Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.6, ed. Helmreich, 1904, p. 1-115. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 3.6, ed. Kühn, 1821, vol. 1, p. 692-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1:3.6

 

16. Νυνὶ δὲ πάλιν ἀναμνήσας, ὧν ἤδη καὶ πρόσθεν
17. εἶπον, ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν
18. τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς ἐλέγετο,
1. καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον
2. αὐτὸ, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὀνομαζόμενον, ἔτι τε τὸ
3. πρὸς ἕτερον λεγόμενον, ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ
4. πρὸς ὁτιοῦν τὸ τυχὸν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν,
5. ἐνεργείᾳ δ’ οὐδέπω, καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς.
6. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’
7. ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ
8. εὔπεπτόν ἐστι, καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμὸν,
9. εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ
10. τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’
11. ἕκαστον εἶδος ζώου τὸ δυνάμει θερμὸν, εἴθ’ ὡς φάρμακον,
12. εἴθ’ ὡς τροφὴ, πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῶον. ἐν γὰρ τῷ
13. πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων
14. τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο
15. ταχέως γινόμενον τοιοῦτο, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει.
16. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν, ὅ τι ἂν ταχέως ἐκπυροῦται·
1. δυνάμει δὲ ὡς πρὸς ἄνθρωπον θερμὸν, ὅπερ ἦν ἓν εἶδος τῶν
2. κατ’ ἐπικράτησιν θερμῶν, ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ
3. τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας, ἢ τὴν οὐσίαν αὐξάνῃ.
4. τὰ δ’ αὐτὰ κᾀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν, ὅσα δυνάμει
5. λέγεται ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμά. καὶ γὰρ
6. καὶ ταῦτα, τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δὲ ὡς κατ’
7. ἐπικράτησιν ὠνομασμένα, καὶ νοεῖσθαι χρὴ, καὶ δοκιμάζεσθαι,
8. καὶ διδάσκεσθαι. δῆλον δ’, ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης
9. ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρὴ, καθότι
10. κᾀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.

Cliquer un n° de page pour en afficher l’image