3. Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται,
4. ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου
5. καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ
6. ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ
7. δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ
8. ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γιγνομένων
9. τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δ’ ἄλλα σώματα
10. τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων
11. ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων,
12. ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ
13. αὐτῶν οὔτ’ ἄκρως θερμὸν οὔτ’ ἄκρως ψυχρὸν οὔτ’ ἄκρως
14. ξηρὸν οὔτ’ ἄκρως ὑγρόν ἐστιν, ἀλλ’ ἤτοι μέσον ἀκριβῶς
15. ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ
16. ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν,
17. ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ μᾶλλον ξηρὸν
18. ἢ ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν
19. ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ
20. ξηρὸν ἢ ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου
21. δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ’
22. ἀμφοτέρας, οὐκέτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον
23. ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ
1. δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν,
2. ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς
3. ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν
4. ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν
5. ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα.
6. Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν
7. εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι.
8. τὰς δ’ ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας
9. οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν
10. κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν ἐπικρατοῦντος
11. τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν
12. κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι
13. κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν
14. προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ’ ἅπαξ αὐτῶν
15. ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν
16. καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν
17. τὴν θερμήν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει
18. δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση
19. τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον
20. ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον
21. τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι
22. τὴν αὐτήν, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ
23. κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν
24. ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ’ ἐγχωρεῖ καὶ
25. ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει·
26. ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν
27. αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν,
28. ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν
1. τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ
2. μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα
3. τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσομεν,
4. ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις,
5. εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν
6. ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί
7. τινα μήτε θερμήν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν
8. δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν
9. κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν,
10. ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν.
11. Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ
12. ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι
13. οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον
14. ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ
15. ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι
16. θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας
17. ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι
18. παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων
19. ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων.
20. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει
21. πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφοτέρας
22. μοχθηράς. ἐν μέσῳ δ’ ἑκατέρων ἐστὶν ἡ κατὰ μὲν τὴν
23. ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος,
24.
ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ ἡμίσεος δὲ δύσκρατος
25. οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε
26. καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, ὥσπερ οὖν
27. ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν
28. κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ
1. τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν
2. καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ
3. θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ
4. ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 1.8, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 1.8, ed. Helmreich, 1904, p. 29-32. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩