ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ
ΔΕΥΤΕΡΟΝ.
1. Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν
2. ὑγρόν τε καὶ ξηρὸν σῶμα, καὶ θερμὸν καὶ ψυχρὸν, ἐν τῷ
3. πρὸ τοῦδε λόγῳ διῄρηται. δέδεικται δὲ, ὡς ἐννέα διαφοραὶ
4. τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ
5. λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν
6. ἑκάστῃ πλεονεκτούσης ποιότητος, ἤτοι θερμότητος, ἢ ψυχρότητος,
7. ἢ ξηρότητος, ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν
8. ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’
9. ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν,
1. ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. ἐφεξῆς δὲ
2. τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες, ὑπὲρ τῆς εὐκράτου
3. φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ,
4. καὶ δυνάμει, καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον
5. ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων
6. φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο· περὶ πρώτου δεῖν
7. ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου.
8. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων
9. ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς
10. μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται.
11. τὰ δὲ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις
12. τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται. καὶ διὰ
13. τοῦτο ταὐτὸ σῶμα ζώου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι
14. δύναται τῶν ὁμογενῶν ἁπάντων, τοῦτ’ ἔστιν εὔκρατόν τε
15. καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ
16. τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζώων ἢ ἀψύχων γένει.
1. τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα, τῷ τοῦ νεκροῦ παραβαλλόμενον,
2. ὑγρότερόν ἐστι καὶ θερμότερον. οἷον, εἰ τύχοι,
3. λέων ζῶν λέοντος τεθνεῶτος, ἢ αὐτὸς ἑαυτοῦ τις, ἢ ἕτερος
4. ἑτέρου θερμότερός ἐστι καὶ ὑγρότερος. καὶ διὰ τοῦτ’
5. εἴρηται πρὸς τῶν παλαιῶν, ὑγρόν τε εἶναι καὶ θερμὸν τὸ
6. ζῶον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς,
7. ἢ τῆς θερμότητος. οὕτως μὲν γὰρ εὑρεθήσεται πάμπολλα
8. ζῶα ψυχρὰ καὶ ξηρὰ, καθάπερ ἐμπίδες τε καὶ κώνωπες,
9. καὶ μυῖαι, καὶ μέλιτται, καὶ μύρμηκες, ἀλλ’ ὡς τοῖς
10. τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ μέλιττα ζῶσα τεθνεώσης
11. μελίττης ὑγροτέρα τέ ἐστι καὶ θερμοτέρα, καὶ μύρμηξ
12. μύρμηκος. ἀνθρώπῳ μέντοι παραβαλλόμενα, καὶ ἵππῳ, καὶ
13. βοῒ, καὶ τοῖς ἄλλοις ζώοις τοῖς ἐναίμοις, ἅπαντα τὰ τοιαῦτα
14. ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστιν. καὶ μὲν δὴ κᾂν
15. εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως
16. ἐκπέπτωκε τοῦ ξηρά τε εἶναι ταῦτα καὶ ψυχρά. ὥσπερ
17. γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος,
1. ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον
2. ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τῷ μέσῳ,
3. οὐκέτι εὔκρατον, ἀλλ’ ἤτοι ψυχρὸν, ἢ ξηρὸν, ἢ θερμὸν,
4. ἢ ὑγρὸν ὀνομασθήσεται. δέδεικται γὰρ δὴ πρόσθεν, ὡς
5. ἄνθρωπός ἐστιν οὐ τῶν ζώων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ
6. τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δὲ ἐκ πολλῶν καὶ
7. διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων
8. τῇ κράσει, τοῦτο καὶ ἁπλῶς ἐστιν εὐκρατότατον. τὸ
9. γὰρ τοῦ μέσου τῇ κράσει ζώου μέσον μόριον ἁπάντων
10. ἐστὶν ἁπλῶς εὐκρατότατον. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ
11. τὸ καλούμενον δέρμα, καὶ μάλιστα τοῦ δέρματος
12. τὸ τῶν χειρῶν ἐντὸς, ἐὰν, οἶον ὑπὸ τῆς φύσεως ἀπεργασθῇ,
13. τοιοῦτο φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου
14. τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐλέχθη
15. πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι
16. καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν.
1. εὐκρατότατος δ’ ἐστὶν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται
2. μέσος ἀκριβῶς τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος,
3. μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ
4. ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων
5. σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν, ἢ
6. πυρώδη καὶ δριμεῖαν, ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν
7. δέ τινα ψύξιν. ἀκούειν δὲ χρὴ ψύξιν ἐπικρατοῦσαν,
8. ὡς ἐν ζώου σώματι, καὶ ταῦτα ἐναίμου τε καὶ ὑγροῦ ὄντος.
9. τῷ μὲν οὖν δὴ σώματι τοιοῦτος ὁ εὔκρατος ἄνθρωπος.
10. ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός
11. τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέους τε καὶ
12. φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος,
13. φιλάνθρωπος, συνετός. ἐκ τούτων μὲν ὁ εὐκρατότατος ἄνθρωπος
14. γνωρίζεται πρώτως καὶ μάλιστα. προσέρχεται δ’
15. αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων. καὶ γὰρ ἐσθίει
16. καὶ πίνει σύμμετρα, καὶ πέττει καλῶς τὰς τροφὰς, οὐκ ἐν
17. γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ, καὶ καθ’ ὅλην τὴν
1. ἕξιν τοῦ σώματος, ἁπάσας τε, συνελόντι φάναι, τάς τε
2. καλουμένας φυσικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους
3. ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται, καὶ
4. ταῖς τῶν κώλων κινήσεσιν, εὔχρους τ’ ἐστὶ καὶ εὔπνους
5. ἀεὶ, καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου, καὶ ψιλοῦ
6. τριχῶν καὶ δασέος, καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ· καὶ
7. τρίχας ἔχει, παῖς μὲν ὢν, πυῤῥοτέρας μᾶλλον ἢ μελαντέρας,
8. ἀκμάζων δ’ ἔμπαλιν.