7. Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ
8. μόνη γνώμων ἐστίν· ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ λογισμός.
9. τὸ μὲν γὰρ ξηρὸν σκληρὸν πάντως· ἀλλὰ τοῦτο μὲν
10. ἁφῇ αἰσθητόν· οὐ μὴν, εἴ τι καὶ σκληρὸν, εὐθὺς ἤδη καὶ
11. ξηρόν. ἀχώριστον μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης,
12. οὐ μὴν ἴδιόν γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ
13. ψύξεως σκληρὸν, ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς
14. ἐπιχειρεῖν δεῖ τῇ τοῦ ξηροῦ τε καὶ ὑγροῦ διαγνώσει, πρὶν
15. ἐπισκέψασθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος. οὔτε
16. γὰρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρὸν, ἤδη τοῦτο ξηρὸν,
1. οὔτ’, εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακὸν, εὐθέως ὑγρόν.
2. ἀλλ’ ὅταν μετρίως ᾖ θερμὸν, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν
3. ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακὸν, ὑγρὸν, εἰ δὲ σκληρὸν,
4. ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχοι, τῶν ἐν ἀνθρώπου
5. σώματι μορίων σκληρῶν οὐδὲν ἂν εἴη ὑγρόν. οὐ γὰρ
6. ἐγχωρεῖ τοσαύτην ἐν αὐτῷ γενέσθαι ψύξιν, ὡς σκληρυνθῆναί
7. τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν
8. ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν
9. αἵματι, ῥυτὸν ὂν καὶ λιπαρὸν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ,
10. πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. δεόντως
11. οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγροτάτη μὲν ἡ πιμελὴ, δεύτερον
12. δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω.
13. πρώτη μὲν ἡ κυρίως ὀνομαζομένη σὰρξ, ἣν οὐκ ἂν εὕροις
14. καθ’ αὑτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον
15. μυός. ἐφεξῆς δὲ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία.
16. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα,
1. καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος, οὐκ
2. εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς
3. ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός.
4. ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος
5. ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι τεκμαίρεσθαι
6. πάρεστιν. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν,
7. ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων καὶ ὁ
8. μυελὸς τὴν φύσιν ἐστὶν, οὐ μὴν ὁμοιογενὴς ὁ καθ’
9. ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’
10. ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους· οἱ δ’ ἄλλοι
11. ξύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν
12. ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου, καὶ διὰ τοῦτο
13. καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ
14. πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ καὶ μαλακώτερα.
15. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ
16. ψυχρότερα, καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον.
17. ἐγγυτάτω δ’ ἐστὶ δέρματος καὶ ἡ τῶν μαλακῶν νεύρων
18. φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόν περ αὐτὸ τὸ δέρμα, καθ’
1. ὑγρότητα δηλονότι καὶ ξηρότητα. θερμότητι γὰρ ἀπολείπεται
2. τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον
3. ἐναίμου σώματος. ἡ δὲ τοῦ σπληνὸς, καὶ ἡ τῶν
4. νεφρῶν, καὶ ἡ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ
5. δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δὲ, ὅσῳ καὶ
6. πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων
7. μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσον καὶ σκληροτέρα· θερμοτέρα
8. δὲ οὐ τούτων μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν
9. τοῦ σώματος μορίων. καί σοι τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει
10. μαθεῖν ἐν ταῖς τῶν ζώων ἀνατομαῖς ταῖς κατὰ τὸ
11. στέρνον γιγνομέναις, εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας
12. καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ
13. χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ’ ἡ μὲν
14. τοῦ ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ πνεύμονος σὰρξ
15. ἁπλῆ τὴν φύσιν ἐστὶ, ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις
16. καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας
17. δ’ οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ οἷαί πέρ εἰσιν
18. αἱ ἐν τοῖς μυσὶν ἶνες, αἷς ἡ σὰρξ περιπέπηγε, τοιαῦται
1. κᾀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸ γένος τῶν ἰνῶν, ἀλλ’ αἱ
2. μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς
3. καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον, ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας
4. καὶ φλεβὸς χιτῶνος, ἐντέρων τε καὶ γαστρὸς καὶ
5. μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κᾀν
6. τούτοις ἅπασι τοῖς ὀργάνοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν
7. ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. αὗται μὲν οὖν αἱ σάρκες
8. θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ’ ἶνες, αἱ
9. μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον, βραχὺ δέρματος ψυχρότεραί
10. τέ εἰσι καὶ ξηρότεραι, τινὲς δ’ ὅμοιαι κατὰ πᾶν εἰσι
11. τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’ ὑμένες ἤδη ξηρότεροι
12. δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν
13. νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ
14. καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς
15. τοσοῦτο καὶ ξηρότεροι. καὶ οἱ τένοντες δὲ, κᾂν τῶν συνδέσμων
16. εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι.
17. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσί. καί τι μέσον
1. ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι
2. τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ
3. χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων ξηρότατον, ὃ καλύπτει
4. τὸ δέρμα. καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηροτάτη μὲν ἡ θρὶξ,
5. ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε καὶ ὁπλαὶ, καὶ πλῆκτρα,
6. καὶ ῥάμφη, καὶ ὅσα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀλόγων
7. ζώων ἐστὶ μόρια. τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ
8. οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δὲ οἷον ὑπόστασίς τε καὶ
9. ἰλὺς χολὴ ἡ μέλαινα. ταῦτ’ ἄρα καὶ ψυχροτέρα τέ ἐστι καὶ
10. παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ.
11. ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζώῳ τὸ
12. φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφὴ,
13. καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου
14. πεποίηται λόγῳ. ἀλλ’ ὅτι μὲν ψυχρὸν, ἡ ἁφὴ μόνη
15. γιγνώσκει· τὸ δ’, ὅτι καὶ ὑγρὸν, ἁφή τε ἅμα καὶ ὄψις
16. καὶ λογισμός. ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτο ἑκατέρῳ
17. φαίνεται· ὁ λογισμὸς δὲ, διορισάμενος, ὡς οὐ πλήθει θερμότητος,
1. ἀλλ’ ὑγρότητι συμφύτῳ τοιοῦτο ἐγένετο. περὶ μὲν
2. οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ᾧδε ἔχει.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.3, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.3, ed. Kühn, 1821, vol. 1, p. 598-604. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩