7. Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν,
8. ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μὲν, σύμμετρος
9. δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν· ὥσπερ γε καὶ ἡ ξηρὰ
10. μὲν, εὔκρατος δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν· ἔστι γὰρ
11. καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι
12. κράσεις, εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος, εἴτε μετρίως.
13. ἀλλ’ ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσίς ἐστιν·
14. ἔλαττον δὲ ταύτης ἡ ψυχρά τε ἅμα καὶ κατὰ τὴν ἑτέραν
15. ἀντίθεσιν εὔκρατος· ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ καὶ ξηρά.
16. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι
17. καὶ φυῆναι, καὶ τραφῆναι, καὶ αὐξηθῆναι, τὸν αὐτὸν λόγον
1. κᾀν τῷ δέρματι ταῖς θριξίν· ἔχει δ’ οὐχ οὕτως. γῆ μὲν
2. γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δὲ ὡς δέρμα. καὶ τοίνυν
3. τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί· τὸ δ’ ἐν ἀνθρώπου
4. σώματι, καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζώων, οὐκ ἄνικμον,
5. ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν.
6. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων, οἷον
7. ὀστρέων, καὶ καράβων, καὶ καρκίνων, ὅσα τε φολιδωτὰ τῶν
8. ζώων ἐστὶν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτὰ, καθάπερ οἱ
9. ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ· ὄντως γάρ ἐστι τὰ
10. τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας.
11. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷον καὶ ἄνθρωπός
12. ἐστιν, ὅσον περ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα,
13. τοσόνδε μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γὰρ, ὡς
14. ἐκεῖνοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι,
15. τὰς πόας οὔτ’ ἐν ξηρᾷ καὶ αὐχμώδει πάνυ γῇ φύεσθαι δυνατὸν,
16. οὔτ’ ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ’ ἐπειδὰν μὲν
17. ἄρχηται δαπανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται
1. τῆς γῆς· αὐξάνονται δ’ ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται,
2. μετρίως μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου
3. κατὰ τὴν ἀρχὴν τοῦ θέρους· ἀποξηραίνονται δὲ, τελέως
4. αὐανθείσης τῆς γῆς, ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν,
5. εἰ βούλει, καὶ νῦν, ὥσπερ που κᾀν τῷ πρὸ τούτου λόγῳ
6. δέδεικται, τὸ μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν,
7. εἰκάζειν εὐκράτου δέρματος φύσει, καὶ μάλιστά γε τὰ μέσα
8. τῆς ὥρας τῆσδε· τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως
9. ὑγρότητός τε καὶ ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει
10. τῆς ἠρινῆς ὥρας, ταῦτ’ ἤδη ξηροτέραν ἔχει τοῦ
11. συμμέτρου τὴν γῆν, ἔτι δὲ μᾶλλον ἀρχομένου θέρους. ὃ τοίνυν
12. λέγω δέρμα θερμὸν καὶ ξηρὸν, εἰκάζοις ἂν μάλιστα τῇ
13. τῆς γῆς διαθέσει τῇ γινομένῃ τελευτῶντος ἦρος ἢ ἀρχομένου
14. θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ γίνεται
15. τοῖς τῶν ὀστρακοδέρμων ζώων ὁμοίως, οὐ μὴν ἀνθρώπων,
16. ἢ συῶν, ἢ ὄνων, ἢ ἵππων, ἢ ἄλλου τινὸς τῶν τριχωτῶν
17. ζώων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα,
1. καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν
2. εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ
3. τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ
4. ξηρῷ καὶ θερμῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν
5. φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζώου
6. τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι.
7. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα
8. ὑπὸ τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος
9. οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ
10. ἀκριβῶς μαλακὸν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρὸς, οὐχ ὑπομένουσιν
11. αἱ τῶν διεκπεσόντων ὁδοὶ, τῶν τέως διεστηκότων
12. αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη
13. σκληρὸν ὑπάρχει, πεπηγότι παραπλήσιον τυρῷ, κατατίτραται
14. μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ
15. ξηρότητος μὴ δυνάμενον, ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ,
16. καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαῤῥεόντων.
17. ἐὰν μὲν οὖν τὸ διαῤῥέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς
18. ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τέ ἐστι καὶ ἀκώλυτος ἡ
1. φορά· τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις,
2. καὶ τι παλινδρομεῖν εἴσω εἰς τὸ βάθος ἀναγκάζεται.
3. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις
4. ᾖ, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν
5. διεξόδων σφηνωθείσῃ, μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι,
6. μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν
7. ἐκ τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω,
8. καὶ ταύτην αὖθις ἑτέρα, κᾀκείνην ἄλλη. καὶ πολλὰς
9. αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις
10. ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι,
11. καί τι ποιεῖν ἕν σῶμα τοιοῦτο, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν,
12. ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου
13. στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ
14. πάντα, τὸ τοιοῦτο σῶμα τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον
15. ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων, οὐκ ἐχόντων
16. διέξοδον, ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν
17. ἀναγκάζεται τοῦ δέρματος, ἱμαντῶδες ἤδη γεγονός.
1. ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ
2. τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος, οἷόν
3. περ αὐτὸ τὸ φυτόν. ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μὲν, ὅταν,
4. ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως,
5. ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δὲ, ὅταν
6. ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτά ἐστιν
7. ἰλυῶδες περίττωμα τὸ σφηνωθὲν, οὐ μελαίνης. ἡ δὲ λευκὴ.
8. θρὶξ ἔκγονος φλέγματος. ἡ πυῤῥὰ δὲ, ὥσπερ τῇ χρόᾳ
9. μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ γενέσει μεταξὺ
10. φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες
11. ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως, ἢ διὰ τὸν πόρον,
12. ἐν ᾧ κατεῤῥίζωνται, γίνονται· διὰ μὲν τὴν ξηρότητα παραπλησίως
13. ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι.
14. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν, αὐτὰς τὰς τρίχας
15. ὁρῶντας, εἰ πλησιάσειαν πυρὶ, παραχρῆμα διαστρεφομένας;
16. οὕτως μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων,
17. ἐν οἷς ἐῤῥίζωνται, φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις
1. εὐθυπορεῖν ὑπ’ ἀῤῥωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν
2. αὕτη τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν.
3. ἐνίοτε δὲ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ
4. τῆς τοῦ δέρματος φύσεως, σκληροτέρας τοῦ προσήκοντος
5. οὔσης, εἰργομένη φέρεσθαι κατ’ εὐθὺ, πρὸς τὸ πλάγιον
6. ἐπιστρέφεται, καθάπερ γε κᾀκτὸς ἰδεῖν ἐστιν, οὐ μόνον
7. ἀτμὸν, ἢ καπνὸν, ἀλλὰ καὶ τὰς φλόγας αὐτὰς, ὅταν
8. ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας.
9. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις,
10. ὅταν εἰρχθῇ κατὰ τι, καὶ κωλυθῇ φέρεσθαι πρὸς τοὐκτὸς,
11. λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν
12. ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ
13. πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν συνδραμόντων, ἀῤῥώστου
14. τε τῆς πρώτης ἀναθυμιάσεως, ἥτις τὸν πόρον ἐδημιούργησε,
15. καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίνεται ταῖς
16. ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται,
17. τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ’
18. ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν
1. ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν
2. τριχῶν. ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν
3. συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς
4. καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι
5. μὲν οὖν, καὶ Ἄραβες, καὶ Ἰνδοὶ, καὶ πᾶν τὸ θερμὴν καὶ
6. ξηρὰν ἐποικοῦν ἔθνος, μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς
7. καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’
8. ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν οἰκοῦσιν, Ἰλλύριοί
9. τε καὶ Γερμανοὶ, καὶ Δαλματαὶ, καὶ Σαυρόμαται, καὶ
10. σύμπαν τὸ Σκυθικὸν, εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας
11. καὶ πυῤῥάς. ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων, εὔκρατον
12. νεμόμενοι γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας, καὶ
13. μελαίνας μετρίως, καὶ παχείας συμμέτρως, καὶ οὔτ’ ἀκριβῶς
14. οὔλας, οὔτ’ ἀκριβῶς εὐθείας. οὕτω δὲ κᾀν ταῖς ἡλικίαις,
15. βρέφεσι μὲν, οἷαί περ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ, οἷαί
16. περ τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ, οἷαί περ τοῖς
17. εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν, ἀνάλογον αἱ τρίχες ἔχουσιν,
18. ἰσχύος τε πέρι, καὶ πάχους, καὶ μεγέθους, καὶ
19. χρόας. οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις
1. ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες
2. μὲν γὰρ οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε
3. πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα, μήτε λιγνυώδη
4. περιττώματα· προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς
5. καὶ ἀσθενεῖς· ἀκμάζοντες δὲ ἰσχυροτέρας, καὶ πολλὰς,
6. καὶ μεγάλας, καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη
7. πόρων ἐν αὐτοῖς ἐγένετο, καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν
8. εἰσι περιττωμάτων ὑπὸ ξηρότητος καὶ θερμότητος. αἱ δ’
9. ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα
10. καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ
11. ταύταις, οὐχ οἵα ταῖς πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς, κατὰ
12. πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, καὶ οὐκ ἐξ
13. ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κᾀν τοῖς περὶ χρείας
14. μορίων δείκνυται. ἀλλὰ τοι καὶ ταῖσδε τὸ μὲν εἶναι διὰ
15. τὴν τῆς φύσεως τέχνην, τὸ δ’ ἤτοι μελαίναις, ἢ πυῤῥαῖς,
16. ἤ τινα ἄλλην ἐχούσαις διαφορὰν, ἐξ ἀνάγκης ἕπεται τῇ
17. κράσει τῆς ἡλικίας. ὑπόπυῤῥοι μὲν γὰρ εἰσιν τοὐπίπαν,
18. ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν
1. ἐστὶν ὅλον. ἥ τε γὰρ ὑγρότης πολλὴ, καὶ ἡ διέξοδος ῥᾳδία,
2. καὶ ἡ σύγκαυσις ἀσθενής. εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως
3. τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ
4. μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν·
5. ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον
6. αὐτῷ δέρμα τοσούτῳ ξηρότερον τοῦ κατὰ τὸ λοιπὸν σῶμα
7. δέρματος ἅπαντος, ὅσῳ περ καὶ σκληρότερον. ἀναφέρεται
8. μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον,
9. ἤδη δὲ κᾀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων.
10. ὥσθ’, οἶον τοῖς ἀκμάζουσιν ὅλον γίνεται τὸ σῶμα,
11. τοιοῦτο ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσι. εὐλόγως
12. οὖν ἔνιοι φαλακροῦνται, τοῦ χρόνου προϊόντος, οἷς
13. ἐξ ἀρχῆς ἦν σκληρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν,
14. ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια.
15. γίνεται δὴ πολλοῖς ὀστρακῶδες τὸ δέρμα, ἐπὶ πλέον, ἢ δεῖ,
16. ξηρανθέν. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθ’
17. ὅ τι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ
18. τῶν χειρῶν τὰ ἔνδον, ὥσπερ καὶ τὰ κάτω τῶν ποδῶν, ἀεὶ
1. ἄτριχα καὶ ψιλὰ, ξηροτάτου καὶ πυκνοτάτου τοῦ κατ’ αὐτὰ
2. τένοντος ὄντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος
3. ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄῤῥωστοι
4. τούτοις γίνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς
5. ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς· ἄῤῥωστοι μὲν ἐνδείᾳ
6. τῆς οἰκείας τροφῆς, λευκαὶ δὲ, διότι καὶ τὸ τρέφον αὐτὰς
7. τοιοῦτο, οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος.
8. ὅταν γὰρ ὁ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ
9. καὶ γλίσχρον, ἀῤῥώστως δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται
10. πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι. καὶ δὴ
11. φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι,
12. πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν
13. ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ
14. γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δ’ ὑγρότεροι·
15. μύες γὰρ ἐνταῦθ’ εἰσιν ὑπὸ τῷ δέρματι μεγάλοι,
16. σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος
17. ὑγροτέρα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.5, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.5, ed. Kühn, 1821, vol. 1, p. 611-621. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩