9. Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας
10. αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι
11. καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου
12. τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ
13. πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις,
14. εὐπορωτάτους τε ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται,
15. ταύτην νῦν ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον
16. ἐν ταῖς μήτραις τῶν τικτουσῶν τὸ ζῶον, ἵνα γνῶμεν,
17. ὅπως ὑγρότατόν ἐστι καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη
1. σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν
2. χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γινομένων,
3. ὑμένες μὲν πρῶτον διαπλάττονται, καὶ χιτῶνες, καὶ σπλάγχνα,
4. καὶ ἀγγεῖα, τελευταῖα δὲ ὀστᾶ, καὶ ὄνυχες, καὶ χόνδροι
5. πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι
6. τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν, ἢ πήγνυσθαι,
7. τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν,
8. καὶ ὑμένες, ἀρτηρίαι τε, καὶ νεῦρα, καὶ φλέβες, τεινομένης
9. αὐτῆς, ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ
10. σπλάγχνα πηγνυμένης ἀποτελοῦνται. τελειωθέντων δ’
11. οὕτω, τίκτεται μὲν ἐφεξῆς ἐν τῇ κυήσει. ἔτι δ’ ὑγρὸν
12. ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον, καὶ σπλάγχνοις,
13. καὶ σαρξὶν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀστοῖς, ἃ δὴ ξηρότατα
14. τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα
15. καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν
16. βρεφῶν, ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν
17. ἅπαντι τῷ σώματι τῶν παιδίων. ἀλλὰ καὶ εἰ νέον ἱερεῖον
1. εἴτ’ ἐσθίειν ἐθέλοις, εἴτ’ ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη
2. μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δὲ ὀστῶδες
3. γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερὲς, ὥστε μηδὲ
4. φαγεῖν ἡδέα δι’ ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογνῶν
5. ζώων εἶναι τὰ σώματα. καὶ μάλιστά γε τοῦτο πέπονθε
6. τὰ ὕεια καὶ τὰ πρόβατα, διότι καὶ μάλιστ’ ἐστὶν ὑγρότερα.
7. τὰ δ’ αἴγεια, διότι ξηρότερα, βελτίω τέ ἐστι καὶ ἡδίω
8. φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα
9. ξηρὰ μὲν ἱκανῶς, καὶ ἄνικμα, καὶ ἄχυμα, τά τ’ ὀστᾶ
10. σύμπαντα, καὶ τοὺς σύμπαντας συνδέσμους αὐτῶν ἔχει,
11. νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα, καὶ τὰς ἀρτηρίας,
12. καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα διὰ τὴν ἡλικίαν, δίκην
13. ἱμάντων ἀηδῆ καὶ ἄχυμα. τὰ δ’ ἐν τῷ μέσῳ τούτων, καὶ
14. τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε ταῖς ἡλικίαις,
15. ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος·
16. ὅσα δὲ νεώτερα, καὶ ἔτ’ αὐξανόμενα, τοσοῦτον καὶ
17. ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀπεχώρησεν, ὅσον καὶ
1. ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων
2. τῶν ζώων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων, οὔτ’ εἰς
3. ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι
4. καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν
5. ἡλικία. τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν
6. ἀπεφήναντο τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων
7. ἀπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς,
8. αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης, ἔν τε τῷ στόματι σιέλου
9. πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι, καὶ ἀναπτύουσι
10. φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι
11. τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δὲ αὐτοῖς πεπλήρωται φλέγματος,
12. ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’
13. οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τὰ τῶν γηρώντων εἶναι
14. σώματα. τὰ μὲν γὰρ νεῦρα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας,
15. καὶ τοὺς ὑμένας, καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα
16. μὲν εὑρήσεις τῶν πρόσθεν πολὺ, περιπεπλασμένον δ’
17. αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν, ἢ
1. ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα
2. γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν
3. μοι δοκεῖ τῇ ξηρότητι. δι’ αὐτὸ γάρ τοι τοῦθ’ ἕκαστον
4. τῶν μορίων ξηρότερον γίνεται, ὅτι μηκέθ’ ὁμοίως
5. τρέφεται νῦν ὑπ’ ἀῤῥωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ
6. ἔξωθεν αὐτοῦ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ’
7. αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι, μήθ’ ἕλκειν εἴσω
8. τὴν τροφὴν δυναμένου, μήτ’ ἀπολαύειν ἱκανῶς. ὑγρὸς οὖν
9. ὁ γέρων ἐστὶν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι,
10. καὶ ξηρὸς, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς
11. μορίοις αὐτοῖς, ὥστ’ ἄλλῳ μὲν ξηρὸς, ἄλλῳ δ’ ὑγρός.
12. ἀλλ’ οὐ περὶ τῶν περιττωμάτων αὐτῶν νῦν ὁ λόγος, ἀλλὰ
13. τῶν οἰκείων μορίων ἐστίν· ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι
14. τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς
15. ὁ παῖς ἦν ὑγρὸς, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος,
16. ὀστοῖς καὶ ὑμέσι, καὶ συνδέσμοις, καὶ ἀρτηρίαις, καὶ φλεψὶ,
17. καὶ νεύροις, καὶ χιτῶσι, καὶ σαρξί. καὶ δικαίως Ἀριστοτέλης
18. εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ
1. φυτὰ, νέα μὲν ὄντα, μαλακά τ’ ἐστὶ καὶ ὑγρά· γηρῶντα
2. δὲ, ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα· τελευτῶντα δὲ,
3. τελέως ἀποξηραίνεται, καὶ τοῦτ’ ἔστιν αὐτοῖς ὁ θάνατος.
4. ὅτι μὲν οὖν ξηρόταταν ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν
5. εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ’
6. ἐναργέστερον, ὥστ’ οὐδ’ ἀμφισβητήσειεν οὐδεὶς ὑπέρ γε
7. τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται,
8. καὶ ῥᾳδίως ἀποψύχονται, καὶ μελαίνονται, καὶ πελιδνοῦνται,
9. καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις,
10. παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις,
11. βρόγχοις. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα,
12. καὶ διὰ τοῦτο συναπόλωλε καὶ ἡ τῆς χρόας ἐρυθρότης.
13. ἀλλὰ καὶ πέψις αὐτοῖς, καὶ ἀνάδοσις, ἐξαιμάτωσίς τε, καὶ
14. πρόσθεσις, καὶ θρέψις, ὄρεξίς τε, καὶ αἴσθησις, καὶ κίνησις,
15. ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ
16. ἄλλο ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστ’, εἴπερ ὁ
17. θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ
18. γῆρας οἷον μαρασμός τις αὐτῆς. οὐ μὴν περί γε τῆς τῶν
1. παίδων ἡλικίας καὶ τῶν ἀκμαζόντων οὔθ’ ὁμολογεῖται
2. τοῖς ἰατροῖς, οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές.
3. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι, τῶν τε τοὺς παῖδας ἀποφῃνάντων
4. θερμοτέρους εἶναι τῶν ἀκμαζόντων, καὶ τῶν
5. ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν
6. γὰρ, ὅτι θερμότατον ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζώῳ κατὰ
7. φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός· εἶθ’ ὅτι καὶ τὰ
8. κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστὶν,
9. ὕστερον δὲ, διαπλαττομένων ἤδη τῶν μορίων, τὸ μὲν
10. ὀστοῦν γίνεται, τὸ δὲ ἀρτηρία, τὸ δὲ φλὲψ, τὸ δ’ ἄλλο
11. τι, πάντα μὲν ἐρυθρὰ, καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου
12. τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον
13. εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας, ὅσῳπερ
14. ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων.
15. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα,
16. καὶ πλέον ἢ ἐν τοῖς παισὶν, ὥστε συνεχῶς διὰ τοῦθ’
17. αἱμοῤῥαγεῖν , ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς,
1. αἵματος πολὺ θερμότερος ὑπάρχων, πλεῖστος αὐτοῖς ἐστι,
2. καὶ διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς
3. ἀκμάζοντας. αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν, οἱ μὲν, ὅτι καὶ
4. αὐξάνονται, καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος
5. ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν
6. ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν
7. αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ
8. ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ
9. ὅπως πλεονεκτεῖν, ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι.
10. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίνεσθαι τῶν
11. σιτίων, καὶ διαχωρήσεις ὑγρῶν, καὶ τραχέων, καὶ ἀχυμώτων
12. αὐτῶν. εἰ δ’ ὀρέγονται πλειόνων, οὐδὲν εἶναι
13. τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ
14. οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῶα, τοὐναντίον
15. δ’ ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα
16. δὲ, διότι μὴ μόνον εἰς θρέψιν, ἀλλὰ καὶ εἰς αὔξησιν
17. αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων
18. προσδεῖσθαι. καὶ μέντοι ταῖς ἄλλαις ἐνεργείαις
1. ἁπάσαις καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας
2. τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν, οὔτε θεῖν, οὔτε
3. βαστάζειν, οὔθ’ ὅλως τι τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως
4. ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις
5. ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς· ὅλως δὲ
6. τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ’ ἤδη τέλειον εἶναι ζῶον. ἐν δὲ
7. τοῖς τελείοις εὔλογον τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον
8. τῶν στοιχείων φασὶν ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους
9. πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἐστι γιγνομένους, ἐλαχίστους
10. δὲ τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασὶν, οὐδὲ
11. μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι, ἢ τοῦ θερμοῦ
12. νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος,
13. ὡς ἔκ τε τῶν οἰνωθέντων ἐστὶν ἰδεῖν, ἔτι τε τῶν πλείω
14. λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι, καὶ μανδραγόρας,
15. καὶ θριδακίνη, καὶ πάνθ’ ὅσα τὴν κρᾶσιν ὑγρότερα
16. καὶ ψυχρότερα. τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις
17. εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως.
1. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι
2. δοκεῖ, τοῦ τύπου τῶν ἐπιχειρημάτων σαφῶς ἤδη κᾀξ ὧν
3. εἰρήκαμεν ἐγνωσμένου. πόῤῥωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν
4. ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται, καὶ ὥσπερ
5. εἰδότων ἤδη τῶν ἀκροατῶν, ὅπως μὲν αὔξησις, ὅπως δὲ
6. πέψις, ὅπως δὲ θρέψις γίνεται, ποιοῦνται τὸν λόγον.
7. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως, καὶ κινήσεως, καὶ πρακτικῶν,
8. καὶ φυσικῶν ἐνεργειῶν διέρχονται, καὶ γενέσεως ὕπνου
9. μνημονεύουσι, καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι
10. καὶ ῥᾳδίως γνώριμον, ἀλλὰ παμπόλλης μὲν ζητήσεως δεόμενον,
11. ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν
12. τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν καὶ
13. ψυχρὰν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γινώσκοντες ἤδη
14. λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως
15. δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος.
16. ὥστε δι’ ἀλλήλων τε καὶ ἐξ ἀλλήλων αὐτοῖς γίνεσθαι τὰς
17. ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γινωσκομένων,
1. ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται, καὶ τὴν
2. τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν, ὕπνου
3. τε καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δὲ
4. αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων, ὡς ἤδη προεγνωσμένων,
5. ἀποδεικνύουσιν. ἐγὼ δὲ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις,
6. ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι
7. νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα. καὶ
8. βέλτιον εἶναί φημι, κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν
9. τάξιν τῶν νοημάτων. εἴπερ οὖν ἀρχὴ μέν ἐστι ἁπάσης τῆς περὶ
10. κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτε
11. ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν, εἴτ’ ἀλλοιοῦσθαί τε
12. καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην
13. ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ
14. χρὴ λαμβάνειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μήπω γινωσκομένων,
15. ἀλλ’ ὥσπερ ὀρθόν τέ ἐστι καὶ δίκαιον, ἤ τι τῶν
16. ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν,
17. ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μνημονευτέον,
1. οὔτε πέψεως, οὔτ’ αὐξήσεως, οὐδ’ ἄλλου
2. τῶν τοιούτων μηδενὸς, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς
3. οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω,
4. καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. διελόμενοι
5. γὰρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ
6. τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ,
7. καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν
8. χρῆναι ποιήσασθαι πρότερον· ἔπειτα οὕτως ἐπὶ τὰ κατὰ
9. δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος
10. ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν, καὶ ψυχρῶν, ὑγρῶν τε
11. καὶ ξηρῶν διάγνωσις. ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν
12. πέφυκεν, ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα, καὶ
13. τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν
14. τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν·
15. ἀμήχανυν γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ
16. χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν
17. ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ
18. μὴν, εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον
1. ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν, καὶ
2. γερόντων, καὶ μειρακίων, καὶ παίδων, καὶ βρεφῶν· οὕτω
3. γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’
4. αἰσθητῶν πραγμάτων λογικὰς ἀποδείξεις ζητοῦσιν, ὥρα τι
5. καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκὴν, ὡς
6. ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν, εἴτε καὶ μὴ
7. λευκὴν, ὡς Ἀναξαγόρας ἀπεφῄνατο· καὶ μέντοι καὶ περὶ
8. πίττης ὡσαύτως ἀνασκοπεῖν τε καὶ κόρακος, ἁπάντων τε
9. τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ
10. τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων
11. πιστεύεσθαι. ἅπαντα οὖν ἤδη τὰ τῶν αἰσθήσεων
12. ἄπιστα φάμενοι, μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων,
13. ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὸν τίτανον, ἢ
14. τὴν ἡμέραν, ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν
15. φωνῶν ἀπιστησάτωσαν ἀκοῇ, καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ,
16. καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτα οὐ Πυῤῥώνειος
17. ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν καὶ δίκαιόν γε
18. ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ,
1. τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν
2. ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτο ἀποπλανηθῆναι
3. ἀπὸ τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γινώσκειν, ὅτι τε
4. πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν
5. ἐστιν ἐναργῆ, καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ
6. τῶν ἄλλων ζητεῖ, μηδ’, ὁπόθεν ἄρξηται, καταλελοιπὼς
7. ἑαυτῷ. πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐτράποντο, καὶ
8. λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν,
9. ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι. καὶ διὰ τοῦτο ἁφῇ μὲν
10. κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι
11. θερμὸν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτο, ὃ δὴ καὶ δυνάμει
12. θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι.
13. τοῖς δ’ οὐκ οἷδ’ ὅπως ἀνατέτραπται πάντα, καὶ ῥητορεία
14. μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν
15. ἐάσωμεν, ἀναμνήσαντες ἡμᾶς αὐτοὺς τό γε τοσοῦτο καὶ
16. νῦν, ὡς ἀρχὴ δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ
17. ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τὰ πράγματα ζητεῖν,
1. καὶ ὡς εἰδότας, ὅ τί ποτέ ἐστιν ἀπόδειξις, ἐπιχειρεῖν
2. ἀποδεικνύειν. ἐπανελθόντες οὖν αὖθις ἐπὶ τὸ προκείμενον,
3. ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας
4. θερμόν. ἔσται δ’ ἡμῶν ἡ κρίσις ἀρίστη καθ’ ἓν καὶ
5. ταὐτὸ σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον, ὁποία τέ τις
6. ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προϋπῆρχεν αὐτῷ,
7. μεμνῆσθαι, καὶ ὁποία νῦν ἐστι, δυοῖν ἢ τριῶν ἐτῶν, εἰ
8. τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή
9. τις ἐπὶ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν
10. οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν.
11. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις
12. παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις, καὶ
13. παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως
14. ἔχοντα, καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν
15. ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν, ἐπὶ τῶν ὁμοίων ὡς
16. ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’
17. ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμὸν,
1. οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων
2. σωμάτων διαφορᾶς, ἀλλὰ διὰ φυσικὴν ὑπαρχούσης κρᾶσιν.
3. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ, καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται,
4. παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ
5. γεγυμνασμένον ἠργηκότι παραβάλλοντας, ἢ λελουμένον ἀλούτῳ,
6. μηδ’ ἄσιτον ἐδηδοκότι, καὶ διψῶντα μεμεθυσμένῳ,
7. μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος, ἢ
8. τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ, μήθ’ ὅλως τοῖς ἐξ
9. ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν,
10. ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἄλλα,
11. πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν
12. ἕνα παῖδα παραβάλλων ἑαυτῷ, τὰς ἔξωθεν ἁπάσας αὐτοῦ
13. περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα
14. τούτων ἐν θάλψει τε καὶ ψύξει διαφέρον εἰς τὴν τῆς ἡλικίας
15. ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν
16. τὴν ἐξέτασιν, ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον, ἐξ αὐτῆς τε
17. τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ
1. ἀποδείξεως ἐλέγομεν. σὺ δὲ ἴσως αἱρήσῃ τὴν ἐπίτομον, οὐδὲν
2. φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ
3. βαδίσων, ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν
4. ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις
5. τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν
6. ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδ’ εὔλογον
7. ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. κρίνωμεν
8. οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα, τό γε κατ’ ἐνέργειαν
9. ἤδη τοιοῦτο, καὶ μηκέτι δυνάμει, παρέντες τήν τε
10. κρίσιν πρώτην, τά τ’ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ
11. σὲ μὲν ὡς εὖ κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’
12. ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος
13. σωμάτων ἐπιμελῶς, οὐ παίδων μόνων, ἢ βρεφῶν, ἀλλὰ
14. καὶ μειρακίων καὶ ἀκμαζόντων, εὕρισκον οὐδετέρους ἀληθεύοντας,
15. οὔτε τοὺς θερμότερον ἁπλῶς, οὔτε τοὺς ψυχρότερον
16. εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ
1. γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις, τὰς
2. ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφορὰς, οὐδέτερός σοι
3. φαίνεται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν
4. αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ
5. σοφιζόμενοί τινες, ἢ τοὺς πέλας, ἢ σφᾶς αὐτοὺς, οἱ μὲν
6. τὴν τοῦ παιδὸς, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν
7. εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων
8. ἀτμωδεστέρα τε καὶ πολλὴ, καὶ ἡδίων τοῖς ἁπτομένοις,
9. ἡ δὲ τῶν ἀκμαζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται.
10. τοῦτ’ οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει
11. τοὺς πλείους ἀποφαίνεσθαι, θερμότερον εἶναι τῶν ἀκμαζόντων
12. τὸ σῶμα. τὸ δ’ οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι
13. τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος
14. ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης, εὖ οἶδ’ ὅτι
15. καὶ ἡ τῶν παίδων αὐτῷ ἤτοι γ’ ἴση φανεῖται τὴν ἰσχὺν
16. τῇ τῶν ἀκμαζόντων, ἢ πλείων. ἡ δ’ ἄσκησις ἥδε· χρὴ
17. γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων
1. ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀὴρ, ὡς μηδένα φέρειν αὐτὸν,
2. ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ’ οὕτω ψυχρὸς, ὡς ἱδροῦν
3. μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε
4. κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν
5. δέομαι λέγειν. αἱ δ’ αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς
6. κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς
7. καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρὸν, ὡς μηδὲ θερμαίνεσθαι,
8. καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται.
9. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον;
10. ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον, ἢ ὁ ἀὴρ ὁ εὔκρατος; οὐκ ἂν
11. ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε
12. καὶ συμμέτρων τῷ σώματι, τὸ μὲν θερμότερον λέγειν αὐτῶν,
13. τὸ δὲ ψυχρότερον, οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ
14. μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος
15. ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον,
16. ὅτι πρὸς ἀμφοῖν ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ
17. καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρὸν, ὡς ἐγγὺς ἤδη
18. πήξεως εἶναι, ἢ τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς
1. νιφετοῖς γίγνεται, δῆλον ὡς καὶ πρὸς τούτων ἑκατέρων
2. ὁμοίως ψυγήσῃ τε καὶ ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ
3. ψύξιν ἄκραν ὡσαύτως ἀέρι νοήσεις ἐγγινομένην, ὡσαύτως
4. καὶ ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν
5. ἐγγινόμενον· ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων
6. τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς
7. αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει. καὶ τοσούτῳ ποτὲ
8. φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον.
9. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις
10. εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα. καίτοι τό γε τῆς
11. προσβολῆς ἴδιον οὐ ταὐτὸ ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως
12. ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος, προσπίπτει. καὶ τί δεῖ
13. λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος
14. ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ
15. παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δὲ
16. οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς
17. ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις ἰσότης γίνεται
1. θερμότητος, ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος,
2. ὅτι γε κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν
3. ἀνδρὸς τοὺς λογισμοὺς, οὓς εἴρηκα, καὶ γεγυμνασμένου τὴν
4. αἴσθησιν ἐν πολλῇ τῇ κατὰ μέρος ἐμπειρίᾳ, τὴν ἰσότητα
5. τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι,
6. καὶ μὴ τῷ τὴν μὲν ἐφ’ ὑγρᾶς οὐσίας φαίνεσθαι,
7. τὴν δ’ ἐπὶ ξηρᾶς, ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί
8. ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον,
9. εἰ ξηρὸς μὲν ὁ λίθος ἐστὶν, ὑγρὸν δὲ τὸ ὕδωρ. οὕτως οὖν
10. ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους
11. πολλοὺς, καὶ μειράκια, καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ
12. μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε
13. παιδὸς ἀκμάζων, οὔτ’ ἀκμάζοντος παῖς. ἀλλ’, ὡς εἴρηται, μόνον
14. ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα,
15. ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα
16. τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων
17. οὐσίας, ὑγρᾶς οὔσης, ἐκτὸς ἀποῤῥεῖ, βραχὺ δὲ τῆς τῶν
1. ἀκμαζόντων, ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς
2. φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς,
3. ὁ δὲ τῇ δριμύτητι. τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει
4. πλέον, εἴ γ’ ἐξ αἵματος καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ
5. ἥδιον· ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ
6. ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.2, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.2, ed. Kühn, 1821, vol. 1, p. 577-598. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩