14. Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν,
15. ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μέν, σύμμετρος
16. δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὥσπερ γε καὶ ἡ ξηρὰ μέν,
17. εὔκρατος δέ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν· ἔστι γὰρ καὶ
18. ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις,
19. εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος εἴτε μετρίως. ἀλλ’
20. ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσις [ἐστίν],
21. ἔλαττον δὲ ταύτης ἡ ψυχρά θ’ ἅμα καὶ κατὰ τὴν ἑτέραν
22. ἀντίθεσιν εὔκρατος, ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ θ’ ἅμα καὶ
23. ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν
24. ἐστι καὶ φῦναι καὶ τραφῆναι καὶ αὐξηθῆναι, κατὰ τὸν αὐτὸν
25. λόγον κἀν τῷ δέρματι ταῖς θριξίν. ἔχει δ’ οὐχ οὕτως·
26. γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δ’ ὡς δέρμα· καὶ
1. τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί, τὸ δ’ ἐν
2. ἀνθρώπου σώματι καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζῴων οὔτ’
3. ἄνικμον ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν.
4. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων,
5. οἷον ὀστρέων καὶ καράβων καὶ καρκίνων, ὅσα τε φολιδωτὰ
6. τῶν ζῴων ἐστίν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτά, καθάπερ οἱ
7. ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ. ὄντως γάρ ἐστι τὰ
8. τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας.
9. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷόνπερ καὶ ὁ ἄνθρωπός
10. ἐστιν, ὅσῳπερ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα,
11. τοσούτῳ μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γάρ, ὡς ἐκεῖνοι
12. προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς
13. πόας οὔτ’ ἐν ξηρᾷ πάνυ καὶ αὐχμώδει φύεσθαι δυνατὸν
14. οὔτ’ ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ’ ἐπειδὰν μὲν ἄρχηται δαπανᾶσθαι
15. τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται τῆς γῆς·
16. αὐξάνονται δ’ ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως
17. μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν
18. ἀρχὴν τοῦ θέρους, ἀποξηραίνονται δὲ τελέως αὐανθείσης
19. τῆς γῆς ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει,
20. καὶ νῦν, ὥσπερ που κἀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ
21. μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκράτου
22. δέρματος φύσει καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε.
23. τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως ὑγρότητός τε καὶ
24. ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς
25. ὥρας, ταῦτ’ ἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι
26. δὲ μᾶλλον ἀρχομένου θέρους.
27. Ὃ τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρόν, εἰκάζοις ἂν
28. μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γιγνομένῃ τελευτῶντος ἦρος
29. ἢ ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ
1. γίγνεται τοῖς τῶν ὀστρακοδέρμων ὁμοίως, οὐ μὴν ἀνθρώπων
2. γ’ συῶν ἢ ὄνων ἢ ἵππων ἢ ἄλλου του τῶν τριχωτῶν
3. ζῴων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ
4. δέρμα, καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς
5. ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς
6. ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν
7. γὰρ τῷ θερμῷ καὶ ξηρῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν
8. φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζῴου
9. τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων
10. ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα
11. [ὑπὸ] τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος
12. οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ
13. ἀκριβῶς μαλακόν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρός, οὐχ
14. ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοί, τῶν τέως διεστηκότων
15. αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη
16. σκληρὸν ὑπάρχει πεπηγότι παραπλήσιον τυρῷ, κατατιτρᾶται
17. μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ ξηρότητος
18. οὐ δυνάμενον ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ καὶ
19. μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαρρεόντων.
20. ἐὰν μὲν οὖν τὸ διαρρέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς
21. ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τ’ ἐστὶ καὶ ἀκώλυτος ἡ φορά·
22. τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις
23. καί τι καὶ παλινδρομεῖν αὖθις πρὸς τὸ βάθος ἀναγκάζεται.
24. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις
25. εἴη, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν
26. διεξόδων σφηνωθείσῃ μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι μήτε
27. κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ
1. τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω καὶ
2. ταύτην αὖθις ἑτέρα κἀκείνην ἄλλη καὶ πολλὰς αἰθαλώδεις
3. οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις ἐν
4. τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι καί τι ποιεῖν
5. ἓν σῶμα τοιοῦτον, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν ὅσῳ
6. πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου
7. στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ
8. πάντα τὸ τοιοῦτον σῶμα, τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον
9. ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων οὐκ ἐχόντων
10. διέξοδον ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν
11. ἀναγκάζεται τοῦ δέρματος ἱμαντῶδες ἤδη γεγονός.
12. ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ
13. τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος οἷόνπερ
14. αὐτὸ τὸ φυτόν.
15. Ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μέν, ὅταν ὑπὸ ῥώμης τοῦ θερμοῦ
16. συγκαυθείσης τῆς ἀναθυμιάσεως ἀκριβὴς λιγνὺς γένηται
17. τὸ περίττωμα, ξανθὴ δ’, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς
18. γὰρ χολῆς τηνικαῦτ’ ἐστὶν ἰλυῶδες περίττωμα τὸ σφηνωθέν,
19. οὐ μελαίνης. ἡ δὲ λευκὴ θρὶξ ἔκγονος φλέγματος, ἡ πυρρὰ
20. δ’, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω
21. καὶ τῇ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος.
22. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως ἢ διὰ τὸν
23. πόρον, ἐν ᾧ κατερρίζωνται, γίγνονται, διὰ μὲν τὴν ξηρότητα
24. παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι.
25. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν αὐτὰς τὰς τρίχας
26. ὁρῶντας, εἰ πλησιάσειαν πυρί, παραχρῆμα διαστρεφομένας;
27. οὕτω μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων
28. ἐν οἷς ἐρρίζωνται φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις
29. εὐθυπορεῖν ὑπ’ ἀρρωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν
30. αὐτὴ τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν.
31. ἐνίοτε δ’ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς
32. τοῦ δέρματος φύσεως σκληροτέρας τοῦ προσήκοντος οὔσης
1. εἰργομένη φέρεσθαι καθ’ εὐθὺ πρὸς τὸ πλάγιον ἐπιστρέφεται,
2. καθάπερ γε κἀκτὸς ἰδεῖν ἔστιν οὐ μόνον ἀτμὸν ἢ καπνὸν
3. ἀλλὰ καὶ τὰς φλόγας αὐτάς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω
4. φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ
5. ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατά τι καὶ
6. κωλυθῇ φέρεσθαι πρόσω, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον
7. ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί
8. τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν
9. συνδραμόντων, ἀρρώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἣ
10. τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης
11. γίγνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει
12. διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός.
13. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων
14. εὐθῦναι δυνατὸν ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν
15. οὖν ἡ γένεσις τῶν τριχῶν.
16. Ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων
17. ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς
18. καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν
19. οὖν καὶ Ἄραβες καὶ Ἰνδοὶ καὶ πᾶν τὸ ξηρὰν καὶ θερμὴν
20. χώραν ἐποικοῦν ἔθνος μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς
21. καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’ ἔμπαλιν
22. τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν ἐποικοῦσιν, Ἰλλύριοί τε
23. καὶ Γερμανοὶ καὶ Δαλμάται καὶ Σαυρομάται καὶ σύμπαν τὸ
24. Σκυθικὸν εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ
25. πυρράς· ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων εὔκρατον νέμονται
26. γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας καὶ μελαίνας μετρίως
27. καὶ παχείας συμμέτρως καὶ οὔτ’ ἀκριβῶς οὔλας οὔτ’ ἀκριβῶς
1. εὐθείας. οὕτω δὲ κἀν ταῖς ἡλικίαις βρέφεσι μέν, οἷαίπερ
2. αἱ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ [οἷαι] τοῖς Αἰθίοψιν,
3. ἐφήβοις δὲ καὶ παισὶ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν
4. ἀνάλογον αἱ τρίχες ἔχουσιν ἰσχύος τε καὶ πάχους καὶ μεγέθους
5. καὶ χρόας.
6. Οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις
7. ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες
8. μὲν οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος
9. αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα μήτε λιγνυώδη περιττώματα.
10. προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ
11. ἀσθενεῖς, ἀκμάζοντες δ’ ἰσχυροτέρας καὶ πολλὰς καὶ μεγάλας
12. καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς
13. ἐγένετο καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων
14. ὑπὸ ξηρότητός τε καὶ θερμότητος· αἱ δ’ ἐν τῇ κεφαλῇ τε
15. καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν
16. ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις οὐχ οἵα ταῖς
17. πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς κατὰ πρῶτον λόγον ὑπὸ τῆς
18. φύσεως ἀπειργασμέναις, οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν,
19. ὡς κἀν τοῖς Περὶ χρείας μορίων δείκνυται. ἀλλά τοι
20. κἀν ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ’
21. ἤτοι μελαίναις ἢ πυρραῖς ἤ τιν’ ἄλλην ἐχούσαις διαφορὰν
22. ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυρροι μὲν
23. γάρ εἰσι τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις
24. οὐδέπω μέλαν ἐστίν· ἥ τε γὰρ ὑγρότης πολλὴ καὶ ἡ διέξοδος
25. ῥᾳδία καὶ ἡ σύγκαυσις ἀσθενής· εὐαυξεῖς δὲ καὶ παχεῖαι
26. συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων
27. ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ
28. γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ
29. δὲ περικείμενον αὐτῷ δέρμα ξηρότερον τοσούτῳ τοῦ κατὰ
30. τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳπερ καὶ σκληρότερον.
1. ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν
2. ἐγκέφαλον, ἤδη δὲ κἀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων,
3. ὥσθ’ οἷον τοῖς ἀκμάζουσιν ὅλον γίγνεται τὸ σῶμα,
4. τοιοῦτον ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσιν.
5. Εὐλόγως οὖν ἔνιοι φαλακροῦνται τοῦ χρόνου προϊόντος,
6. οἷς ἐξ ἀρχῆς ἦν ξηρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν,
7. ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια.
8. γίγνεται δὲ πολλοῖς ὀστρακῶδες τὸ δέρμα πλέον ἢ δεῖ ξηρανθέν.
9. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθότι καὶ
10. διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν
11. τὰ ἔνδον ὥσπερ γε καὶ τὰ κάτω τῶν ποδῶν ἄτριχα
12. καὶ ψιλὰ ξηρότητί τε καὶ πυκνότητι τοῦ κατ’ αὐτὰ τένοντος,
13. ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος ξηρότητος
14. οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄρρωστοι τούτοις
15. γίγνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ
16. ἄνθρωποι πολιάς, ἄρρωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς,
17. λευκαὶ δέ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτον οἷον εὐρώς
18. τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος
19. ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ καὶ γλίσχρον, ἀρρώστως
20. δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον
21. ἐν τῷδε σηπεδόνι καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα
22. γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον,
23. ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς
24. κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι
25. δ’ ὑγρότεροι· μύες γὰρ ἐνταῦθ’ εἰσὶν ὑπὸ τῷ δέρματι μεγάλοι,
26. σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.5, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.5, ed. Helmreich, 1904, p. 64-70. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩