3. Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς
4. χρὴ διελθεῖν. ἕπεται μὲν γὰρ καὶ τὰ προειρημένα, μᾶλλον
5. δ’ ἀχώριστα τελέως ἐστὶ, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ
6. μαλακότης, ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ
7. παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς
8. συμφύτοις μόνον, ἀλλὰ κᾂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος
9. γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην
10. παχυνθέντας, καὶ τῶν παχέων λεπτυνθέντας, τοὺς
11. μὲν ἀργίᾳ τε καὶ ἁβρᾷ διαίτῃ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας
12. ἐπὶ τὸ ὑγρότερον, τοὺς δὲ ἐν ταλαιπωρίαις πλείοσι
13. καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται
14. δὲ καὶ τούτων τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς
15. ἔκ τινων σημείων ὁρμωμένους, πρὶν παρ’ ἑτέρου πυθέσθαι,
16. δύνασθαι γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος, ἢ
17. ἐξ ἔθους ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων,
1. ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος
2. Ἱπποκράτης. ὅσοι μὲν γὰρ εὐρυτέρας ἔχουσι τὰς φλέβας,
3. θερμότεροι φύσει· ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ
4. θερμοῦ γὰρ ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας.
5. ὥστ’ εὐλόγως εἰς ταὐτὸ. ὡς τὸ πολὺ, συντρέχει στενότης
6. μὲν φλεβῶν ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης
7. δ’ ἕξεως εὐρύτητι φλεβῶν. εἰ δ’ ἅμα τις εἴη πιμελώδης
8. τε καὶ παχὺς, καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἔθος
9. οὗτος, οὐ φύσει, πιμελώδης ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς
10. μὲν ἔχοι τὰς φλέβας, εἴη δὲ ἰσχνὸς, οὐδ’ οὗτος ἐξ ἀνάγκης
11. φύσει τοιοῦτος. κᾀν τοῖσι λιμαγχονικοῖσι, φησὶ, τὰς μετριότητας
12. ἀπὸ τούτων σκεπτέον, τῆς τῶν ἀγγείων εὐρύτητος
13. δηλονότι καὶ στενότητος, οὐ τῆς ἄλλης ἕξεως ὅλου τοῦ
14. σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες τὰς φλέβας ὀλίγαιμοί
15. τέ εἰσι καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν ὅσοις δ’
16. εὐρεῖαι, καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι καὶ χωρὶς
17. βλάβης ἀσιτοῦσιν. αἱ δ’ αἰτίαι τῶν εἰρημένων ἤδη μὲν
1. δῆλαι, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν.
2. ἐπεὶ δ’ οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἴσως ἐστί τι
3. καὶ δι’ ἐκείνους εἰπεῖν. ὅσον ἐν αἵματι πῖόν τέ ἐστι
4. καὶ κοῦφον καὶ λεπτὸν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι
5. τροφὴ γίνεται τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα
6. διασώζεται. καὶ τῶν φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν
7. μὲν ψυχροῖς περιπέσῃ μορίοις, οἷοί περ οἱ ὑμένες εἰσὶν,
8. ἐκείνοις περιπήγνυται· κατὰ δὲ τὰ φύσει θερμότερα μόρια,
9. (τοιαῦτα δ’ ἐστὶ δηλονότι τὰ σαρκώδη,) δαπανᾶταί τε πρὸς
10. τοῦ θερμοῦ, καὶ διαφορεῖται, πλὴν εἴ ποτε πρὸς τῷ
11. ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ τὸ τῆς διαίτης ἀταλαίπωρον
12. ἐπιθρέψει ἔτι καὶ αὐτοῖς τοῖς σαρκώδεσι μορίοις
13. πιμελήν. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῶα πολλάκις εὑρίσκεται
14. πιμελωδέστερα. καὶ γυναῖκες ἀνδρῶν, ὅτι καὶ τῇ κράσει
15. ψυχρότερον ἄῤῥενος τὸ θῆλυ, καὶ οἰκουρεῖ τὰ πολλά.
16. ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τέ εἰσι φύσει
17. καὶ πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίνεσθαι,
1. τοῦτ’ ἔστι πάντῃ συμμέτρους. ὅσαις δὲ τὸ μὲν
2. ὑγρὸν αὔταρκες, ἀπολείπεται δ’ οὐ πολλῷ τῆς ἄκρας συμμετρίας
3. τὸ θερμὸν, αὗται πολύσαρκοι γίνονται. πολύσαρκοι
4. δὲ καὶ ὅσαι φύσει μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως
5. βιοῦσιν. εἴρηται γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν
6. παλαιῶν, ὡς ἐπίκτητοι φύσεις εἰσὶ τὰ ἔθη. καὶ οὐδὲν
7. ἴσως διοίσει τοῦθ’ ἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι
8. καθ’ ἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος, εἴτ’ ἐξ
9. ἔθους ὅδε τις ἐγένετο, ἀλλὰ τοῦτο μὲν ἀπολείπειν τοῖς
10. ἀναγινώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας
11. ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή
12. τινες ἰσχνοί τε ἅμα καὶ φλέβας ἔχοντες μικρὰς, ἀλλ’
13. εἰ τέμοις ἐξ αὐτῶν ἡντιναοῦν, προσπίπτει πιμελὴ, δῆλον ὡς
14. ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον
15. μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτο, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ
16. πολλάκις εὑρισκόμενον. ἔστι γὰρ καὶ φύσεως ψυχροτέρας
17. καὶ ἀργοτέρου βίου. τὸ τοιοῦτο γνώρισμα. πιμελὴ μὲν γὰρ
18. ἀεὶ διὰ ψύξιν ἕξεως γίνεται· πολυσαρκία δὲ πλήθους
1. αἵματος ἔγγονος· εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα.
2. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως
3. ἔχουσι πλείονα τῶν εὐκράτων· οὐ μὴν ἀνάλογος ἀεὶ ταῖς
4. σαρξὶν ἡ πιμελὴ συναύξεται, ἀλλ’ ἔστιν ἰδεῖν τῶν παχέων
5. τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας,
6. ἐνίοις δὲ ὁμοίως ἄμφω συνηύξηται. τούτοις μὲν οὖν, οἷς
7. ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ
8. τὴν εὔκρατον φύσιν, ὅσον καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ
9. πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν, ἤπερ τὸ ὑγρόν·
10. ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος
11. πλείων, οὐ μὴν καὶ ψύξις. ὅταν γὰρ, ἐν τοῖς οἰκείοις ὅροις
12. μένοντος τοῦ θερμοῦ, προσγένηταί τις αἵματος χρηστοῦ
13. πλεονεξία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δὲ,
14. ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν
15. οὐχ οἶόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν.
16. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ
17. ζώου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς
18. ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγείας ὅρων ἐντός ἐστιν.
1. ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι’ ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν, οὐ
2. σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως. ἀλλὰ
3. καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ, τὴν μὲν εὔκρατόν
4. τε καὶ μέσην φύσιν οἶον κανόνα τῶν ἄλλων ἀεὶ τιθεμένοις,
5. ὅσαι δ’ ἐφ’ ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαίνουσιν·
6. ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ
7. κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ὑγιεινὴ, ἄλλη δὲ
8. νοσώδης δυσκρασία· νοσώδης μὲν, ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα
9. τῆς εὐκράτου, ὑγιεινὴ δὲ, ἡ ἐπὶ ὀλίγον. ὁρίσαι
10. δὲ οὐδ’ ἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ·
11. ἀλλ’ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω
12. μηδεμίαν ἐνέργειαν τοῦ ζώου βεβλάφθαι σαφῶς. ὅσον δ’
13. οὖν μεταξὺ τοῦ τε ἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι
14. σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτο καὶ τῆς ὑγιείας τὸ πλάτος
15. ἐστὶ καὶ τῆς κατ’ αὐτὴν δυσκρασίας. τούτῳ δ’ ἐφεξῆς
16. ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ
1. τὸ ζῶον. οὐ γὰρ δὴ διὰ ταύτην γε μόνην, ἀλλὰ καὶ κατ’
2. ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν
3. νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται· νυνὶ δὲ
4. πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ, τοῦ συμφύτου
5. θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος, αὐξηθὲν
6. τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον,
7. ἀλλὰ πολύσαρκον ἀποδείκνυσι, συναυξομένης μὲν ἐπ’
8. ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς
9. σαρκός· οὕτως αὖ πάλιν, εἰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ
10. τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ’ εἴη θερμὸς
11. ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον γενέσθαι
12. τοῦτο τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμὸν,
13. ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον
14. ἀπολείπεται τούτου τὸ ζῶον πιμελῆς ἢ σαρκός· ὥσπερ, εἰ
15. καὶ κρατήσει ποτὲ τὸ ξηρὸν, ἐν συμμετρίᾳ μενούσης τῆς
16. τέρας ἀντιθέσεως, ἰσχνότερόν τε ἅμα καὶ σκληρότερον ἔσται
17. τὸ σῶμα. ταῦτ’ εἴρηταί μοι, καὶ δῆλον ἤδη, ὡς οὐ λόγῳ
18. μόνῳ ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζώων ὑπάρχουσαι
1. σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν
2. ἐστιν· οὔκουν ἐν θερμότητι καὶ ψυχρότητι, καὶ μαλακότητι
3. καὶ σκληρότητι μόνον, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις τῆς
4. ἕξεως τοῦ ὅλου σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ
5. λεπτότητα καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη
6. λεγέσθω.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.4, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.4, ed. Kühn, 1821, vol. 1, p. 604-611. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩