6. Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις
7. τῶν πρὸς ἡμᾶς ὑγρῶν, ἢ ξηρῶν, ἢ ψυχρῶν, ἢ θερμῶν, οὐκ
8. ἔξωθέν ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν, ἀκριβῶς
9. ἂν γίνοιτο, καὶ ὡς πρώτην μὲν καὶ μάλιστα ταύτην εἴη
10. σκεπτέον, ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὴν ἔξωθεν. εἰ μὲν
11. γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ
12. ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον, ἀμελοῦντας τῶν ἄλλων
13. ἁπάντων γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ, καὶ ἀσαφὴς, ἢ ἐπίμικτος,
14. ἤ τινα ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ
15. πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν. οὐκ οὖν οὐδὲ πρὸς
16. ταῦτα πόῤῥωθεν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ ζητουμένου,
1. οἶον εἰ τὸ ἔλαιον θερμὸν, οὐχ ὅτι γλίσχρον, ἢ ὠχρὸν, ἢ
2. κοῦφον, ἀλλ’ εἰ ῥᾳδίως ἐκφλογοῦται· τοῦτο γὰρ ἦν αὐτῷ
3. τῇ δυνάμει θερμὸν εἶναι, τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ
4. θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἡμετέρων
5. σωμάτων, οὐκ εἰ παχυμερὲς, ἢ λεπτομερὲς, ἢ ὑγρὸν, ἢ κοῦφον,
6. ἢ γλίσχρον, ἢ ὠχρὸν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον.
7. οὕτω δ’ οὐδ’ εἰ γλυκὺ, καὶ κοιλίαν ὑπάγον, ἢ εὔρουν ἐργαζόμενον
8. ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη τὸ αἷμα. καὶ
9. γὰρ καὶ ταῦτα περιττὰ, παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον.
10. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο,
11. καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον·
12. ἐπεὶ δ’ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται. πολὺ
13. δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηται, καὶ ἠμφισβήτηται
14. τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν, εἴτε ψυχρά.
15. χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις
16. ὑπάρχειν ἢ θερμοῖς, ἢ ψυχροῖς, ἢ ξηροῖς, ἢ ὑγροῖς, ἀκριβεῖς
17. καὶ σαφεῖς διορισμοὺς, ὡς ἔμπροσθεν ἐπὶ τῶν ἐνεργείᾳ
1. λεγομένων ἐποιησάμεθα. προσήκει δ’, οἶμαι, τὴν ἀρχὴν ἀπὸ
2. τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν
3. τούτοις, ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν
4. τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ σιτίον,
5. ἀπηλλάχθω τὸ προσαγόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου
6. θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν
7. ἐποιησάμεθα διορισμὸν, ἡνίκα τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα
8. διαγινώσκειν ἐπεχειροῦμεν, οὗτος οὐδὲν ἂν ἧττον εἴη
9. καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε
10. γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σαφῶς,
11. εἴτε θερμὸν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ
12. τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς
13. οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής
14. τε καὶ εἰλικρινὴς ἡ φύσις ἐξετάζηται τοῦ προσαγομένου,
15. χλιαρὸν ὡς οἷόν τε μάλιστα ὑπαρχέτω, μηδεμίαν ἐπίσημον
16. ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς.
17. ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου
18. τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει
1. σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις
2. ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ
3. διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτως
4. γε ψυχρόν. ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν
5. τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι
6. τῇ θερμῇ θερμὸν, ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ
7. πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. ἐνίοτε
8. γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμὴ, μετρίως δὲ ψυχρὸν
9. ὑπάρχει τὸ φάρμακον, οὔτ’ ἠλλοίωσεν αὐτὴν, ἔτι τε πρὸς
10. τούτῳ ψύξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν,
11. ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε, κᾀκ
12. τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ, κᾂν εἰ
13. τῇ ψυχρᾷ διαθέσει τὸ προσφερόμενον μηδεμίαν ἐπιφέροι
14. θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν
15. ἔδρασεν εἰς τὴν ἄκρου θερμοῦ δεομένην διάθεσιν. οὐκοῦν
16. οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων
17. τὰς δυνάμεις, οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ
18. καθ’ αὑτό. κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις
1. καὶ ὁ χρόνος. ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ
2. δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι
3. ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν
4. δήπου καὶ καθ’ ἑαυτό γε καὶ δι’ ἑαυτὸ τοιοῦτο· τὸ δ’ ἐν
5. τῷ χρόνῳ, τάχ’ ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο,
6. καθάπερ ἐπὶ τετάνου, θέρεος μέσου, νέῳ εὐσάρκῳ, ὕδατος
7. ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιεῖται. ἀλλ’
8. ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ
9. τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ
10. μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ
11. τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων. οὔτ’ ἐν τῷ καταχεῖσθαι
12. παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων, ἐν
13. θέρει μέσῳ, μετὰ τὸ παύσασθαι καταχέοντας ὥσπερ οὖν
14. οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει
15. ταῦτα, κᾂν ἔμψυχα, κᾂν ἄψυχα σώματα ὑπάρχῃ, κᾂν θερμὰ,
16. κᾂν ψυχρὰ, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος,
17. ἢ φύσις σώματος, ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν
18. ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως
1. ἂν ἐζητεῖτο, πότερον θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό.
2. νυνὶ δ’ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα
3. καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος
4. θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρὸς, εἰ
5. τούτοις προσενεχθείη, ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος,
6. εὔλογον οἶμαι, κατά τι συμβεβηκὸς, οὐ καθ’ ἑαυτὸ
7. θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί.
8. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλήσει τοῦ
9. θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας,
10. ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’
11. εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν
12. ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν.
13. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν
14. ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίνεται τῆς θέρμης, ἔνδειξις
15. δὲ τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν
16. ὕδωρ. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει
17. δ’ αὐτοῦ πύκνωσίς τε ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις
18. ἠκολούθησε τοῦ θερμοῦ· τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει
1. κώλυσις τῆς διαπνοῆς, τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία
2. τῶν ταύτῃ χυμῶν. ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς
3. τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία
4. τὴν γένεσιν αὐτῇς ἐποιήσατο. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ
5. αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων
6. τὸ μὲν ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζώῳ θερμασίας
7. ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε. καὶ μὴν καὶ τὸ
8. θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ
9. κενοῦ, ὡς τὸ κατάντλημα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ
10. θερμοῦ ῥεύματος γίνεται φλεγμονὴ, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα
11. κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον
12. ἡ ψύξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου.
13. διττῆς μὲν οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως,
14. ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν
15. ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ
16. τὸ ποιὸν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει
17. καὶ τὴν ἑτέραν. καὶ γίνεται κατὰ συμβεβηκὸς τὰ κενωτικὰ
18. τῆς θερμῆς ὕλης φάρμακα καὶ τῆς φλογώσεως τῶν μορίων
1. ἐμψυκτικά. ταῦτά τε οὖν διορίζεσθαι, καὶ πειρᾶσθαι κατὰ
2. τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς
3. τοῦ φαρμάκου δυνάμεως· οἷον εἰ ἄκρως ᾖ ἡ διάθεσις θερμὴ,
4. καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν· εἰ δ’ ὀλίγον ἀπολίποιτο
5. τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρῆναι καὶ τὸ φάρμακον
6. ἀπολείπεσθαι· κᾂν εἰ πλέον ἀπέχοιτο τῆς ἄκρας θερμασίας
7. ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος
8. τὸ φάρμακον. εἰ γὰρ ἀπὸ τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν
9. τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν
10. οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ, εἰ καθ’ ἓν ὁτιοῦν πάθος
11. ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν
12. εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε,
13. ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει, καὶ πολὺ μᾶλλον, εἰ καὶ
14. μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτο. εἰ
15. δὲ καὶ παντελῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης
16. ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρὸν,
17. ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν
18. δ’, ὅτι τοιοῦτό ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον,
1. ἄμεινον ψυχρὸν λαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως
2. εἴη ψυχρὸν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταῦτα
3. μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κᾀν
4. τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι
5. τό γε τοσοῦτον χρὴ γινώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ
6. ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἐκ τοῦ παραχρῆμα κᾀν
7. τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε
8. τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ
9. ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κᾂν ἐπ’ ἄλλων ποτὲ φαίνηται
10. θερμόν εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς
11. οὐ καθ’ ἑαυτὸ θερμαῖνον, ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ
12. καθ’ ἑαυτὸ λέγωμεν, ἢ πρώτως, ἢ διὰ μηδενὸς τῶν ἐν μέσῳ,
13. ταὐτὸν, ἐξ ἁπάντων δηλοῦται δυνάμει τῶν ῥημάτων. καὶ τὴν
14. γυμνασίαν ἁπάντων ἅμα τούτων τοῖς οἰκείοις παραδείγμασιν,
15. ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.5, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 3.5, ed. Kühn, 1821, vol. 1, p. 684-692. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩