13. Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι, τό
14. τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ, κατὰ τοῦ δέρματος
15. ἐπιτιθέμενα, διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτὸ, καθάπερ
16. νάπυ καὶ τάριχος, σκόροδά τε καὶ κρόμμυα. καίτοι τοῦτο
17. συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ, ὅτι
1. μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεπτόμενα,
2. κᾀν ταῖς φλεψὶν αἱματούμενα· πρὸς δὲ τούτοις, καὶ διότι μὴ
3. μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντῃ φερόμενα·
4. καὶ πρὸς τούτοις, διότι μίγνυται καὶ χυμοῖς πολλοῖς, καὶ
5. τοῖς ἅμα αὐτοῖς λαμβανομένοις σιτίοις· ἔτι δὲ πρὸς τούτοις,
6. ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίνεται, καὶ ἡ διάκρισις,
7. ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς
8. καὶ δριμὺ διὰ γαστρός τε ἅμα καὶ οὔρων καὶ ἱδρώτων
9. ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν, ἐσθιόμενον
10. οὐχ ἑλκοῖ. καίτοι κᾂν τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν
11. αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐκτὸς,
12. οἶον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ
13. νάπυ τοιοῦτο, οἶον ἔξωθεν ἐλήφθη, δῆλον ὡς οὐδὲ τὴν
14. δύναμιν αὐτοῦ μένειν ἀξιώσεις. εἰ δὲ καὶ διακρίνεται καὶ
15. καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν
16. ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα
1. δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ
2. μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό.
3. γνοίης δ’ ἂν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων
4. σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ
5. μὲν δὴ, κᾂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ
6. τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότε
7. οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ αὑτὸ κωλῦσαι
8. τὸ νάπυ δρᾶσαί τι τοιοῦτο ἐντὸς, οἷον ἐκτὸς ἔδρα
9. περὶ τὸ δέρμα, πολὺ δή που μᾶλλον, οἶμαι, πάντων ἅμα
10. συνελθόντων. καὶ γὰρ ἀλλοιοῦται πεπτόμενον, καὶ διακρίνεται,
11. καὶ καθαίρεται, καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται, καὶ
12. μερίζεται πολλαχῶς, καὶ πανταχῇ φέρεται, καὶ χρονίζει κατ’
13. οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμὺ, πάντως ἂν
14. ἥλκωσε καὶ τὰ ἐντὸς, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ.
15. γίνεται γὰρ πολλοῖς πολλάκις, τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν,
16. τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ
17. σηπεδόνος ἡ καλουμένη κακοχυμία. καὶ τούτοις ἐνίοτε μὲν
1. ἑλκοῦταί τι καὶ τῶν ἐντός· ὡς τὰ πολλὰ δὲ καὶ τῷ τὴν
2. φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς
3. τὸ δέρμα, τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι.
4. καρκῖνός τε γὰρ, καὶ φαγέδαινα, καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος,
5. ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα,
6. καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης
7. εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον, οὔτε
8. διὰ τί τῶν φαρμάκων ἔνια μὲν ἡμᾶς οὐδὲν ἔξωθεν ἀδικοῦντα,
9. μέγα τι κακὸν ἐργάζεται καταποθέντα· τινὰ
10. δὲ πολλάκις ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δὲ ὠφέλησεν·
11. ἔνια δὲ οὐ μόνον ἔσωθεν, ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ.
12. συλλήβδην γοῦν εἰπεῖν, οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν
13. ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς, οὔθ’
14. ὁ τῆς ἀσπίδος, οὔθ’ ὁ τῆς ἐχίδνης ἰὸς, οἳ δὴ καὶ χωρὶς ἕλκους
15. ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι
16. δύναμιν, ἢ τῷ δέρματι μόνῳ προσομιλήσαντες, ἢ εἴσω μεταληφθέντες.
17. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων
1. φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις·
2. οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ
3. πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ,
4. καὶ μετὰ τοσῆσδε ποσότητος, καὶ τῆς πρὸς τάδε μίξεως,
5. ὠφέλησεν, ἀκαίρως δὲ, καὶ πολλὰ, καὶ ἄμικτα ληφθέντα,
6. βλάβην ἤνεγκεν, οὐδὲν ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ
7. γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε, καὶ τῷ πυρὶ, καὶ
8. πᾶσιν ὡσαύτως φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου
9. γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα, καὶ χρώμενοι μεγάλα
10. πρὸς αὐτῆς ὀνινάμεθα, καίτοι τῆς ἀμέτρου καιούσης
11. ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν,
12. ἡ δὲ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν,
13. εἶναί τι φάρμακον οὕτω δυνάμει θερμὸν, ὡς, εἰ μὲν πολύ
14. τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν
15. τε καὶ καίειν αὐτὸ παντελῶς, εἰ δ’ ὀλίγον εἴη ἢ
16. καὶ σὺν τοῖς κολάζουσιν τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ μὴ
17. βλάπτειν μηδὲν, ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν,
1. ἤτοι τὸν Κυρηναικὸν, ἢ τὸν Μηδικὸν, ἢ τὸν Παρθικὸν,
2. αὐτὸν καθ’ αὑτὸν οὐκ ἔστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ
3. παντελῶς ὀλίγος, ἢ σὺν ἄλλοις ἐν καιρῷ τῷ προσήκοντι
4. ληφθείη, μεγάλως ὠφελεῖ. ταύτῃ μὲν οὖν, ὅσα θερμαίνει τὸ
5. σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν
6. ἐῤῥέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ
7. ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ
8. σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει,
9. κᾂν εἰ θερμῄνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν
10. αὐτῶν φύσις ψυχρὰ, καθότι καὶ τὸ ὕδωρ. ὀρθῶς οὖν καὶ
11. τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ
12. τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων
13. τὰ μὲν εἶναι καθ’ αὑτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός.
14. οἷον καὶ τὸ ὕδωρ καθ’ αὑτὸ μὲν ψυχρὸν, κατὰ συμβεβηκὸς
15. δέ ποτε θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος αὐτοῦ θερμασία
16. ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς
17. οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ, κατασβέννυσιν αὐτὴν,
18. οὕτω καὶ τὸ μηκώνειον εἰ καὶ ὅτι μάλιστα θερμῄνας δοίης,
1. ἀποψύξεις τε τὴν ἐν τοῖς ζώοις θερμασίαν, καὶ κίνδυνον
2. ἐπάξεις θανάτου. πάντα οὖν τὰ τοιαῦτα φάρμακα, βραχέα
3. τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς
4. ψύξεως δυναμένοις, ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν
5. ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ
6. δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι
7. τοὺς ὑδερικοὺς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς·
8. ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ,
9. καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχοντι,
10. κενοῖ διὰ τῶν οὔρων αὐτήν. μάλιστα οὖν χρὴ προσέχειν
11. τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι
12. λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων,
13. εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα, κᾄπειτα κατὰ
14. τὴν οἰκείαν φύσιν ἀλλοιούμενα, διατίθησί πως τὸ σῶμα,
15. καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ
16. κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων,
17. εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ, ψύχει·
1. εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει πάντως·
2. εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.3, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 3.3, ed. Kühn, 1821, vol. 1, p. 661-668. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩