10. Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ
11. ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν τῷ δευτέρῳ
12. Περὶ διαγνώσεως σφυγμῶν· ἀνάγκη δ’, ὡς ἔοικεν, εἰπεῖν τι
13. καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα
14. χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρόν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται,
15. μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ, καὶ μὲν
16. δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ
17. θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν· οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων
18. ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἀλλ’ ἢ τὰ
19. στοιχεῖα μόνα. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων
20. κέκραται καὶ διὰ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον
21. οὐκέθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν ὡς ἄμικτόν τε καὶ εἰλικρινές,
22. ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ
23. δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ
24. θερμοῦ μετέχον ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν
25. λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ
26. ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τὸ μὲν ἁπλῶς λεγόντων ἡμῶν
27. ἄμικτόν τε καὶ εἰλικρινές, ἕτερον δὲ μικτὸν μὲν ἐκ τῶν
28. ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον.
29. οὕτω μὲν οὖν ὑγρὸν αἷμα καὶ φλέγμα καὶ πιμελὴ
30. καὶ οἶνος ἔλαιόν τε καὶ μέλι καὶ τῶν ἄλλων τῶν τοιούτων
31. ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ
1. καὶ κέρατα καὶ τρίχες καὶ λίθοι καὶ ξύλα καὶ ψάμμος καὶ
2. κέραμος ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἔχει, πλείονα δὲ ξηροῦ
3. καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται.
4. μύρμηξ δὲ ξηρὸν καὶ σκώληξ ὑγρὸν ὡς ζῷα καὶ πάλιν
5. ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δ’ ὑγρότερος
6. ἢ ἁπλῶς ὡς σκώληξ ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ.
7. Αὐτὸ δὲ δὴ τοῦτο τί ποτ’ ἐστίν, ὅταν οὕτω λέγωμεν,
8. ὡς σκώληξ ὑγρός, ὡς ἄνθρωπος θερμός, ὡς κύων ψυχρός,
9. εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειεν, ἅπαντα συγκεχύσθαι
10. τὸν λόγον ἀνάγκη. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κἀν τῷ
11. δευτέρῳ Περὶ διαγνώσεως τῶν σφυγμῶν λέγεται, τὸ κατὰ
12. γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον οὐ θερμὸν
13. μόνον ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἀλλὰ καὶ μέγα καὶ
14. μικρὸν καὶ ταχὺ καὶ βραδὺ καὶ τῶν τοιούτων ἕκαστον, ὅταν
15. ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, οἷον ζῷον θερμόν, ὅταν
16. ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῷον, ἢ ἵππος θερμός, ὅταν
17. ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ μέσα δ’ ἐν ἑκάστῳ γένει τε
18. καὶ εἴδει τὰ σύμμετρά ἐστιν· ἴσον γὰρ ἀπέχει τῶν ἄκρων
19.
ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῷον,
20. ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν
21. ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζῴων ὁ ἄνθρωπος·
22. ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις
23. κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος· οὗτος δ’ ἐστίν,
24. ὃν οὔτε παχὺν οὔτε λεπτὸν ἔχομεν εἰπεῖν οὔτε θερμὸν οὔτε
25. ψυχρὸν οὔτ’ ἄλλῳ τινὶ τῶν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων
26. προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως
27. οὗτος ἢ θερμότερός ἐστιν ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος.
1. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ
2. ἁπλῶς· ἁπλῶς μέν, ὅτι θερμὸς ἢ ψυχρὸς ἢ ξηρὸς ἢ ὑγρὸς
3. εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε.
4. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ
5. μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων
6. ζῷον ξηρὸν ἁπλῶς μέν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι
7. παραβαλλόμενος, εἰ τύχοι, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον
8. οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει τῶν
9. ζῴων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται.
10. Πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων
11. ἢ ἓν ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν
12. ἢ ξηρὸν ἢ ὑγρὸν ὡς πρὸς ἐκεῖνο λέγομεν ἢ τῷ μέσῳ, καθ’
13. ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον, οἷον εἶδος μὲν ἵππον
14. καὶ βοῦν καὶ κύνα καὶ πλάτανον καὶ κυπάριττον καὶ
15. συκῆν, γένος δὲ ζῷον ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο
16. σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους
17. τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας ὀνομάζεσθαί τε
18. στοιχεῖα· καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν
19. ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτων
20. μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν
21. σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν
22. ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν
23. τι καὶ ἄμικτον δηλῶν ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ
24. ὁμοειδὲς παραβάλλων ἢ ὡς πρὸς τὸ τυχὸν ὁτιοῦν· οἷον
25. ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν ἁπλῶς οὑτωσὶ μόνον
26. ὀνομάσας ἄνευ τοῦ προσθεῖναι λέοντος ἢ κυνὸς ἢ ἀνθρώπου,
27. δῆλον, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων
28. τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων
1. αὐτὸ ξηρὸν εἶναί φησιν. ἂν δέ γ’ εἴπῃ τὸ τοῦ λέοντος
2. ὀστοῦν [ἢ τοῦ ἀνθρώπου ἢ τοῦ κυνὸς] ξηρὸν εἶναι, δῆλον,
3. ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζῴων ὀστοῖς τῷ μέσῳ παραβάλλει.
4. καὶ χρὴ κἀνταῦθά τι νοῆσαι, πάντων τῶν ζῴων
5. τῶν μὲν μᾶλλον τῶν δ’ ἧττον ἐχόντων ὀστᾶ ξηρά, μέσον
6. εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζῴων, οἷον ἀνθρώπων,
7. εἰ τύχοι, καὶ τούτῳ τἆλλα παραβαλλόμενα τὰ μὲν ξηρά,
8. τὰ δ’ οὐ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κἀν τοῖς
9. ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρόν, ὁ δ’ ὑγρὸν ὀστοῦν
10. ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις.
11. Ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστί τὸ
12. σύμμετρόν τε καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος εὔκρατον,
13. ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κἂν παρελθόντες
14. ποτὲ τῇ λέξει τύχωμεν αὐτό, καὶ δὴ καὶ τούτων οὕτως
15. ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν ἢ
16. θερμήν, ἐρωτᾶν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων
17. ἀφωρισμένως ἑνί, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι
18. τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν ἢ εἶδος· [ἢ γὰρ ὡς
19. ἄνθρωπον ἢ ὡς ζῷον ἢ ὡς οὐσίαν ἁπλῶς]. τὸ γὰρ δὴ
20. τρίτον σημαινόμενον ἑκάστου τῶν τοιούτων ὀνομάτων, ὅπερ
21. ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις,
22. ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα
23. προσαγορεύομεν, ὥστε τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων
24. λεγομένου τῶν δύο μόνων ἡμᾶς χρῄζειν εἰς τὴν περὶ κράσεων
25. πραγματείαν ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας
26. ἢ πρὸς τὸ σύμμετρον ὁμογενές.
1. Ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα,
2. δυνήσεται ταὐτὸν σῶμα καὶ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν
3. καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ
4. τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ
5. τἀναντία λέγεσθαι ταὐτόν, οἷον Δίωνα Θέωνος μὲν καὶ
6. Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον.
7. ὅταν δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδές,
8. ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς
9. ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπος ὑγρὸς ἅμα καὶ θερμὸς
10. εἶναι δύναται καὶ ξηρὸς καὶ ψυχρός, ξηρὸς μὲν καὶ
11. ψυχρὸς ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος,
12. ὑγρὸς δὲ καὶ θερμὸς ὡς πρὸς ἄλλο τι ἢ ζῷον ἢ φυτὸν ἢ
13. οὐσίαν ἡντινοῦν, οἷον ὡς πρὸς μὲν ζῷον, εἰ τύχοι, μέλιττάν
14. τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν ἐλαίαν ἢ συκῆν ἢ δάφνην,
15. πρὸς οὐσίαν δέ τιν’ ἑτέραν, ἣ μήτε ζῷόν ἐστι μήτε φυτόν,
16. οἷον λίθον ἢ σίδηρον ἢ χαλκόν. ἐν τούτοις δὲ τὸ μὲν πρὸς
17. ἄνθρωπον παραβάλλειν πρὸς ὁμοειδές ἐστι παραβάλλειν, τὸ
18. δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενές, ὡσαύτως δὲ
19. καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζῴου
20. τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ
21. σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν
22. 〈πρὸς〉 ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη
23. σύμπασα παραβολή, τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν,
24. ὡς, ἐπειδὰν μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέγηται καὶ ταύτης
25. δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα καὶ ψυχροτέρα
26. καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων
27. ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται
28. τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος
29. ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν εὔκρατον
1. ἢ ζῷον ὁτιοῦν εἴπωμεν, οὐκέθ’ ἁπλῶς ἀλλήλοις ἐν τῇ τοιαύτῃ
2. λέξει τἀναντία παραβάλλομεν, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ
3. φύσιν ἢ τὴν τοῦ ζῴου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν
4. μὲν εὔκρατον. εἰ τύχοι, λέγοντες, ὅταν, οἵᾳ μάλιστα πρέπει
5. τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ καὶ
6. σῦν καὶ ἵππον καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον
7. ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὲ δὴ τοῦτο τὸ
8. τῆς οἰκείας φύσεως ἔχειν ἄριστα ταῖς ἐνεργείαις κρίνεται.
9. καὶ γὰρ καὶ φυτὸν καὶ ζῷον ὁτιοῦν ἄριστα διακεῖσθαι
10. τηνικαῦτά φαμεν, ὅταν ἐνεργῄσῃ κάλλιστα. συκῆς μὲν γὰρ
11. ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ
12. δὲ καὶ τῆς ἀμπέλου τὸ πλείστας τε καὶ καλλίστας ἐκφέρειν
13. σταφυλάς, ἵππου δὲ τὸ θεῖν ὠκύτατα καὶ κυνὸς εἰς μὲν
14. θήρας τε καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς
15. οἰκείους πρᾳότατον.
16. Ἅπαντ’ οὖν ταῦτα, τά τε ζῷα λέγω καὶ τὰ φυτά, τὴν
17. ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν
18. ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβὴς ᾖ τῶν ἐναντίων,
19. ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν αὐτοῖς ὑπάρχῃ συμμετρία. τοιοῦτον
20. δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ
21. καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατ’ ἀξίαν
22. ἐξετάζουσαν. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις
23. ζῴοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τὸν τῶν κερασθέντων
24. στοιχείων ὄγκον, ἀλλ’ ἡ τῇ φύσει τοῦ τε ζῴου καὶ τοῦ
25. φυτοῦ πρέπουσα. πρέπει δ’ ἔσθ’ ὅτε τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ,
26. τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν
1. χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ
2. κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος
3. ἢ ἵππος ἢ βοῦς ἢ κύων ἢ ὁτιοῦν ἄλλο τῶν πάντων,
4. οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά
5. τε καὶ κρινόμενα καθ’ ἕνα τρόπον ἀποκρινάμενον ἀνέγκλητον
6. εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπέρχεσθαι
7. τὰς διαφορὰς ἢ περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην
8. μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος
9. εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει
10. βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς
11. πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν
12. ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας
13. ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν
14. στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο,
15. πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ
16. τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος ἢ τοῦδέ
17. τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν,
18. οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς
19. ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ
20. θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ
21. τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου
22. τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς
23. ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δ’ ἄλλο τι φυτὸν ἢ
24. ζῷον, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν
25. τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα.
26. Χρὴ τοίνυν, ὅστις μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται
1. μήθ’ ὑπ’ ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων
2. θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν οὐσιῶν
3. ἀρξάμενον οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι καὶ πρῶτον μὲν
4. αὐτὸ δὴ τοῦτ’ ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ
5. καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν
6. πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα
7. μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ
8. τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει
9. τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἃ δὴ καὶ πρῶτα πάντων
10. ἐστὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου
11. κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν
12. τῆσδε θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν εἶναι
13. φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν
14. ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι. καὶ δὴ
15. καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν ἢ
16. ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ
17. κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον
18. ὁμογενὲς οὕτως ἔχει. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία.
19. πάντα γὰρ ὑπὸ ταύτην πέπτωκεν ὡς ἀνωτάτω τι γένος,
20. ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε καὶ ἀνθρώπου
21. καὶ κυνὸς καὶ πλατάνου καὶ συκῆς καὶ λίθου καὶ χαλκοῦ
22. καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’ αὐτῇ δ’
23. ἐστὶν ἕτερα γένη πολλά, τὸ μὲν ζῷον ὄρνιθός τε καὶ ἰχθύος,
24. τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης, ἀετοῦ δὲ καὶ κόρακος
25. ὄρνις, καὶ λάβρακος καὶ φυκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ
26. τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος, ἡ βοτάνη δ’
27. ἀναγαλλίδος τε καὶ παιωνίας. ἔσχατα δὲ γένη ταῦτα καὶ
28. διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ καὶ φυκὶς καὶ
29. συκῆ καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος καὶ βοῦς καὶ
1. κύων. ἄνωθεν μὲν κατιόντων ἔσχατα γένη ταῦτα καὶ διὰ
2. τοῦτο καὶ εἴδη προσαγορεύεται, κάτωθεν δ’ ἀνιόντων ἀπὸ
3. τῶν ἀτόμων οὐσιῶν πρῶτα. καὶ δέδεικται δι’ ἑτέρου γράμματος,
4. ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα σύμπαντα τὰ μεταξὺ
5. τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη θ’ ἅμα καὶ
6. γένη προσαγορεύουσιν.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.6, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.6, ed. Helmreich, 1904, p. 19-27. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩