6. Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς
7. χρὴ διελθεῖν. ἕπεται μὲν οὖν καὶ τὰ προειρημένα, μᾶλλον
8. δ’ ἀχώριστα τελέως ἐστί, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μαλακότης,
9. ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ
10. παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς
11. συμφύτοις μόνον, ἀλλὰ κἂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος
12. γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην
13. παχυνθέντας καὶ τῶν παχέων λεπτυνθέντας τοὺς μὲν ἀργίᾳ
14. τε καὶ τῷ ἁβροδιαίτῳ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ
15. τὸ ὑγρότερον, τοὺς δ’ ἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι
16. καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων
17. τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων σημείων
18. ὁρμωμένους, πρὶν παρ’ ἑτέρου πυθέσθαι, δύνασθαι
19. γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος ἢ ἐξ ἔθους
20. ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων, ὥσπερ
21. οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος Ἱπποκράτης.
22. Ὅσοι μὲν οὖν εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι
23. φύσει, ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ
24. ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας· ὥστ’ εὐλόγως
25. εἰς ταὐτὸν ὡς τὸ πολὺ συντρέχει στενότης μὲν φλεβῶν
26. ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δ’ ἕξεως εὐρύτητι
27. φλεβῶν. εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς
28. φλέβας εὐρείας ἔχοι, δι’ ἔθος οὗτος, οὐ φύσει πιμελώδης
29. ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δ’
30. ἰσχνός, οὐδ’ οὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κἀν τοῖσι
1. λιμαγχικοῖσι, φησί, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον,
2. τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς
3. ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες
4. τὰς φλέβας ὀλίγαιμοί τ’ εἰσὶ καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν.
5. ὅσοις δ’ εὐρεῖαι καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι
6. καὶ χωρὶς βλάβης ἀσιτῆσαι. αἱ δ’ αἰτίαι τῶν εἰρημένων ἤδη
7. μὲν δῆλαι, κἂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν.
8. ἐπεὶ δ’ οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἤδη καὶ δι’ ἐκείνους
9. εἰπεῖν, ὡς ὅσον ἐν αἵματι πῖόν τ’ ἐστὶ καὶ κοῦφον καὶ
10. λεπτόν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφή τις γίγνεται
11. τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται, καὶ τῶν
12. φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ
13. μορίοις, οἷοίπερ οἱ ὑμένες εἰσίν, ἐκείνοις περιπήγνυται,
14. κατὰ δὲ τὰ φύσει θερμότερα — τοιαῦτα δ’ ἐστὶ δηλονότι
15. τὰ σαρκώδη — δαπανᾶταί τε πρὸς τοῦ θερμοῦ καὶ διαφορεῖται,
16. πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ
17. τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψειέ τι καὶ αὐτοῖς τοῖς
18. σαρκώδεσι μορίοις πιμελῆς. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῷα
19. πολλάκις εὑρίσκεται πιμελωδέστερα καὶ γυναῖκες ἀνδρῶν, ὅτι
20. καὶ τῇ κράσει ψυχρότερον ἄρρενος τὸ θῆλυ καὶ οἰκουρεῖ τὰ πολλά.
21. Ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τ’ εἰσὶ φύσει καὶ
22. πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίγνεσθαι,
23. τουτέστι πάντη συμμέτρους· ὅσοις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες,
24. ἀπολείπεται δ’ οὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμόν,
25. οὗτοι πολύσαρκοι γίγνονται. πολύσαρκοι δὲ καὶ ὅσοι φύσει
26. μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ
27. δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι
1. φύσεις εἰσὶ τὰ ἔθη, καὶ οὐδὲν ἴσως δεήσει τοῦθ’ ἅπαξ εἰρηκότας
2. νῦν μηκέτι διορίζεσθαι καθ’ ἕκαστον κεφάλαιον, εἴτε
3. φύσει ψυχρότερος εἴτ’ ἐξ ἔθους ὅδε τις, ἀλλὰ τοῦτο μὲν
4. ἀπολιπεῖν τοῖς ἀναγιγνώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα
5. τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν.
6. εἰσὶ δή τινες ἰσχνοί θ’ ἅμα καὶ φλέβας ἔχοντες μικράς,
7. ἀλλ’ εἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον
8. ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον
9. μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ
10. πολλάκις εὑρισκόμενον. ἐστὶ γὰρ καὶ φύσεως ψυχροτέρας
11. καὶ ἀργοτέρου βίου τὸ τοιοῦτον γνώρισμα. πιμελὴ μὲν γὰρ
12. ἀεὶ διὰ ψῦξιν ἕξεως γίγνεται· πολυσαρκία δὲ πλήθους αἵματος
13. ἔκγονος, εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα.
14. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως
15. ἔχουσι πλείονα τῶν εὐσάρκων· οὐ μὴν ἀνάλογον ἀεὶ ταῖς
16. σαρξὶν ἡ πιμελὴ συναύξεται, ἔστι γὰρ ἰδεῖν τῶν παχέων
17. τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας,
18. ἐνίοις δ’ ὁμοίως ἄμφω συνηυξημένα. οἷς μὲν οὖν ὁμοίως
19. ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν
20. εὔκρατον φύσιν, ὅσῳ καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ πλείων,
21. τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν ἤπερ τὸ ὑγρόν, ὥσπερ
22. οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων,
23. οὐ μὴν καὶ ψῦξις. ὅταν γὰρ ἐν τοῖς οἰκείοις ὅροις μένοντος
24. τοῦ θερμοῦ προσγένηταί τις αἵματος χρηστοῦ περιουσία,
25. πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δ’ ὅσῳ χρὴ πλέον
26. εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἷόν τε μηνῦσαι
27. καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω
1. νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζῴου σώματι σύμπτωμα
2. παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς
3. ὑγιείας ὅρων ἐντός ἐστιν. ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι’
4. ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν οὐ σμικρὸν ὑποθέσθαι πλάτος
5. τῆς ὑγιεινῆς καταστάσεως· ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν
6. ἐν ὅλῳ τῷ λόγῳ τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἷον
7. κανόνα τινὰ τῶν ἄλλων ἀεὶ τιθεμένων ἡμῶν, ὅσαι δ’ ἐφ’
8. ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαινόντων· ὅπερ οὐκ ἂν ἦν,
9. εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ κατάστασις ἐδέχετο.
10. ἄλλη μὲν γάρ ἐστιν ἡ ὑγιεινή, ἄλλη δ’ ἡ νοσώδης δυσκρασία·
11. νοσώδης μὲν ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου,
12. ὑγιεινὴ δ’ ἡ ἐπ’ ὀλίγον. ὁρίσαι δ’ οὐδ’ ἐνταῦθα μέτρῳ καὶ
13. σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ, ἀλλ’ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς
14. δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζῴου
15. βεβλάφθαι σαφῶς. ὅσον δ’ οὖν μεταξὺ τοῦ τ’ ἄκρως ἐνεργεῖν
16. καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτον
17. καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς κατ’ αὐτὴν δυσκρασίας.
18. τούτῳ δ’ ἐφεξῆς ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε
19. διὰ δυσκρασίαν νοσῇ τὸ ζῷον· οὐ γὰρ δὴ διὰ ταύτην γε
20. μόνην ἀλλὰ καὶ κατ’ ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν
21. ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται.
22. Νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ
23. τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος
24. αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον,
25. ἀλλὰ πολύσαρκον ἀποδείκνυσι συναυξανομένης μὲν
26. ἐπ’ ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς
27. σαρκός, οὕτως αὖ πάλιν, εἰ καὶ τὸ ὑγρόν τε καὶ ξηρὸν
28. ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ’ εἴη
1. θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον
2. γενέσθαι τούτῳ τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμόν,
3. ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον
4. ἀπολείπεται τούτῳ τὸ σῶμα πιμελῆς ἢ σαρκός· ὥσπερ εἰ καὶ
5. κρατήσαι ποτὲ τὸ ξηρόν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας
6. ἀντιθέσεως, ἰσχνότερόν θ’ ἅμα καὶ σκληρότερον ἔσται τὸ
7. σῶμα. ταῦτ’ εἴρηταί μοι καὶ ἤδη δῆλον, ὡς οὐ λόγῳ μόνον
8. ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζῴων ὑπάρχουσαι
9. σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν οὐκ
10. ἐν θερμότητι καὶ ψυχρότητι καὶ μαλακότητι καὶ σκληρότητι
11. μόνον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως ὅλου τοῦ
12. σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητά τε
13. καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.4, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.4, ed. Helmreich, 1904, p. 60-64. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩