Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.2, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 3.2, ed. Kühn, 1821, vol. 1, p. 655-661. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:3.2

3. Ἐπειδὴ δὲ τοῦτο διώρισται, πάλιν ἐκεῖθεν
4. ἀρκτέον τοῦ λόγου. τῶν ζώων ἕκαστον οἰκείαις τρέφεται
5. τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ, πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι
6. δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν
7. ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει
8. κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ
9. ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον
10. ὑπαρχούσης ἐν αὐτοῖς διαφορᾶς. τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά
11. τέ ἐστι καὶ ὅμοια, τὰ δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας
12. τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας
13. τε ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖται. τὸ μὲν
14. οὖν ὀρνίθειον κρέας ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ
15. δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς
16. ἐξομοίωσιν οἶνος, ὅθεν καὶ τρέφει, καὶ ῥώννυσι τάχιστα.
17. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις,
18. γαστρί τε καὶ ἥπατι καὶ φλεψὶν, ἐν οἶς προκατεργασθεὶς 
1. τρέφειν ἤδη δύναται τὸ σῶμα· πρὶν δὲ τῆς ἐν
2. τούτοις μεταβολῆς ἐπιτυχεῖν, οὐχ οἷόν τ’ αὐτὸν τροφὴν
3. ζώου γενέσθαι, κᾂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος
4. ἔξωθεν εἴη τῷ σώματι. πολὺ δέ τι μᾶλλον ἄρτος
5. ἔξωθεν ἐπικείμενος, ἢ τεῦτλον, ἢ μάζα, τρέφειν ἀδύνατον.
6. τὰ μὲν οὖν ὁμοιούμενα πάντῃ τροφαί· τὰ δ’ ἄλλα σύμπαντα
7. φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις.
8. ἢ γὰρ οἷα προσελήφθη διαμένοντα, νικᾷ καὶ μεταβάλλει τὸ
9. σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ ταῦτα πάντως
10. φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεώς
11. ἐστιν· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα, σήπεται
12. τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται, κἄπειτα συνδιαφθείρει
13. τε καὶ σήπει τὸ σῶμα. δηλητήρια δέ ἐστιν ἔτι καὶ
14. ταῦτα. τρίτον δ’ ἐστὶν ἐπ’ αὐτοῖς εἶδος φαρμάκων, τῶν
15. ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων.
16. καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι, καὶ πάσχοντα,
1. νικᾶται τῷ χρόνῳ, καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ
2. καὶ τούτοις, ἅμα τε φαρμάκοις εἷναι καὶ τροφαῖς. θαυμαστὸν
3. δ’ οὐδὲν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην
4. ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν
5. ἔξω πολλὰ τοιαῦτα. κατὰ μὲν γὰρ τὴν ἐπὶ τῆς Ἀσίας
6. Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε. κόπρος
7. ἀπέκειτο περιστερῶν, ἤδη σεσηπυῖα, καὶ τεθερμασμένη, καὶ
8. ἀτμὸν ἀναπέμπουσα, καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης
9. δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα
10. νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου
11. λάβρος ἥλιος προσβαλὼν, ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ
12. ξύλα. κᾀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι
13. καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως διεδέξαντο
14. τὸ πῦρ, καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ
15. δ’ ἅπαξ ἡ φλὸξ ἐκείνης ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη
16. τὴν οἰκίαν. οὕτω δή πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην
17. φασὶ διὰ τῶν πυρίων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις.
1. ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον, καὶ στυππεῖον,
2. καὶ θρυαλλὶς, καὶ νάρθηξ, καὶ πᾶν ὅ τι ἂν ὁμοίως
3. ᾖ ξηρὸν καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι,
4. καὶ μᾶλλον ἂν θείου τις αὐτοῖς ἐπιπάσσῃ.
5. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτο ἦν. πάντα γοῦν
6. ἀνάπτεται προσβαλλούσης θερμασίας, οἶς ἂν ἐπαλειφθῇ.
7. σκευάζεται δὲ κᾀκεῖνο διά τε θείου καὶ τῆς, ὑγρᾶς ἀσφάλτου.
8. καὶ μὲν δὴ καὶ ὡς θαυμαστόν τις ἐδείκνυ· ἀποσβεννὺς
9. λύχνον, αὖθις ἧπτε, τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ
10. προσέφερεν· ἐτεθείωτο δὲ ἄρα καὶ ὁ τοῖχος καὶ ὁ λίθος.
11. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γινόμενον.
12. πάντα οὖν ταῦτα τὰ φάρμακα, θερμὰ μὲν οὔπω τελέως
13. ἐστὶν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμά· καὶ
14. διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων
15. οὐδὲν ἄπορον. ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος
16. ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος
17. οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον, οὐχ
1. ἁπλῶς ὥσπερ θερμὸν φάρμακον, ἀλλ’ ὡς οἰκεία τροφὴ,
2. θερμαῖνον τὸ ζῶον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ
3. τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων
4. ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ, ῥώσει
5. τε διὰ παντὸς αὐτὰ, καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν.
6. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν. οἴνῳ δ’ ἴδιον ἐξαίρετον
7. ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς, ὡς δᾳδὶ, καὶ
8. θρυαλλίδι, καὶ στυππείῳ, καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος
9. ἐχόμενοι τοῦ πυρὸς, ἀναμνήσομεν αὖθις ξύλων ὑγρῶν, ἃ
10. τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρὸς, ἀλλ’ οὐκ εὐθὺς, οὐδ’
11. ἐκ τοῦ παραχρῆμα. καὶ διὰ τοῦτο ἐπιβληθέντα πολλὰ
12. τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα, καὶ μάλιστ’, ἂν ἀσθενὴς
13. ὑπάρχῃ καὶ σμικρὰ, κίνδυνον ἐπάγει φθορᾶς. οὕτως
14. οὖν κᾀν τοῖς ζώοις, ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως
15. καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψύχος μᾶλλον
16. ἐπάγειν ἢ θάλπος ἐν τῷ παραχρῆμα φαίνεται. θερμαίνει
17. μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν,
1. εἰ μόνον αὐτοῖς προσγένηται τὸ θρέψαι τὸ σῶμα.
2. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ
3. ζώου θερμόν. εἰ δὲ καταποθείη μὲν ὡς τροφὴ, μὴ μέντοι
4. δὲ κρατηθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον,
5. εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς
6. λεγομένης, ὥς γε αὐτὸς ἐδίδαξε τοῦτ’ εἰπών· Τροφὴ
7. δὲ τὸ τρέφον, τροφὴ τὸ οἷον τροφὴ, καὶ τὸ μέλλον· ἡ
8. μὲν ἤδη τρέφουσα, καὶ προστιθεμένη, καὶ μηκέτι μέλλουσα,
9. κυρίως ὀνομάζεται τροφὴ καὶ δὴ καὶ θερμαίνει πάντως τὸ
10. τρεφόμενον σῶμα· τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ
11. κυρίως εἰσὶν, ἀλλὰ τὸ μὲν οἷον τροφὴ, τὸ δ’, ὅτι μέλλει
12. τοιοῦτο γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ
13. θερμαίνει τὸ ζῶον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα,
14. καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον. ἀλλ’ ἐὰν
15. ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ
16. πολὺ, καταπνίξεις, καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον 
1. ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς, ὡς μὴ
2. κρατεῖσθαι, πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ
3. ζῶων, ὥστε καὶ πάθη ψυχρότερα γεννᾷ. ἀποπληξίαι γοῦν
4. καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις
5. ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου
6. πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου
7. γὰρ, ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει,
8. ταῦθ’ εὕροις ἄν ποτε ψύχοντα, καθ’ ὅ τι καὶ τὴν
9. φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ
10. καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν
11. ἅπαντα τοῖς τε περὶ στοιχείων καὶ τοῖς περὶ κράσεων
12. λογισμοῖς.

Cliquer un n° de page pour en afficher l’image