει
15. δὲ τοῦ αἵματος θερμαίνονται, καὶ εἰς μέσην ἀφικνοῦνται
16. κατάστασιν κράσεως. τὸ δὲ αἷμα πάλιν αὐτὸ
17. παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ
1. σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζώου μορίων ἐναιμότατόν
2. τε ἅμα καὶ θερμότατον· ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ.
3. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ
4. δ’ ἧπαρ πολύ. καὶ τοίνυν ὑγροτέρα τοσούτῳ δέρματός
5. ἐστιν, ὅσῳ μαλακωτέρα. καὶ μὴν δὴ καὶ σὰρξ ὑγροτέρα
6. δέρματος· ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δὲ ὑγρότερος
7. μὲν, ἀλλὰ καὶ ψυχρότερος· καὶ τοῦδε μᾶλλον ἐγκέφαλος
8. υγρότερος, ἔτι δὲ τούτου μᾶλλον πιμελή, καὶ ἡ πῆξις
9. αὐτῆς, διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε
10. παχεῖ, καὶ διὰ τοῦτο πήγνυται, ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα
11. μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι πιμελὴν, οὔτ’
12. ἀρτηρίαις καὶ φλεψὶν, οὔτε καρδίᾳ δυνατὸν, ἀλλ’ οὐδ’
13. ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε πάνυ ψυχρῷ,
14. διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως
15. πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται,
16. καὶ διὰ τοῦτο ἦττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ
17. πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σὰρξ, οὐδὲ γὰρ αὕτη
1. χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός
2. τε καὶ τῶν νεφρῶν ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι
3. ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις
4. ἐν τῷ μεταξὺ λόγῳ διέξειμι· καὶ μὲν δὴ καὶ ὅσα
5. λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν
6. ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.9, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.9, ed. Kühn, 1821, vol. 1, p. 559-571. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩