1. Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν
2. νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ
3. σφαλέντες, οἶα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν
4. εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρὸς, εὐθὺς τοῦτον
5. οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν.
6. οὐ γὰρ δὴ οὕτως ἁπλῶς εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι
7. πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα, τῶν μὲν
8. ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ, καὶ οὐκ ὀλίγων τούτων,
9. ἀνωμάλως διάκειται. τὰ μὲν γὰρ τῶν μορίων αὐτοῖς ὑγρότερα
10. τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα,
11. τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ
12. παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα
13. τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν.
14. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶ καὶ πάσας τῶν μορίων
15. ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ
16. πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλως ὁμοίως κεκρᾶσθαι τὸ.
17. τοιοῦτο. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον
18. καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ μικρὰ τὰ κατ’ ὀσφὺν,
1. καὶ σκέλη λεπτὰ καὶ ξηρὰ, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον
2. ἅπασι τοῖς μορίοις. οὐ μὴν οὐδ’, εἰ τὰ μὲν σκέλη
3. παχέα καὶ τὰ κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχοι στενὸν,
4. οὐδὲ τοῦτ’ ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις.
5. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλὴν, ἕτερα δὲ σμικρὰν,
6. οἵαν οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισὰ,
7. τὰ δὲ ῥαιβὰ, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνὰ, τὰ
8. δὲ παχέα. καὶ θώραξ τοῖς μὲν, ὡς εἴρηται πρόσθεν, εὐθὺς,
9. ἐνίοις δὲ στενὸς οὕτως, ὡς σανὶς, οὓς δὴ καὶ σανιδώδεις
10. ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς
11. ἄσαρκα τελέως ᾖ, καὶ γυμνὰ, καὶ προπετῆ δίκην πτερύγων,
12. ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις·
13. εἰς ὅσον δ’ ἥκουσι κακίας, ἀπολωλεκότος τοῦ
14. θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν,
15. ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί.
16. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματος μορίων εἰσὶ προδήλως
17. διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς
18. ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ.
1. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι
2. περὶ τοῦ παντός. οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες
3. ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ’ ἐκ τῆς
4. πείρας καὶ οἵδε διδαχθέντες. εἰ μὲν γάρ τις ἱκανῶς εἴη
5. δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται· μηροὺς δ’ εἴπερ
6. εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν
7. ἔτι. οὐδὲ γὰρ, ὅτι λέοντι μὲν ἐμφερῆ τὰ στέρνα,
8. τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν
9. ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικὸς, ὁ δὲ
10. τράγος ἀφροδισιαστικὸς, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ
11. τοῦδε τὸ μὲν γινόμενον εἰρήκασι, τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν.
12. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ, ὥσπερ τῶν ἄλλων
13. ἁπάντων, οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ.
14. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις,
15. οὐ λέων μόνον καὶ τράγος, ἀλλὰ καὶ τῶν ἄλλων
16. ζώων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας ἐνεργείας
17. ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ
1. πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρηστὸν ἤδη
2. φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις,
3. ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτὸ, καὶ μὴ νομίζειν.
4. εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα θερμότερόν
5. τε καὶ ξηρότερον ὑπάρχειν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὸ
6. θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’
7. ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα
8. θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα,
9. καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν
10. γὰρ ὅλη τοῦ σώματος κρᾶσίς ἐστιν ὁμαλὴ, εὐθὺς ἂν εἴη
11. τούτοις αὐτὸς σύμπας ὁ θώραξ εὐρύτατος, αἵ τε φλέβες
12. εὐρεῖαι, καὶ αἱ ἀρτηρίαι μεγάλαι τε ἅμα καὶ μέγιστον καὶ
13. σφοδρότατον σφύζουσαι, καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ
14. σῶμα, καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι
15. καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ
16. χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον,
17. καὶ διηρθρωμένον, καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς τῆς κράσεως
1. ἔχωσιν, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα,
2. καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον, ὥσπερ καὶ
3. δασύτερον. οὕτω δὲ κᾂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσῃ,
4. τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι,
5. τοῦτ’ ἔστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν
6. μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος
7. ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν,
8. ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα, καὶ ὑπόπυῤῥον ταῖς θριξὶ,
9. καὶ μάλιστ’ ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες,
10. εὐθὺς δὲ καὶ δειλοὶ, καὶ ἄτολμοι, καὶ ὀκνηροὶ, καὶ μικρὰς
11. καὶ ἀδήλους ἔχοντες τὰς φλέβας, καὶ πιμελώδεις, καὶ νεύροις
12. τε καὶ μυσὶν ἄῤῥωστοι, καὶ ἀδιάρθρωτοι τὰ κῶλα,
13. καὶ βλαισοὶ γίνονται. διαφόρου μέντοι τῆς κράσεως τῶν
14. μορίων ἀπεργασθείσης, οὐκ ἔτ’ ἐξ ἑνὸς αὐτῶν οἶόν τε
15. περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον
16. ἐφ’ ἕκαστον ἰέναι, καὶ σκοπεῖσθαι, ὅπως μὲν ἡ γαστὴρ
17. ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων, ὅπως δὲ ὁ ἐγκέφαλος,
18. ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό. ταυτὶ μὲν
1. οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γάρ ἐστιν οὔθ’ ἁψάμενον
2. ἁφῇ, οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν
3. αὐτῶν. προσεπισκέψασθαι δὲ καὶ τὰς τῶν περιεχόντων
4. αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα,
5. κατὰ τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν, ἐνδεικνύμενον
6. τῶν ὑποκειμένων μορίων τὴν φύσιν, οὐδ’ ἐν αὐτῇ
7. πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ
8. δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ
9. χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται
10. τὸ θερμὸν, ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον,
11. τῶν δὲ εἰς τὸ δέρμα προσελήλυθεν, ὑπὸ τοῦ περιέχοντος
12. θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως
13. οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς ἔνδον τῶν μορίων κράσεως.
14. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις
15. χώραις, οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ
16. τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ
17. Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα,
1. καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν.
2. ὅσοις δ’ ἔμφυτον θερμὸν εἰς τὰ σπλάγχνα καταπέφευγεν
3. ἄμα τῷ αἵματι, κᾀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου
4. καὶ ζέοντος αὐτοῦ, θυμικοὶ, καὶ θρασεῖς, καὶ ὀξύῤῥοποι
5. ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι
6. καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις
7. ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους, καὶ τῆς ἐμφύτου
8. θερμασίας ἔξω φερομένης, διακεκαυμένη καὶ σκληρὰ καὶ ξηρὰ
9. καὶ μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος
10. ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ
11. θερμῷ. καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους
12. ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν,
13. εἴπερ τινὶ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα,
14. πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν, ἢ ἐπικτήτῳ. πάντα
15. γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’
16. οἰκείῳ. καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν
17. θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δὲ οἰκείῳ. καὶ παρ’
18. ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλεῖον,
1. τὸ δ’ ἐπίκτητόν ἐστιν ἧττον. ἐν δὲ τῷ θέρει τὸ μὲν
2. ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντα γοῦν
3. ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνῶναι κρᾶσιν.
4. οὐ γὰρ δὴ ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον ἤδη, θερμότερος
5. ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων
6. ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν
7. ἐπιπλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ δέρμα,
8. τῷ δὲ λευκότερον. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης
9. κράσεως ὑπάλλαξιν. αὐτὸ μὲν γὰρ τὸ δέρμα ξηρότερον ἡλιούμενον,
10. ὑγρότερον δ’ ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ
11. εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ’ ἥπατος, οὔτε καρδίας,
12. οὔτε τῶν ἄλλων σπλάγχνων. ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν,
13. ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ
14. γνωρίσματα. οἶον τῆς μὲν γαστρὸς, εἰ πέττει καλῶς, εὔκρατος,
15. εἰ δ’ οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν
16. κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγὰς, ἄμετρον
17. αὐτῆς καὶ πυρῶδες ὑπάρχει τὸ θερμόν· εἰ δ’ ὀξείας,
1. ἄῤῥωστόν τε καὶ ἀσθενές. οὕτω δὲ καὶ βόεια κρέα καὶ
2. πάντα τὰ δυσκατέργαστα καλῶς πεπτόντων, ἄμετρον τὸ
3. θερμόν· ἀσθενὲς δὲ τῶν ταῦτα μὲν οὐ πεπτόντων, ἰχθύας δὲ
4. πετραίους ἤ τι τοιοῦτο πεπτόντων. ἐπισκέπτεσθαι δὲ χρὴ
5. πάλιν ἐνταῦθα, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιῤῥέοντα
6. τὸ σύμπτωμα γίνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ
7. τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ ἥπατος ἐς τὴν γαστέρα
8. καταῤῥεῖ χολὴ, σπάνιον δὲ τοῦτο, καὶ ὀλιγίστοις συμβαίνει.
9. παμπόλλοις δὲ ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα, καὶ μάλιστα
10. ἐν Ῥώμη τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι
11. καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ, καὶ μηδὲν ἐν παρέργῳ
12. τίθεσθαι, μηδ’ ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν
13. ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν
14. παμπόλλην ξανθὴν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πίνοντες
15. ἢ οἶνον ἐξεμεῖν. εἰ δ’ ἥψαντό ποτε σιτίων, πρὶν
16. ἐμέσαι, διέφθειράν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο,
17. καὶ τούτους ᾤοντό τινες χολώδεις εἷναι φύσει. καίτοι μαλακοί
18. τε ἦσαν ὅλον τὸ σῶμα, καὶ λευκοὶ, καὶ ἄτριχοι, καὶ
1. πιμελώδεις, καὶ ἄφλεβοι, καὶ ἄμυοι, καὶ ἄναιμοι, καὶ
2. ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδέποτε
3. μὲν ἐμέσαντας χολὴν ξανθὴν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ
4. μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς,
5. εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος.
6. ἀλλ’ ἐνταῦθα μὲν ἐμπέπτωκε καὶ ἀνατομικόν τι θεώρημα,
7. ὃ μὴ γνόντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ
8. διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ
9. τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν
10. διπλοῦς ἐστι, τοῖς δὲ ἁπλοῦς, ὡς κᾀν ταῖς τῶν τετραπόδων
11. ζώων ἀνατομαῖς ἐστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἢ
12. ἁπλοῦς ἐστιν, εἰς τὰ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐκφυόμενος,
13. ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς
14. γενόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι
15. τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα,
16. μικρὸν ἀνωτέρω τοῦ πυλωροῦ. σπανιώτατα δὲ τὸ μὲν ἄνω
17. μέρος αὐτοῦ ποτὲ μεῖζον εὑρίσκεται, τὸ κάτω δ’ ἔλαττον.
1. ἀλλ’ ἐφ’ ὧν γε μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ’
2. ἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται
3. πρὸ τῶν σιτίων, καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς
4. ἁπλοῦς ἐστιν ὁ πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις
5. σύμπασα καταῤῥεῖ. πῶς οὗν χρὴ διαγινώσκειν αὐτούς;
6. οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ.
7. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθ’ ὅ τι καὶ
8. μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω.
9. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς
10. Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν, καὶ οὐδὲν
11. αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δὲ ἄλλοις, οἷς
12. ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολὴν, ἥκιστα διαχωρεῖται
13. χολῶδες· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς
14. αὐτοῖς, καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον
15. ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς
16. κενουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ τὸ χολῶδες
17. γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ’ ἀκριβῶς
1. ἐστιν, ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται.
2. καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ
3. πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας
4. εἶναι χοίρειον, ἤ τι τοιοῦτο παραπλήσιον, ἀλλὰ θερμότερόν
5. γε, τῶν δ’ ἐξ ἀνάγκης, καὶ οὐκ εὔχυμον. οἷς δ’ ἐξ ἥπατος
6. εἰς αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κᾂν εὐχυμώτατον
7. ᾖ τὸ ληφθὲν σιτίον, κᾂν ἄκρως πεφθῇ. καὶ μᾶλλον
8. τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ, καὶ πολλῷ
9. μᾶλλον ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ
10. μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται.
11. καὶ μὲν δὴ καὶ φροντίδες, καὶ θυμοὶ, καὶ λῦπαι, καὶ πόνοι,
12. καὶ γυμνάσια, καὶ ἀγρυπνίαι, καὶ ἀσιτίαι, καὶ ἔνδειαι
13. πλείονα τὸν τῆς ξανθῆς χολῆς τούτοις ἀθροίζουσι
14. χυμὸν, ὅτι καὶ πλείονα γεννῶσιν ἐν ἥπατι. ταῦτά τε οὖν
15. ἀκριβῆ τὰ γνωρίσματα, καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν
16. αὐχμηρῷ καὶ πυρώδει τοῦ κατὰ τὴν γαστέρα θερμοῦ τῆς
17. εἰς τὸ χολῶδες τροπῆς ἑπομένης, ἄρτοι καὶ κρέα χοίρεια
1. καὶ βόεια κάλλιον πεφθήσονται τῶν πετραίων ἰχθύων.
2. εἰ δ’ ἐξ ἥπατος καταῤῥέοι, παρὰ τὴν τῶν ἐδεσμάτων
3. ὑπάλλαξιν οὐδὲ μία τῆς πέψεως ἔσται διαφορά. ἐν τούτοις
4. μὲν δὴ διώρισται τὸ δι’ ἄλλο τι καὶ μὴ διὰ τὴν κρᾶσιν
5. γενόμενον. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀκ
6. τῆς κεφαλῆς ἐπὶ τὴν γαστέρα φλέγμα καταῤῥέον ὀξυρεγμίας
7. αἴτιον γίγνοιτο, χρὴ κᾀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους
8. ἀποχωρίζειν αὐτὸ τοῦ τῆς γαστρὸς ἰδίου παθήματος.
9. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς ὀδύνας, ἢ διὰ τὴν οἰκείαν
10. αὐτῆς δυσκρασίαν, ἢ διὰ τὰ τῆς γαστρὸς περιττώματα.
11. καὶ μὲν δὴ καὶ τὸν ἐγκέφαλον ἐπισκέπτεσθαι καθ’
12. ἑαυτὸν, ὁποίας ἐστὶ κράσεως, ἄμεινον, οὖκ ἐκ τῆς τοῦ
13. παντὸς σώματος διαθέσεως. αὐτοῦ δὲ κατ’ αὐτὸν, ὁποίας
14. ἐστὶ κράσεως, ἐπίσκεψις ἥ τε πολίωσίς ἐστιν, οἵ τε κάταῤῥοι,
15. καὶ βῆχες, καὶ κόρυζαι, καὶ σιέλου πλῆθος. ἅπαντα
16. γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ ὑγρότερον
17. ὑπάρχειν. ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν
18. εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλάκρωσις
19. ἐπὶ ξηρότητι, καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν τριχῶν γένεσις
1. εὐκρασίας ἐγκεφάλου γνώρισμα. κατὰ τοῦτον οὖν τὸν τρόπον
2. ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα,
3. καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾷν ἐξ ἑνὸς,
4. ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι,
5. τοὺς δὲ γρυποὺς ξηροὺς, καὶ οἶς μὲν οἱ ὀφθαλμοὶ μικροὶ, ξηροὺς,
6. οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μὲν οὖν καὶ διαπεφώνηται
7. πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι, τῶν ὑγρῶν εἶναι μορίων
8. τοὺς ὀφθαλμοὺς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα
9. κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ, τῇ
10. ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος
11. ἀθροώτερόν τε καὶ πλεῖον, οὐκ ὀφθαλμοὺς μόνον,
12. ἀλλὰ καὶ τὸ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι
13. φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος
14. εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας,
15. ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς
16. ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δὲ δεύτερον τρόπον, ὅτι
17. τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται, τεχνικῆς
1. οὔσης καὶ τοῖς τῆς ψυχῆς ἤθεσιν ἀκολούθως διαπλαττούσης
2. τὰ μόρια. περὶ ταύτης γάρ τοι καὶ Ἀριστοτέλης ἠπόρησε,
3. μήποτ’ ἄρα θειοτέρας τινὸς ἀρχῆς εἴη, καὶ οὐ κατὰ τὸ θερμὸν
4. καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι
5. δοκοῦσι ποιεῖν οἱ προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι,
6. καὶ ταῖς ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν.
7. εὔλογον γὰρ, ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον
8. δ’ ἕτερον. ἀλλὰ καὶ χωρὶς τῶν τηλικούτων ζητημάτων
9. ἐνδέχεται ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν,
10. ὑγρὰν καὶ ξηρὰν, καὶ θερμὴν καὶ ψυχρὰν κρᾶσιν. ἁμαρτάνουσιν
11. οὖν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ
12. δὲ τὰ πόῤῥω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι
13. τοῦ δεῦρο καὶ παρ’ αὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα
14. μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ’ ὅτι τὰ μὲν παιδία
15. σιμώτερα, γρυπώτεροι δ’ οἱ παρακμάζοντες, εὔλογον, ὑγροὺς
16. μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς.
17. ἀλλ’ ἐνδέχεται μὲν, καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον
18. εἶναι τὸ τοιοῦτο μᾶλλον, ἢ τῆς κράσεως. εἰ δ’ ἄρα καὶ
1. τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης εἴη ἄν,
2. οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ’ αὐτῶν κᾀκεῖνο
3. λέγεται, τὸ ῥῖνά τε ὀξεῖαν γίνεσθαι καὶ ὀφθαλμοὺς κοίλους
4. καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει
5. κράσεσιν, ὅτι κᾀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί
6. τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις
7. μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ’ οὐχ οὕτως.
8. ἀλλ’ ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν
9. καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ μικροῖς
10. ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ, καὶ ξηρὰν καὶ ἄσαρκον καὶ
11. μέλαιναν καὶ δασεῖαν ἐπί τε τοῖς μεγάλοις ὀφθαλμοῖς
12. σιμῇ τε τῇ ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα τῆς ῥινὸς μόνης,
13. ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι,
14. καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζώου κράσεως
15. ἐντεῦθεν ἀποφαίνεσθαι. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν
16. ὀφθαλμῶν καὶ παντὸς οὗτινος οὖν ἑτέρου μορίου τὴν ἰδίαν
17. κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον,
18. οὐ περὶ τῆς ὅλης τοῦ σώματος κράσεως ἀφ’ ἑνὸς μέρους
1. ἐπίδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος, εἴτε θερμότητος
2. ἐπικρατούσης, εἴτε καὶ ἀμφοτέρων, ὀφθαλμοὺς γλαυκοὺς
3. τίθεσθαι χρὴ, γνώρισμα τῆς οἰκείας ἂν εἶεν οὕτω γε, καὶ
4. οὐ τῆς ἁπάντων τῶν μορίων τοῦ σώματος ἐνδεικτικοὶ κράσεως.
5. οὐδὲ γὰρ, εἰ σκληρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ
6. πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς
7. εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ
8. μαλακοὶ καὶ λευκοὶ γίνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’
9. εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἶς μὲν
10. ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσὶν, ὑγροὶ δ’, οἷς παχέα.
11. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα ἢ γρυπὴ, οὗτοι ξηροὶ, σιμῆς δ’
12. οὔσης, ὑγροί. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν,
13. καὶ τῶν κροτάφων, ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς
14. δ’ ἀνώμαλος ἡ κρᾶσις, καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μορίων,
15. ἄτοπόν ἐστιν ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων
16. ἀποφαίνεσθαι. τοιοῦτο δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν,
17. οὐχ ὑπὲρ ἀνθρώπων μόνων, ἀλλὰ καὶ περὶ τῶν
1. ἄλλων ζώων ἀποφῄνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς
2. κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὐδὲ
3. γὰρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῶον, ἀλλ’
4. ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν, οὔτ’ εἰ δασύ.
5. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’ εἰ μαλακὸν ἢ ψιλὸν τριχῶν,
6. ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῶον. ἀλλ’ εἰ μὲν ὁμαλῶς
7. κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόν περ τὸ δέρμα, τοιοῦτο
8. εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων· εἰ δ’ ἀνωμάλως,
9. οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα,
10. ξηρότατον δὲ τὸ δέρμα. τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς, οἷόν
11. περ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων
12. ἁπάντων τῶν τοιούτων ζώων ὀνομασθέντων, ἐκ
13. τοῦ τὸ δέρμα παραπλήσιον αὐτοῖς εἶναι τῷ ὀστράκῳ. καὶ
14. τὰ μαλακόστρακα δὲ, καθάπερ ἀστακοὶ, καὶ κάραβοι, καὶ
15. καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν
16. κρᾶσιν ὑγράν. καὶ αὐτὸ δὴ τοῦτο πολλάκις αἴτιον ὑπάρχει
17. τοῖς ζώοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς
1. τὸ ξηρὸν καὶ γεῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα.
2. μὴ τοίνυν μήθ’, ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ
3. τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν, μήθ’, ὅτι πλαδαρὰ
4. καὶ μυξώδης, ἤδη τοιοῦτο ὑποληπτέον εἶναι καὶ τὸ δέρμα.
5. δίκαιον γὰρ, ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι.
6. ταῦτά τε οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα
7. καταλελοιπότες· ἔτι δὲ πρὸς τούτοις, ὅτι μηδὲ
8. μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου,
9. τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς, ἐξ οἵων εἰς οἶα
10. γίγνεται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν
11. κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι.
12. φέρε γὰρ, εἴ τις ἐτῶν γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη,
13. μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρὸς, ἀλλ’ ὅτι πρόσθεν μὲν
14. τοιοῦτος ἐγένετο, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες,
15. ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι
16. βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ καὶ κατὰ
17. βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος,
18. ἐκπιπτουσῶν ἐκ τῆς ἄκρας ξηρότητος τῶν τριχῶν· ἐνίοις δὲ
1. ἄχρι πλείστου παραμένουσιν, οἶς ἂν μήτ’ ἀποξηρανθῶσιν
2. ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ, καὶ τὴν πρώτην ἔκφυσιν
3. αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς
4. ἐνεῤῥιζωμένων τῇ γῇ. μὴ τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν,
5. εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν
6. ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν·
7. εἰ δὲ γέρων, οὐκ ἔτι. γίνονται γὰρ αἱ μελαγχολικαὶ
8. κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μὴν, ἐπειδὰν ἄρξηται
9. τοῦτο πάσχειν, εὐθὺς καὶ κατοπτᾶται τελέως. ἀλλ’ ἐν τάχει
10. μὲν ἱκανῶς ἔσται δασὺς ὁ θερμὸς καὶ ξηρὸς, εἴ γε
11. μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός.
12. ἡ γὰρ τοῦ δέρματος πύκνωσις, εἴργουσα τῶν παχυτέρων
13. περιττωμάτων τὴν διέξοδον, ἀναγκάζει συγκαίεσθαι
14. κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτο αὐτοῖς ὑπάρχειν
15. ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς
16. ἀγγείοις ἔσεσθαι μέλλει, προελθόντος τοῦ χρόνου. καὶ ταῦτ’
17. οὖν ἠμέληται τοῖς ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις, ἐπειδὰν
1. ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως περὶ τῶν κράσεων
2. ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις
3. τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δὲ οὐχ ὅλον
4. ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε περιττώματα μὲν ἀθροίζεσθαι
5. φλεγματώδη, ὑγρὸν δὲ οὐκ εἶναι τὸ μόριον, ἀλλὰ
6. ψυχρὸν μὲν ἐξ ἀνάγκης, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ
7. γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον.
8. οὐ γὰρ ἐνόησαν, ὡς ἐκ τῶν σιτίων, καὶ οὐκ ἐξ αὐτοῦ τοῦ
9. σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδὲν,
10. εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων,
11. ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς
12. ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν,
13. ὥσπερ τὸ σῶμα ξηρὸν, οὕτω καὶ τὸ περίττωμα δεῖν ξηρὸν
14. εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ξηρότερός
15. τε καὶ ψυχρότερος, οὐ μελαγχολικός ἐστιν ὁ τοιοῦτος,
16. ἀλλὰ φλεγματικὸς τοῖς περιττώμασιν. εἰ δ’ ἐκ μεταπτώσεως
17. ἐγένετο ξηρὸς καὶ ψυχρὸς, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη
1. καὶ μελαγχολικός ἐστιν· οἷον εἴ τις ἔμπροσθεν θερμὸς καὶ
2. ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος ἐγέννησε πλείστην τὴν
3. μέλαιναν χολήν. οὗτος γοῦν ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἷναι
4. καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δ’ ἀπ’
5. ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρὸς, ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ
6. λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος
7. καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ, καὶ τὸ τῆς ψυχῆς
8. ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά
9. γε τὰ περιττώματα. ταῦτά γε οὖν ἅπαντα διαμαρτάνουσιν
10. οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν
11. ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ
12. παντὸς, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ, μεταβῆναι. διὰ ταῦτα γὰρ
13. καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ
14. ἔτι τοῦτο προσθεὶς οἶον κορωνίδα τε καὶ κεφαλὴν τῷ λόγῳ
15. παντὶ, καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν
16. ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’
17. ὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα, προφανῶς οἴονται
18. δείκνυσθαι τὸ ξηραίνεσθαι πάντῃ πρὸς θερμασίας, οὐκ
1. εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη.
2. ἔστι δ’ οὐ ταὐτὸ, ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην
3. ἔν τισι χώραις, ἢ ξηροτέραν ἀπεργάζεσθαι τὴν οἰκείαν κρᾶσιν.
4. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίνεται
5. δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας
6. ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ
7. ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπάντων
8. τῶν μεταξὺ χώρων. ἅπαντα οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν
9. κρᾶσίν ἐστιν, προσαγόμενα τοῖς οὕτω διακειμένοις, ἐκκενοῖ
10. μὲν τὸ περιττὸν ἐκεῖνο, τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν
11. κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσούτου ἀποδεῖ τοῦ
12. ξηραίνειν, ὥστε καὶ προσδίδωσιν αὐτοῖς ὑγρότητα. τὸ μὲν
13. οὖν ἀληθὲς ὧδ’ ἔχει. δεῖ δὲ τοῖς εἰρημένοις ἀποδείξεως,
14. ἣν μακροτέραν τε εἶναι νομίζων, ἢ ὥστε προσγράφεσθαι
15. κατὰ τόνδε τὸν λόγον, ἔτι δὲ ἀκροατοῦ δεομένην ἐπισταμένου
16. περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν
1. διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον τοῦτον λόγον τὸν περὶ
2. κράσεων ἅπαντα διέλθω, καὶ δείξω περὶ τῶν κατὰ δύναμιν
3. ὑγρῶν καὶ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν ἅπασαν τὴν
4. μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ἕτερον ὅλον ὑπὲρ τῆς ἀνωμάλου
5. δυσκρασίας ἔγνωκα γράψασθαι. τελειωθήσεται γὰρ
6. ἅπας ἡμῖν ὁ περὶ κράσεων λόγος, εἴς τε τὴν θεραπευτικὴν
7. μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.6, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.6, ed. Kühn, 1821, vol. 1, p. 622-645. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩