Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.7, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 1.7, ed. Helmreich, 1904, p. 27-29. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:1.7

7. Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα καὶ ὧς
8. οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ
9. ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον ἐφεξῆς
10. αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ
11. τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης
12. εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει
13. μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς
14. ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ
15. τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ
16. τὸ πρᾶγμα.
17. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν
18. ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ
19. σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς
20. σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν
21. οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν,
22. ἤδη δ’ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν
23. ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν,
24. ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ
25. δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα
26. λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε
27. τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,
28. ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὃ τὴν θερμότητα δέδεκται.
1. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν
2. σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν
3. τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν
4. οὖν ποιότης, ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ
5. λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο
6. μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν
7. οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται.
8. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν
9. καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ἡ ποιότης· οὐ
10. μὴν καὶ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης ἔτι καλεῖται τὸ
11. σῶμα καθάπερ ἡ ἐν αὐτῷ ποιότης.
12. Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι
13. θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι
14. σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ
15. ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος ἢ ψυχρόν, ἐπειδὴ
16. καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν
17. ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ
18. μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι.
19. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν
20. ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· "τὰ αὐξανόμενα πλεῖστον
21. ἔχει τὸ ἔμφυτον θερμόν". οὐ γὰρ σῶμά τι θερμὸν
22. ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες
23. οὐδὲ ζητήσαντες, ὅ τί ποτ’ ἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος
24. μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα
25. δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καίτοι
1. σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ
2. τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Cliquer un n° de page pour en afficher l’image