4. Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων
5. αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων
6. ἰατρῶν τε καὶ φιλοσόφων, ὑγράν τ’ εἶναι καὶ θερμὴν
7. κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ
8. ταύταις τὴν ξηράν τε καὶ ψυχράν, ἑτέραν τῆς ξηρᾶς θ’
9. ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ
10. ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ καὶ θερμὴν ἅμα καὶ
11. ξηρὰν ἑτέραν, οὐ μὴν οὔτε τὴν θερμὴν ἅμα καὶ ὑγρὰν
12. οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐδὲ γὰρ ἐγχωρεῖν οὔθ’
13. ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν οὔτε ξηρότητα
14. ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος
15. τὴν ὑγρότητα καὶ οὕτω θερμὸν ἅμα καὶ ξηρὸν γίγνεσθαι
16. τὸ σῶμα, μένειν δ’ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἷς ἂν
17. σώμασιν ἀρρωστῇ τὸ θερμόν, ὥστ’ ἀναγκαῖον εἶναι θερμότητος
18. μὲν ἐπικρατούσης ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ
19. πλεονεκτούσης ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν δὴ κατὰ
20. τάδε πεπείκασι σφᾶς αὐτούς, ὡς δύο εἰσὶν αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων.
21. Ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν,
22. ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες,
23. ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος
24. ἀναγκαῖόν ἐστιν, ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦντες, ἀμφισβητοῦντες
25. δ’ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν
26. ἔργον εἶναί φασι τὸ θερμαίνειν ὥσπερ τοῦ ψυχροῦ τὸ ψύχειν,
27. τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν ὥσπερ τοῦ ὑγροῦ τὸ ὑγραίνειν.
1. καὶ διὰ τοῦθ’ ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα
2. καὶ ξηρὰ καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμά, θερμαίνειν, ᾗ δὲ
3. ξηρά, ξηραίνειν. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ
4. θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεὶ], ἓν
5. ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον.
6. οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ
7. ξηραίνειν, ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν
8. ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων
9. ὑδάτων. εἰ δ’ ὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ
10. τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς,
11. οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλ’ ἐκ τῆς συνούσης
12. αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ
13. θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ’, ὡς εἰκός, αὐανθέντων
14. ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ
15. διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην
16. τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλ’ εἰ καὶ λούσαιντο
17. θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ
18. ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν
19. δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν
20. λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν
21. ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα.
22. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον
23. Ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει.
24. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν
25. καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’
1. οὐκ ἀναγκαῖον, οὔτ’, εἴ τι ψυχρόν, εὐθὺς τοῦτο καὶ ὑγρὸν
2. ὑπάρχειν, οὔτ’, εἴ τι θερμόν, εὐθὺς καὶ ξηρόν. οὔκουν
3. οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηράν, ἀλλὰ
4. δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν
5. τῇ κράσει τοῦ ζῴου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ
6. καὶ τὴν γένεσιν καὶ τὴν ἀλλοίωσιν καὶ τὴν μεταβολὴν ἐκ
7. τῶν ἐναντίων εἰς τὰ ἐναντία γίγνεσθαι. τίς γοῦν εἰπών,
8. ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμόν,
9. οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος οὐ τὴν
10. κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ
11. τὸ χρῶμα· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν,
12. ὥσπερ γε καὶ τὸ μέλαν εἰς τὸ λευκόν, τὸ δὲ θερμὸν εἰς τὸ
13. ψυχρόν, ὥσπερ αὖ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν· οὕτω δὲ
14. καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρόν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν.
15. εἰ γὰρ δὴ φάσκοι τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν
16. ὑπάρχον εἶναι τανῦν λευκὸν ἢ τῷ τέως ξηρὸν ὂν τανῦν
17. φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ
18. τέως ὑγρὸν νῦν ξηρὸν φαίη γεγονέναι ἢ τὸ πρότερον ὑπάρχον
19. μέλαν νῦν εἶναι λευκὸν ἢ ἐκ θερμοῦ ψυχρὸν ἢ ἐκ ψυχροῦ
20. θερμὸν γεγονέναι, σωφρονεῖν τ’ ἂν δόξειεν ὁ τοιοῦτος καὶ
21. λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ
22. μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται
23. μουσικὸς ὅδε, φαμέν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς
24. ἐξ οὐ γραμματικοῦ καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ·
25. τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν ἢ ἐκ γραμματικοῦ μουσικὸν
26. ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίγνεσθαί τι λέγειν ἄτοπον.
1. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν εἶναι
2. προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικήν, οὐκ ἀποβαλόντα
3. τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι
4. παραμένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη
5. κατὰ τὸ μένον· ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς
6. ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ
7. ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον
8. μουσικὸν ἤδη γεγονότα. πασῶν οὖν τῶν μεταβολῶν
9. ὑπὸ τῶν ἐναντίων τε κἀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία
10. γιγνομένων δηλονότι καὶ τὸ ὑγρόν, εἰ μεταβάλλοι ποτέ,
11. καθ’ ὅσον ὑγρόν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον
12. αὐτὸ ξηρὸν λεχθήσεται.
13. Μὴ τοίνυν λεγέτωσαν, φασίν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν
14. κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ
15. ψυχρὰν εἶναι τὴν αὐτὴν ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ·
16. συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ
17. ταὐτὸν σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ
18. θερμὸν καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατόν, ὡς ὅ τε
19. λόγος ἀπέδειξε καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα παραδείγματα.
20. τοιοῦτος μὲν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων
21. οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου
22. τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν ἀλλὰ
23. καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν,
24. ὅταν εἰς ταὐτὸν ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ
25. θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου. ὁ δέ γ’
26. ἐκείνων λόγος οὐχ ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ
27. ταὐτὸν σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν
28. τοῦ ψυχροῦ δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτον
29. ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ
1. ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα καὶ οὕτως
2. οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρόν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν·
3. αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐπὶ προήκοντι
4. τῷ χρόνῳ ψυχρὸν ἔσται καὶ ξηρόν. ἐπειδὰν γὰρ
5. ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμόν, ἄρχεσθαι
6. τοὐντεῦθεν ἤδη φασὶ καὶ αὐτὸ μαραίνεσθαι μηκέτ’ εὐποροῦν
7. τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι
8. καὶ κατ’ ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου
9. συνδραμεῖν εἰς ταὐτὸν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον ἢ τὸ
10. θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κἀν τῷ χρόνῳ προϊόντι
11. γενέσθαι τὴν τέως ὑγρὰν καὶ θερμὴν κρᾶσιν αὖθις ξηρὰν
12. καὶ θερμήν, ὥσπερ αὖ πάλιν τὴν ξηρὰν καὶ θερμὴν ἀποσβεννυμένου
13. τοῦ θερμοῦ ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι.
14. Ὅτι μὲν οὖν ἐγχωρεῖ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα
15. καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων
16. ἐπιδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων
17. ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν.
18. ὑποκειμένων γάρ, φασί, τεττάρων ποιοτήτων εἰς ἀλλήλας τὸ
19. δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος
20. καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίγνεσθαι δύο, τὴν
21. μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’
22. ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας
23. ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίγνεσθαι
24. τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ
25. τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα
26. καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται γενέσθαι
27. σῶμα. λείπεται δὴ τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς
1. μὲν δύο, ξηρὰς δὲ δύο θερμότητι καὶ ψυχρότητι διῃρημένας.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.2, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.2, ed. Helmreich, 1904, p. 2-7. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩