Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.3, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 1.3, ed. Helmreich, 1904, p. 7-10. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:1.3

2. Ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν
3. ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτ’ ἐστίν. ἃ δ’ ἐγὼ
4. παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός. ἓν μὲν δὴ καὶ
5. πρῶτον, ὅτι τὴν εὔκρατον, ὥσπερ οὐχ ἁπασῶν τῶν εἰρημένων
6. ἀρετῇ θ’ ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ
7. τελέως παρέλιπον, ὥσπερ οὐδ’ ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί
8. τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν
9. ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν ἔν τε τῇ ψυχρᾷ
10. τὸ ψυχρὸν οὐδ’ ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ προτέραν ὑποθέσθαι
11. τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν
12. εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν ἢ εἰς τὴν εὔκρατον
13. ἐκείνην φύσιν, τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες
14. ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον θερμαίνειν, ὡσαύτως
15. τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν,
16. ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς
17. εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν
18. ἀεὶ μεταδιώκουσι καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται
19. τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρώτην λέγεσθαι
20. πρὸς αὐτῶν. οἱ δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι
21. πρώτης, ὥσθ’ ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται,
22. φασί τινες ἐξ αὐτῶν, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ
23. περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις,
24. ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν
25. γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν
26. ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον
27. αὐτοὺς παραλιπόντας ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν
28. καὶ ξηρὰν ἢ ψυχρὰν καὶ ὑγρὰν ἤ τιν’ ἄλλην λέγωσι κρᾶσιν,
1. οὐ τῶν ἄκρων ἡμᾶς ἀκούειν χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ
2. τὴν πλεονεκτοῦσαν ἀεὶ γίγνεσθαι τὴν προσηγορίαν.
3. Εἰ δ’ οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν
4. ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον
5. εἶναι τὴν ὑγρὰν καὶ θερμήν, ὥσπερ αὐτοὶ βούλονται.
6. παραλελοίπασιν ἄρα τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ
7. δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’
8. αὐτή, φασίν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν
9. ἅμα καὶ μὴ πλεονεκτεῖν τὸ θερμὸν καὶ κρατεῖσθαι καὶ μὴ
10. κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν
11. οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν
12. τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασίν,
13. ἴδιόν ἐστι τῆς εὐκράτου τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν
14. τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. κρατήσαντος γὰρ δὴ
15. τοῦ ψυχροῦ μετρίως μέν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι
16. δὲ μᾶλλον, νόσον ἤδη γίγνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς
17. κρατήσειε, θάνατον. οὕτω δὲ κἀπὶ τοῦ ξηροῦ συμπίπτειν
18. ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον
19. δὲ κρατήσαντος θάνατον, ὥσπερ οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ
20. θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν,
21. ἐπειδὰν μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχῃ
22. πλεονεκτῆσαν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτω
23. γιγνομένην, ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον, ἐπειδὰν δ’ ἐπὶ
24. πλεῖστον, θάνατον; ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ
25. τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα μηδ’
26. ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμά,
27. μηδὲ ταῦθ’ ὁμολογῶμεν εἶναι νοσήματα.
28. Πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν
1. ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν οὔτε κατάστασιν
2. ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες οὔθ’ εὑρεθῆναί
3. τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμόν, ἀλλὰ πάντως
4. ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν ὡς τὸν πυρετόν, ἢ ψυχρὸν
5. καὶ ὑγρὸν ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν ὡς τὴν
6. μελαγχολίαν. ἐπιμέμνηνται δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ
7. ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες,
8. ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος καὶ ψυχρὸν καὶ ξηρὸν τὸ
9. φθινόπωρον, εὔκρατον δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν
10. εἶναί φασι τὸ ἔαρ. οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν
11. εὔκρατον θ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασιν. δηλοῦσθαι
12. δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κἀκ τῶν ἐνεργειῶν
13. τῆς φύσεως ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν
14. δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψῦξιν ἄγειν
15. τὰ τῶν ζῴων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς
16. νεκροὺς ὡς ἂν οὐκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους
17. οὐδεμίαν, ἐξατμισθέντας θ’ ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ
18. θερμοῦ καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’ εἴπερ ὁ θάνατος,
19. φασί, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν
20. οὖσαν αὐτῷ, θερμὴν τ’ εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ
21. ζωή, φασί, θερμόν τι χρῆμα καὶ ὑγρόν, ἀνάγκη πᾶσα καὶ
22. τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν· εἰ δὲ τοῦτο,
23. παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν
24. ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ καὶ μηδὲν ἄλλ’ εἶναι
25. τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης.
26. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε.
27. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ
28. φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν,
29. ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ
1. δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίγνωσκεν ὑπὲρ θερμῆς
2. καὶ ὑγρᾶς κράσεως, ἴσως ἄν, εἰ δεηθείην, ἐπὶ προήκοντι
3. τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

Cliquer un n° de page pour en afficher l’image