ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ
ΤΡΙΤΟΝ.
1. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν
2. καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι
3. ποιότητα τοιοῦτο εἶναί φαμεν, ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν,
4. ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες, ἢ πρὸς
5. ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ
6. καὶ ὡς ἄν τις μάλιστα δύναιτο διαγινώσκειν ἀκριβῶς αὐτά.
7. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων ἐπελθεῖν, αὐτὸ
8. πρότερον ἐξηγησαμένοις τοὔνομα, τί ποτε σημαίνει, δυνάμει.
9. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν
1. ὑπάρχῃ μὲν μηδέπω τοιοῦτο, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι,
2. δυνάμει φαμὲν ὑπάρχειν αὐτό· λογικὸν μὲν τὸν ἄρτι
3. γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιθα, καὶ θηρατικὸν
4. τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον· ὅπερ ἔσεσθαι πάντως
5. ἕκαστον αὐτῶν μέλλει, μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν
6. αὐτῷ γενομένου, τουθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν, οἶμαι,
7. καὶ δυνάμει πάντα ταῦτά φαμεν ὑπάρχειν, οὐκ ἐνεργείᾳ.
8. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει
9. δὲ ἀτελές τι καὶ μέλλον ἔτι, καὶ οἷον ἐπιτήδειον μὲν
10. εἰς τὸ γενέσθαι, μηδέπω δὲ ὑπάρχον, ὃ λέγεται. οὔτε γὰρ
11. τὸ βρέφος λογικὸν ἤδη, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος
12. ἄρτι κύων ἤδη θηρατικὸς, ὅ γε μὴ βλέπων
13. μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾷν οὕτως ὀνομάζεται.
14. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν,
15. ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται, μηδέ τινος
16. τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου. ἤδη δὲ καὶ ὅσαι
1. προσεχεῖς ὕλαι τῶν γινομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ
2. λέγειν, ἢ οἰκείαν, ἢ ἰδίαν, ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται
3. τὸ πλησίον, καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ
4. αἷμα δυνάμει σάρκα προσαγορεύοις, ἐλαχίστης μεταβολῆς
5. δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ
6. πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς, ἀλλὰ διὰ μέσου
7. τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα, καὶ ὁ ἄρτος ἐπιπλέον
8. ἀποκεχώρηκε. τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς
9. γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα πάντα δυνάμει λέγεται σὰρξ.
10. καὶ πρὸ τούτων πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων
11. αὐτῶν ὕλη κοινή. ταῦτα μὲν οὖν ἅπαντα καταχρωμένων
12. ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ
13. κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν.
14. ἐφεξῆς δὲ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν
15. τὴν καπνώδη φλόγα λέγεις ὑπάρχειν, ἢ τὸν ἀτμὸν
16. ἀέρα δυνάμει. λέγεται δέ ποτε τὸ δυνάμει καὶ τῷ κατὰ
1. συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’
2. εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα, κατὰ συμβεβηκὸς
3. οὖν οἰκείᾳ δυνάμει. κατὰ τοσούτους δὴ τρόπους
4. καὶ τὰ δυνάμει ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμὰ λεχθήσεται
5. καὶ ζητήσεται δεόντως, τί δήποτε καστόριον, ἢ εὐφόρβιον,
6. ἢ πύρεθρον, ἢ στρουθίον, ἢ νίτρον, ἢ μίσυ
7. θερμὰ λέγομεν, ἢ θριδακίνην, ἢ κώνειον, ἢ μανδραγόραν,
8. ἢ σαλαμάνδραν, ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις
9. τρόποις ὑποπέπτωκεν, ἢ κατ’ ἄλλον τινὰ λέγεται, μηδέπω
10. δ’ εἰρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ,
11. ἔλαιόν τε καὶ πίττα, δυνάμει θερμὰ, διότι ῥᾳδίως ἐνεργείᾳ
12. γίνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα, καὶ τοῖς
13. σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις
14. δὲ καὶ μίσυ καὶ νάπυ καὶ νίτρον, ἄκορόν τε καὶ μαῖον, καὶ
15. κόστος, καὶ πύρεθρον, ἡμῖν μὲν προσαγόμενα θερμὰ φαίνεται,
16. τὰ μὲν αὐτῶν μᾶλλον, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι
17. πέφυκεν. ἢ οὖν παραλογίζονται σφᾶς αὐτοὺς οἱ
1. τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται;
2. ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μὴ διανθρακοῦνται σκοπεῖν,
3. ὡς οὐδὲν ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ
4. ἀέρος ἐκπυρωθέντος, ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ
5. γῆς, ἤ τινος γεώδους γίνεται. καὶ δὴ μέχρι μὲν
6. τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντῃ, φαίνεται
7. γὰρ, ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται,
8. ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι, διὰ τὸ παχυμερὲς
9. εἶναι, μὴ παραδέξεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται
10. γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων
11. δυνάμεως. ὅσα μέντοι σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα,
12. ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασὶν, ἁπτομένοις
13. οὐ φαίνεται θερμά; τοῦτο δὲ οὐκ οἶδα τίνος ἕνεκα
14. λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν
15. ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστὸν,
16. ὅπως ἁπτομένων οὐ φαίνεται θερμά. νυνὶ δὲ, τῷ δύνασθαι
17. γενέσθαι ῥᾳδίως θερμὰ, δυνάμει τὰ τοιαῦτα προσαγορεύομεν.
1. θαυμαστὸν οὖν οὐδὲν πέπονθεν, εἰ μήπω θερμαίνει
2. τοὺς ψαύοντας αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξεται, πρὶν
3. ὑπ’ αὐτοῦ νικηθέντα τὰ ξύλα μεταβληθῆναι, καὶ τοῦτο
4. πάντως ἔν τινι χρόνῳ γίνεται· κατὰ τὸν αὐτὸν τρόπον
5. οὐδὲ τὴν ἐν τοῖς ζώοις θερμασίαν, εἰ μὴ πρότερον ἀπ’
6. αὐτῆς ἐκείνης τὰ φάρμακα μεταβληθῇ. καθ’ ἕτερον μὲν
7. γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται,
8. καθ’ ἕτερον δὲ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων.
9. ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμὰ, τῶν φαρμάκων δὲ
10. οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται, πρὶν ἐνεργείᾳ
11. γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει,
12. καθάπερ γε οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός.
13. οὕτω καὶ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν αὐτῶν
14. φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς
15. πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου
16. δεῖται πλείονος. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ τὰ φάρμακα
17. πρῶτον μὲν εἰς μικρὰ καὶ λεπτὰ καταθραυσθῆναι δεῖται,
18. δεύτερον δὲ χρόνῳ τινὶ, κᾂν ἐλαχίστῳ, τοῖς σώμασιν ἡμῶν
1. ὁμιλῆσαι, πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας
2. αὐτὰ, μήτε θερμήνας πρότερον, ἀξιοῖς ἤδη γενέσθαι
3. θερμὰ, τί ποτε σημαίνει τὸ δυνάμει θερμὸν, ἐπιλελῆσθαί
4. μοι δοκεῖς. ὡς οὖν ἐνεργείᾳ θερμὰ βασανίζεις αὐτά.
5. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστὸν, εἰ θερμανθῆναι δεῖται
6. πρότερον, ἵν’ ἀντιθερμάνῃ. γίνεται γὰρ δὴ τοῦτο καὶ
7. κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην
8. φλόγα διασώζει τε ἅμα καὶ αὔξει, θερμαινόμενα πρότερον
9. ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν οὐδὲν ἀπεικός ἐστιν, οὐδὲ τὴν
10. ἐν τοῖς ζώοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς
11. τοιούτοις φαρμάκοις, ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ
12. καὶ φαίνεται γινόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις
13. ὁτιοῦν αὐτῶν, ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’
14. ὅλως θερμαίνεται. καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον
15. τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν
16. ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργασάμενοι
17. τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵνα τε εἴσω
1. δύῃ τὸ φάρμακον, καὶ ὁμιλοῦν τῷ συμφύτῳ τοῦ ζώου θερμῷ
2. μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ
3. τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς
4. ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχὲς, ὡς εἰ καὶ τῆς δᾳδὸς
5. ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ
6. καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ, οὐδὲν ἔτι τοῦ σπινθῆρος
7. δεόμενον. ἕκαστον μὲν οὖν τῶν δυνάμει θερμῶν
8. οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ,
9. πλησίον δὲ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας
10. τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι. καὶ
11. ταύτην αὐτῷ ποτὲ μὲν ἡ τρίψις ἱκανὴ παρέχειν ἐστὶ, ποτὲ
12. δ’ ἤτοι τὸ πῦρ, ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον.
13. οὔκουν οὐδὲν θαυμαστὸν εἰπεῖν, διὰ τί τὰ μὲν εὐθὺς
14. ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν
15. αὐτὸ πέφυκε, τὰ δὲ ἐν πλείονι χρόνῳ δρᾷν τοῦτο. καὶ
16. γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται,
17. καθάπερ ἡ θρυαλλὶς, καὶ ἡ δᾲς ἡ λεπτὴ, καὶ ἡ πίττα,
1. καὶ ὁ κάλαμος ὁ ξηρὸς, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν,
2. οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ
3. μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν
4. ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ἐροῦμεν· ἐξ ὑποθέσεως δ’
5. αὖ, ἕνεκα τῶν παρόντων, καὶ νῦν αὐτῷ χρησόμεθα, τέσσαρας
6. εἰπόντες εἷναι παντὸς σώματος δυνάμεις οἰκείας,
7. ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τῶν αὐτῶν
8. καθεκτικὴν, καὶ τρίτην ἀλλοιωτικὴν, καὶ τετάρτην ἐπ’ αὐταῖς
9. τῶν ἀλλοτρίων ἀποκριτικὴν, εἶναί τε τὰς αὐτὰς δυνάμεις
10. ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ
11. καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι φαμέν.
12. ἐπειδὰν δὲ κατὰ μίαν ἡντιναοῦν τῶν ἐν αὐτῇ ποιοτήτων
13. τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν
14. αὐτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον, οὔτ’ ἐξομοιωθῆναι
15. δύνασθαι τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε
16. τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’
17. ἐκεῖνο μεταβάλλοι, τοῦτ’ ἔστι καθ’ ὅλην ἑαυτοῦ τὴν οὐσίαν
18. ἐνεργήσαι, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ, καὶ τραφείη πρὸς
1. τοῦ μεταβληθέντος. οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ
2. τὴν τελείαν ὁμοίωσιν.