ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ
13. Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν
14. τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου
15. λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν
16. κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ
17. λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν
18. ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ἢ ψυχρότητος
19. ἢ ξηρότητος ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν
20. ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’
21. ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν,
22.
ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν.
23. Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ
24. τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε
25. καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’
26. εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ
27. τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου
28. δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου.
29. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων
30. ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς
31. μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται.
32. τὰ δ’ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις
33. τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ
34. τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι
1. δύναται τῶν ὁμογενῶν ἁπάντων, τουτέστιν εὔκρατόν τε καὶ
2. σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ τινὶ
3. παραβαλλόμενον ἢ φυτῶν ἢ ζῴων ἢ ἀψύχων γένει. τὸ
4. μὲν γὰρ τοῦ ζῶντος σῶμα τῷ τοῦ νεκροῦ παραβαλλόμενον
5. ὑγρότερόν ἐστι καὶ θερμότερον, οἷον, εἰ τύχοι, λέων
6. ζῶν τεθνεῶτος λέοντος ἢ αὐτὸς ἑαυτοῦ τις ἢ ἕτερος ἑτέρου
7. θερμότερός τ’ ἐστι καὶ ὑγρότερος, καὶ διὰ τοῦτ’ εἴρηται πρὸς
8. τῶν παλαιῶν ὑγρόν τ’ εἶναι καὶ θερμὸν τὸ ζῷον, οὐχ ὡς
9. ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς ἢ τῆς θερμότητος·
10. οὕτω [μὲν] γὰρ εὑρεθήσεται πάμπολλα ζῷα ξηρὰ
11. καὶ ψυχρά, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ μυῖαι καὶ
12. μέλιτται καὶ μύρμηκες· ἀλλ’ ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα.
13. καὶ γὰρ καὶ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα
14. τ’ ἐστὶ καὶ θερμοτέρα καὶ μύρμηξ μύρμηκος, ἀνθρώπῳ
15. μέντοι παραβαλλόμενα καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις
16. ζῴοις τοῖς ἐναίμοις ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν
17. κρᾶσίν ἐστι. καὶ μὲν δὴ κἂν εἰ πρὸς τὴν ὅλην οὐσίαν
18. ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως ἐκπέπτωκε τοῦ ξηρά τ’
19. εἶναι καὶ ψυχρά. ὥσπερ γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί
20. τι τῆς μεσότητος, ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται,
21. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας,
22. ὅταν ὑπερβάλλῃ τι τὸ μέσον, οὐκέτ’ εὔκρατον, ἀλλ’ ἤτοι
23. θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὀνομασθήσεται.
24. Δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν
25. ζῴων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον.
26. ἐπεὶ δ’ ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται
27. μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει τοῦτο
28. καὶ ἁπλῶς ἐστιν εὔκρατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει
1. ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται.
2. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ
3. μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ
4. τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ
5. καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν
6. ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος
7. ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς
8. ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δ’ ἐστίν, ὃς ἂν τῷ
9. μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων,
10. ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος,
11. ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν
12. ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν
13. καὶ ἀτμώδη θερμασίαν ἢ πυρώδη καὶ δριμεῖαν ἢ
14. τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν
15. δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτ’
16. ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος
17. ὁ εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος
18. ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ
19. προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος
20. εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός.
21. Ἐκ τούτων μὲν οὖν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται
22. πρώτως καὶ μάλιστα· προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα
23. τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως
1. καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ
2. κἀν ταῖς φλεψὶ καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας
3. τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας
4. καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς
5. αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν
6. εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε
7. καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν
8. χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας
9. μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.