Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.3, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 2.3, ed. Helmreich, 1904, p. 56-60. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:2.3

11. Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ
12. μόνη γνώμων ἐστίν, ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ καὶ
13. λογισμός. εἰ μὲν γὰρ ξηρόν, πάντως καὶ σκληρόν. ἀλλὰ
14. τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν εἴ τι σκληρόν, εὐθὺς ἤδη
15. καὶ ξηρόν. ἀχώριστος μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης,
16. οὐ μὴν ἰδία γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς
17. ὑπὸ ψύξεως σκληρὸν ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς
18. ἐπιχειρεῖν δεῖ τῇ τοῦ ὑγροῦ τε καὶ ξηροῦ διαγνώσει πρὶν
19. ἐπισκέψασθαι, πῶς ἔχει ψυχρότητος ἢ θερμότητος. οὔτε γάρ,
20. εἰ μετὰ ψυχρότητος ἄκρας σκληρόν, ἤδη τοῦτο καὶ ξηρόν,
21. οὔτ’ εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακόν, εὐθέως ὑγρόν.
22. ἀλλ’ ὅταν μετρίως θερμὸν ᾖ, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν
23. ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακόν, ὑγρόν, εἰ δὲ σκληρόν,
24. ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχει, τῶν ἐν ἀνθρώπου σώματι
25. μορίων σκληρὸν οὐδὲν ἂν εἴη [ὑγρόν]. οὐ γὰρ ἐγχωρεῖ
1. τοσαύτην· ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί
2. τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν
3. ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι
4. καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ,
5. πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται.
6. Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν ἡ
7. πιμελή, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’
8. αὐτοῦ πλείω· πρῶτον μὲν ἡ κυρίως ὀνομαζομένη σάρξ, ἣν
9. οὐκ ἂν εὕροις καθ’ ἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’
10. ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων
11. ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον
12. παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται
13. πράγματος οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια
14. τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν
15. ὁ καιρός.
16. Ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος
17. ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι πάρεστι
18. τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι
19. μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ ὁ μυελὸς
20. τὴν φύσιν, οὐ μὴν ὁμογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς
21. ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος
22. ἐκ ταὐτοῦ γένους, οἱ δ’ ἄλλοι σύμπαντες μυελοὶ φύσεως
23. ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος
24. νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ
25. αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ
1. καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα
2. μόνον, ἀλλὰ καὶ ψυχρότερα καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου
3. ψυχρότερον. ἐγγυτάτω δ’ ἐστὶ δέρματος ἡ τῶν μαλακῶν
4. νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόνπερ αὐτὸ τὸ δέρμα,
5. καθ’ ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται
6. τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς
7. ἄναιμον ἐναίμου σώματος.
8. Ἡ δὲ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ ἥπατος
9. σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα·
10. θερμοτέρα δ’ ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς
11. καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσονπερ
12. καὶ σκληροτέρα· θερμοτέρα δ’ οὐ τούτων μόνων, ἀλλὰ
13. καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι καὶ
14. τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζῴων
15. ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις εἰς τὴν ἀριστερὰν
16. κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις
17. γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων
18. θερμότερον. ἀλλ’ ἡ μὲν τοῦ ἥπατός τε καὶ τοῦ σπληνὸς
19. καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν
20. ἐστὶ ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ
21. νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ’ οὐχ ἁπλοῦν τὸ τῆς
22. σαρκὸς εἶδος, ἀλλ’ οἷαίπερ αἱ ἐν τοῖς μυσὶν ἶνές εἰσιν, αἷς
23. ἡ σὰρξ περιπέπηγε, τοιαῦται κἀν τῇ καρδίᾳ. πλὴν οὐ
24. ταὐτὸν γένος τῶν ἰνῶν, ἀλλ’ αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων
25. εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν
26. γένος ἴδιον ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας τε καὶ τῆς φλεβὸς
27. χιτῶνος ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων
28. ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κἀν τούτοις ἅπασι τοῖς ὀργάνοις
1. τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν.
2. Αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν,
3. αἱ δ’ ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον,
4. βραχὺ δέρματος ψυχρότεραί τ’ εἰσὶ καὶ ξηρότεραι, τινὲς δ’
5. ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’
6. ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν
7. ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ
8. καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι
9. δέρματος, εἰς τοσοῦτον καὶ ξηρότεροι. καὶ οἱ τένοντες
10. δέ, κἂν εἰ τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν
11. ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους
12. εἰσὶ καὶ τι μέσον ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη
13. σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο
14. σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων
15. σκληρότατον, ὧν καλύπτει τὸ δέρμα, καὶ τῶν ἐξεχόντων αὐτοῦ
16. ξηρότατον μὲν ἡ θρίξ, ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε
17. καὶ ὁπλαὶ καὶ πλῆκτρα καὶ ῥάμφη καὶ ὅσα τοιαῦτα καθ’
18. ἕκαστον τῶν ἀλόγων ζῴων ἐστὶ μόρια.
19. Τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός
20. ἐστι τὸ αἷμα. τούτου δ’ οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ
21. μέλαινα χολὴ· ταῦτ’ ἄρα καὶ ψυχροτέρα τ’ ἐστὶ καὶ παχυτέρα
22. τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ, ψυχρότατον
23. δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα. κριτήριον
24. δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφή, καθάπερ καὶ
25. Ἱπποκράτης ἐν τῷ Περὶ φύσεως ἀνθρώπου πεποίηται. ἀλλ’
26. ὅτι μὲν ψυχρόν, ἡ ἁφὴ μόνη διαγιγνώσκει· τὸ δ’ ὅτι καὶ
1. ὑγρόν, ἁφή θ’ ἅμα καὶ ὄψις καὶ λογισμός, ἁφὴ μὲν καὶ
2. ὄψις, ὅτι τοιοῦτον ἑκατέρᾳ φαίνεται, λογισμὸς δὲ διορισάμενος,
3. ὡς οὐ πλήθει θερμότητος, ἀλλ’ ὑγρότητι συμφύτῳ
4. τοιοῦτον ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων
5. τε καὶ χυμῶν ὧδ’ ἔχει.

Cliquer un n° de page pour en afficher l’image