1. Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν
2. νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι
3. καὶ σφαλέντες, οἷα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων
4. ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον
5. οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν.
6. οὐ γὰρ δὴ ἁπλῶς οὕτως εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι
7. πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν
8. ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ καὶ οὐκ ὀλίγων τούτων
9. ἀνωμάλως διάκειται. τὰ μὲν γάρ τινα τῶν μορίων αὐτοῖς
10. ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ
11. ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ
12. παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα
13. τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν.
14. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶν ἁπάσας τε τῶν
15. μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ
16. πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλον ὁμοίως κεκρᾶσθαι τὸ
17. τοιοῦτον. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ
18. ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ σμικρὰ τὰ κατ’ ὀσφὺν καὶ
19. σκέλη λεπτά, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι
20. τοῖς μορίοις; οὐ μὴν οὐδ’ εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ
21. κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχει στενόν, οὐδὲ τοῦτ’
22. ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα
23. μεγίστην ἔχει τὴν κεφαλήν, ἕτερα δὲ σμικράν, οἵανπερ οἱ
24. στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισά, τὰ δὲ ῥαιβά,
25. καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνά, τὰ δὲ παχέα, καὶ
26. θώραξ τοῖς μέν, ὡς εἴρηται πρόσθεν, εὐρύς, ἐνίοις δὲ στενὸς
27. οὕτως ὡς σανίς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν.
28. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ
1. καὶ γυμνὰ καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν
2. αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις, εἰς ὅσον
3. δ’ ἥκουσι κακίας ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν
4. ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία
5. τέτακται, πρόδηλον παντί. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματός
6. εἰσι μορίων προδήλως αἱ διαθέσεις, ὅταν ἐκτραπόμενον
7. τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς
8. ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ
9. ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός.
10. Οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται
11. περὶ πάντων, ἀλλ’ ἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες.
12. εἰ μέν τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν
13. ἀποφαίνονται, μηροὺς δ’ εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν·
14. οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν. οὐδὲ γὰρ ὅτι λέοντι
15. μὲν ἐμφερὴς τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν
16. φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν
17. λέων θυμικός, ὁ δὲ τράγος ἀφροδισιαστικός, ὁ λόγος ἐξευρεῖν
18. ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γιγνόμενον εἰρήκασι,
19. τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ
20. ὥσπερ τῶν ἄλλων ἁπάντων οὕτω καὶ τὰς τούτων αἰτίας
21. ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ
22. τὰς τῶν μορίων κράσεις οὐ λέων μόνον καὶ τράγος ἀλλὰ
23. καὶ τῶν ἄλλων ζῴων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας
24. ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει
25. καλῶς ἐπὶ πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα
26. χρήσιμον ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων
27. τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτό,
28. καὶ μὴ νομίζειν, εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης
29. τούτῳ τὸ σῶμα ξηρότερόν τε καὶ θερμότερον ὑπάρχειν, ἀλλ’
1. ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν·
2. δύνασθαι δ’ ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς
3. τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν
4. ἐνταῦθα καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν.
5. εἰ μὲν γὰρ ὅλου τοῦ σώματος ἡ κρᾶσίς ἐστιν ὁμαλή,
6. εὐθὺς ἂν εἴη τούτοις αὐτός τε σύμπας ὁ θώραξ εὐρύτατος
7. αἵ τε φλέβες εὐρεῖαι καὶ αἱ ἀρτηρίαι μεγάλαι θ’ ἅμα καὶ
8. μέγιστον καὶ σφοδρότατον σφύζουσαι καὶ τρίχες πολλαὶ καθ’
9. ὅλον τὸ σῶμα καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ
10. μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι
11. τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ
12. σύντονον καὶ διηρθρωμένον καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς
13. ἔχωσι τῆς κράσεως, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις
14. τὸ σῶμα καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον ὥσπερ
15. καὶ δασύτερον. οὕτω δὲ κἂν εἰ τἀναντία περὶ τὸν θώρακα
16. συμπέσοι, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι,
17. τουτέστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν
18. μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος
19. ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν ἁπαλόν
20. τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξὶ καὶ
21. μάλιστ’ ἐν νεότητι καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς
22. δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ σμικρὰς καὶ ἀδήλους
23. ἔχοντες τὰς φλέβας καὶ πιμελώδεις καὶ νεύροις καὶ
24. μυσὶν ἄρρωστοι καὶ ἀδιάρθρωτοι τὰ κῶλα καὶ βλαισοὶ γίγνονται.
25. διαφόρου μέντοι τῆς κράσεως ἐν τοῖς μορίοις ἀπεργασθείσης,
26. οὐκέτ’ ἐξ ἑνὸς αὐτῶν οἷόν τε περὶ τοῦ σύμπαντος
27. ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον ἐφ’ ἕκαστον ἰέναι καὶ
28. σκοπεῖσθαι, πῶς μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων,
1. ὅπως δ’ ὁ ἐγκέφαλος ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό.
2. Ταυτὶ μὲν οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γὰρ
3. ἔστιν οὔθ’ ἁψάμενον οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν
4. τὴν κρᾶσιν αὐτῶν. προσεπισκέπτεσθαι δὲ καὶ τὰς τῶν περιεχόντων
5. αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι
6. τὸ δέρμα, κατὰ μὲν τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν
7. ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν οὐδ’ ἐν
8. ταύτῃ πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει
9. τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ
10. χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται
11. τὸ θερμὸν ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον,
12. τῶν δ’ εἰς τὸ δέρμα προελήλυθεν ὑπὸ τοῦ περιέχοντος θάλπους
13. ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν
14. τε γνῶναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως.
15. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις
16. χώραις οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ
17. τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ
18. Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα
19.
καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν·
20. ὅσον δ’ ἔμφυτον θερμόν, εἰς τὰ σπλάγχνα καταπέφευγεν
21. ἅμα τῷ αἵματι κἀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου
22. καὶ ζέοντος αὐτοῦ θυμικοὶ καὶ θρασεῖς καὶ ὀξύρροποι
23. ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ
24. ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις, ὡς
25. ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους καὶ τῆς ἐμφύτου θερμασίας
26. ἔξω φερομένης διακεκαυμένη, σκληρὰ καὶ ξηρὰ καὶ
27. μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος
1. ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ.
2. Καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ
3. πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τῳ
4. καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ
5. θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα
6. θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ καὶ τὰ
7. τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν
8. ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ, καὶ παρ’ ἡμῖν δὲ κατὰ
9.
μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλέον, τὸ δ’ ἐπίκτητον
10. ἔλαττον, ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον
11. δὲ τὸ σύμφυτον. ἅπαντ’ οὖν ταῦτα διορίζεσθαι χρὴ τὸν
12. μέλλοντα καλῶς διαγνώσεσθαι κρᾶσιν. οὐ γὰρ [δὴ] ἁπλῶς,
13. εἰ τὸ δέρμα μελάντερον, ἤδη θερμότερος ὁ ἄνθρωπος ὅλος,
14. ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ
15. μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ πλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ
16. μὲν ἔσται μελάντερον τὸ χρῶμα τῷ δὲ λευκότερον. ἀλλ’
17. οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ
18. γὰρ τὸ δέρμα ξηρότερον μὲν ἡλιούμενον, ὑγρότερον δ’ ἔσται
19. σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται
20. κρᾶσις οὔθ’ ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων.
21. Ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων
22. ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα, οἷον τῆς
23. μὲν γαστρός· εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ’ οὐ πέττει
24. καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις
25. ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ
26. θερμόν, εἰ δ’ ὀξείας, ἄρρωστόν τε καὶ ἀσθενές. οὕτω δὲ
1. καὶ τὰ μὲν βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα τῶν
2. καλῶς πεττόντων ἄμετρον τὸ θερμόν, ἀσθενὲς δὲ τῶν ταῦτα
3. μὲν ἀπεπτούντων, ἰχθῦς δὲ πετραίους ἤ τι τοιοῦτον πεττόντων.
4. ἐπισκέπτεσθαι δ’ ἐνταῦθα πάλιν, εἰ μὴ διά τινα χυμὸν
5. ἑτέρωθεν ἐπιρρέοντα τὸ σύμπτωμα γίγνεται τῇ γαστρί.
6. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ
7. ἥπατος εἰς τὴν γαστέρα καταρρεῖ χολή, σπάνιον μὲν δὴ
8. τοῦτο καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δ’ ἐκ τῆς κεφαλῆς
9. κατέρχεται φλέγμα καὶ μάλιστ’ ἐν Ῥώμῃ τε καὶ τοῖς
10. ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν
11. χρὴ καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι μηδ’ ἀμελεῖν. οἶδα
12. γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην
13. ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθήν, ἣν ἐδέοντο
14. πρὸ τῶν σιτίων ὕδωρ πολὺ πιόντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ’.
15. ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειρόν τε ταῦτα καὶ
16. τὴν κεφαλὴν ὠδυνῶντο καὶ τούτους ᾤοντό τινες εἶναι χολώδεις
17. φύσει. καίτοι μαλακοί τ’ ἦσαν ὅλον τὸ σῶμα καὶ λευκοὶ
18. καὶ ἄτριχοι καὶ πιμελώδεις καὶ ἄφλεβοι καὶ ἄμυοι
19. καὶ ἄναιμοι καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας
20. οἶδα μηδεπώποτε μὲν ἐμέσαντας χολὴν ξανθήν, ἰσχνοὺς δὲ
21. καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς
22. ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος.
23. Ἀλλ’ ἐνταῦθα καὶ ἀνατομικόν τι θεώρημα συνέπεσεν, ὃ
24. μὴ γιγνώσκοντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ
25. τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος,
26. ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν
1. διπλοῦς ἐστι, τοῖς δ’ ἁπλοῦς, ὡς κἀν ταῖς τῶν τετραπόδων
2. ζῴων ἀνατομαῖς ἔνεστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἁπλοῦς
3. ἐστιν εἰς τὸ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐμφυόμενος,
4. ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς γιγνόμενος
5. εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι,
6. θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα μικρὸν ἄνω
7. τοῦ πυλωροῦ. σπανιώτατα δέ ποτε τὸ μὲν ἄνω μέρος αὐτοῦ
8. μεῖζον εὑρίσκεται, τὸ κάτω δ’ ἔλαττον. ἀλλ’ ἐφ’ ὧν γε
9. μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ’ ἡμέραν ἐμπίπλαται
10. χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων καὶ
11. βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν ὁ
12. πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις σύμπασα καταρρεῖ.
13. πῶς οὖν χρὴ διαγιγνώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν
14. γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος
15. τῇ κράσει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον
16. δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ
17. τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν
18. ἤθροιζε χολὴν καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο.
19. τοῖς δ’ ἄλλοις, οἷς ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι
20. δὲ χολήν, ἥκιστα διαχωρεῖται χολώδη· καὶ γὰρ ὀλίγον γεννᾶται
21. τῆς ξανθῆς χολῆς αὐτοῖς καὶ πλεῖστον εἰς τὴν ἄνω
22. κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων
23. ἐν αὐτοῖς τοῖς ἐμουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν
24. τῇ γαστρὶ θερμοτέρᾳ τὴν κρᾶσιν ὑπαρχούσῃ τὸ χολῶδες γεννᾶται
25. περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ’ ἀκριβῶς
26. ἐστιν ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται, καὶ οἷς
27. μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως
28. αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι
1. χοίρειον ἤ τι τοιοῦτον παραπλήσιον, ἀλλὰ θερμότερόν τι
2. τῶνδ’ ἐξ ἀνάγκης καὶ οὐκ εὔχυμον. οἷς δ’ ἐξ ἥπατος εἰς
3. αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κἂν εὐχυμώτατον
4. ᾖ τὸ ληφθὲν σιτίον κἂν ἄκρως πεφθῇ, καὶ μᾶλλόν γε
5. τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ καὶ πολλῷ μᾶλλον
6. ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ
7. μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν
8. δὴ καὶ φροντίδες καὶ θυμοὶ καὶ λῦπαι καὶ πόνοι καὶ γυμνάσια
9. καὶ ἀγρυπνίαι καὶ ἀσιτίαι καὶ ἔνδειαι πλείονα τὸν τῆς
10. ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμόν, ὅτι καὶ πλείονα
11. γεννῶσιν ἐν ἥπατι. ταῦτα τ’ οὖν ἀκριβῆ τὰ γνωρίσματα
12. καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ
13. κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπομένης,
14. ἄρτοι καὶ κρέα χοίρεια καὶ βόεια κάλλιον πεφθήσονται
15. τῶν πετραίων ἰχθύων. εἰ δ’ ἐξ ἥπατος καταρρέοι,
16. παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδεμία τῆς πέψεως
17. ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ διά τι ἄλλο
18. καὶ μὴ διὰ τὴν κρᾶσιν γιγνόμενον.
19. Κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ κἀκ τῆς κεφαλῆς εἰς τὴν
20. γαστέρα φλέγμα καταρρέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ
21. κἀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ
22. τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς
23. ὀδύνας, εἰ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν ἢ διὰ τὰ
24. τῆς γαστρὸς περιττώματα 〈γίγνονται〉. καὶ μὲν δὴ καὶ τὸν
25. ἐγκέφαλον ἐπισκέπτεσθαι καθ’ ἑαυτόν, ὁποίας ἐστὶ κράσεως,
26. ἄμεινον, οὐκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ
27. δὲ καθ’ ἑαυτὸν ὁποίας ἐστὶ κράσεως ἐπίσκεψις ἥ τε πολίωσίς
28. ἐστιν οἵ τε κατάρροι καὶ βῆχες καὶ κόρυζαι καὶ σιέλων
1. πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ
2. ὑγρότερον ὑπάρχειν, ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις
3. προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλάκρωσις
4. ἐπὶ ξηρότητι καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν
5. γένεσις τριχῶν εὐκρασίας ἐγκεφάλου γνώρισμα.
6. Κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ
7. κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων
8. ἀποφαίνεσθαι τολμᾶν ἐξ ἑνός, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν
9. σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς καὶ οἷς
10. μὲν οἱ ὀφθαλμοὶ μικροί, ξηρούς, οἷς δὲ μεγάλοι, ὑγρούς.
11. τοῦτο μέν γε καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες
12. ὑποθέμενοι τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμούς, ἐν οἷς
13. ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν
14. ὑπολαμβάνουσιν. ἔνιοι δὲ τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν
15. πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροωτέρου τε καὶ πλείονος
16. οὐκ ὀφθαλμοὺς μόνον ἀλλὰ καὶ στόμα καὶ τοὺς ἄλλους
17. ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος,
18. ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι
19. τῆς ἀληθείας ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς
20. τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ
21. δεύτερον δὲ τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως
22. οὐ μέμνηνται τεχνικῆς τ’ οὔσης καὶ τοῖς τῆς ψυχῆς
23. ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης
24. γάρ τοι καὶ ὁ Ἀριστοτέλης ἠπόρησε, μή ποτ’ ἄρα θειοτέρας
25. τινὸς ἀρχῆς εἴη καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ
26. ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ
27. προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι καὶ ταῖς
28. ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ
29. ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δ’ ἕτερον. ἀλλὰ καὶ
1. χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνὸν ἐξευρίσκειν, ὡς ἔμπροσθεν
2. ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν
3. κρᾶσιν ἁμαρτάνουσιν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες
4. γνωρισμάτων, ἐπὶ δὲ τὰ πόρρω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα
5. καὶ μέχρι τοῦ δεῦρο καὶ παρ’ αὐτοῖς τοῖς ἀρίστοις
6. φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ’ ὅτι
7. τὰ μὲν παιδία σιμότερα, γρυπότεροι δ’ οἱ παρακμάζοντες,
8. εὔλογον ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς
9. δὲ τοὺς γρυπούς. ἀλλ’ ἐνδέχεται μὲν καὶ τῆς διαπλαστικῆς
10. δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτον μᾶλλον ἢ τῆς κράσεως.
11. εἰ δ’ ἄρα καὶ τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ
12. μόνης ἂν εἴη, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ’
13. αὐτῶν κἀκεῖνο λέγεται τὸ ῥῖνά τ’ ὀξεῖαν γίγνεσθαι καὶ
14. ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς
15. ξηραῖς φύσει κράσεσιν, ὅτι κἀν τοῖς πάθεσιν οὕτω συμπίπτει
16. τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ
17. σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ’ οὐχ
18. οὕτως. ἀλλ’ ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν
19. καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ σμικροῖς
20. ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ καὶ ξηρὰν καὶ ἄσαρκον καὶ
21. μέλαιναν καὶ δασεῖαν ἐπὶ μεγάλοις ὀφθαλμοῖς σιμῇ τε ῥινί.
22. βέλτιον οὖν, εἴπερ ἄρα, τῆς ῥινὸς μόνης ὑγρότητα μὲν τῇ
23. σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι καὶ μὴ
24. περὶ τῆς ἅπαντος τοῦ ζῴου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι.
25. Κατὰ ταὐτὰ δὲ καὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὑτινοσοῦν
26. ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι
27. γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλου τοῦ σώματος
28. κράσεως ἀφ’ ἑνὸς μέρους ἔνδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος
1. εἴτε θερμότητος ἐπικρατούσης εἴτε καὶ ἀμφοτέρων
2. ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι γνώρισμα χρή, τῆς οἰκείας
3. ἂν εἶεν οὕτω γε, οὐ τῆς ἁπάντων τῶν τοῦ σώματος μορίων
4. ἐνδεικτικοὶ κράσεως. οὐδὲ γάρ, εἰ ξηρὰ καὶ ἄσαρκα τὰ σκέλη,
5. ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ
6. ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες
7. καὶ μαλακοὶ καὶ λευκοὶ γίγνονται μετὰ τοιούτων σκελῶν.
8. ἀλλ’ εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἷς
9. μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσίν, ὑγροὶ δ’, οἷς παχέα.
10. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα καὶ γρυπή, ξηροί, σιμῆς δ’
11. οὔσης ὑγροί· κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν ὀφθαλμῶν τε καὶ
12. τῶν κροτάφων ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ’
13. ἀνώμαλος ἡ κρᾶσις καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μερῶν,
14. ἄτοπον ἐπὶ τούτων ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων
15. ἀποφαίνεσθαι. τοιοῦτον δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν,
16. οὐχ ὑπὲρ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ περὶ τῶν
17. ἄλλων ζῴων ἀποφήνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς
18. κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὔτε
19. γάρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῷον, ἀλλ’
20. ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν οὔτ’ εἰ δασύ. κατὰ
21. δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ μαλακὸν ἢ λευκὸν ἢ ψιλὸν
22. τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῷον. ἀλλ’ εἰ μὲν ὁμαλῶς
23. κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόνπερ τὸ δέρμα,
24. τοιοῦτον εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων, εἰ δ’ ἀνωμάλως,
25. οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα,
26. ξηρότατον δὲ τὸ δέρμα· τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς οἷόνπερ
27. ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων
28. ἁπάντων τῶν τοιούτων ζῴων ὀνομασθέντων ἐκ τοῦ
1. τὸ δέρμα παραπλήσιον ἔχειν ὀστράκῳ. καὶ τὰ μαλακόστρακα
2. δέ, καθάπερ ἀστακοί τε καὶ κάραβοι καὶ καρκῖνοι, ξηρὸν μὲν
3. ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ
4. αὐτό γε τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζῴοις τῆς ἐν
5.
ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες
6. ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ’
7. ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον
8. ὑπάρχειν ξηρὰν μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης ἥδε,
9. τοιοῦτον ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ ἕκαστον
10. τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι.
11. Ταῦτά τ’ οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν
12. ὑπομνήματα καταλελοιπότες ἔτι τε πρὸς τούτοις, ὅτι μηδὲ
13. μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου τοῦ
14. δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς ἐξ οἵων εἰς οἷα γίγνονται.
15. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς
16. ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ
17. εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι
18. νῦν ἐστι θερμὸς καὶ ξηρός, ἀλλ’ ὅτι πρόσθεν μὲν ἐγένετο
19. τοιοῦτος, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ
20. ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι.
21. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ προϊόντι κατὰ βραχὺ συνέβη τῆς
22. ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος ἐκπιπτουσῶν ὑπὸ ξηρότητος
23. ἄκρας τῶν τριχῶν, ἐνίοις δ’ ἄχρι πλείστου παραμένουσιν,
24. οἷς ἂν μήτ’ ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι
25. τῷ χρόνῳ καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν
26. ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνερριζωμένων τῇ γῇ. μὴ
1. τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα
2. μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον·
3. εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκέτι.
4. γίγνονται μὲν γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως
5. αἵματος. οὐ μήν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς
6. καὶ κατώπτηται τελέως. ἀλλ’ ἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς
7. ὁ θερμὸς καὶ ξηρός, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν
8. λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος
9. πύκνωσις εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον
10. ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις,
11. ὥστε τοιοῦτον αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ
12. φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει προελθόντος τοῦ χρόνου.
13. Καὶ ταῦτ’ οὖν ἠμέληται τοῖς ἔμπροσθεν ἔτι τε πρὸς
14.
τούτοις, ἐπειδὰν ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως
15. ὑπὲρ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον
16. ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων.
17. τὸ δ’ οὐχ ὅλως ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε
18. περίττωμα μὲν ἀθροίζεσθαι φλεγματῶδες, ὑγρὸν δ’ οὐκ εἶναι
19. τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, οὐ γὰρ δὴ ἄλλη
20. γέ τις ἡ τοῦ φλέγματος γένεσις, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης·
21. ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον.
22. οὐ γὰρ ἐνενόησαν, ὡς ἐκ τῶν σιτίων, οὐκ ἐξ
23. αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν
24. οὖν οὐδέν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων
25. σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον
26. αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν
27. ὥσπερ τὸ σῶμα ξηρὸν οὕτω καὶ τὸ περίττωμα
1. δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ
2. κράσει ψυχρότερός τε καὶ ξηρότερος, οὐ μελαγχολικὸς ὁ τοιοῦτος,
3. ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν. εἰ δ’ ἐκ
4. μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, ἐξ ἀνάγκης ὁ τοιοῦτος
5.
εὐθὺς ἤδη καὶ μελαγχολικός ἐστιν, οἷον εἴ τις ἔμπροσθεν
6. ὑπάρχων θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ
7. αἵματος πλείστην ἐγέννησε τὴν μέλαιναν χολήν. οὗτος γάρ
8. ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἶναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς
9. ὑπάρχων. εἰ δ’ ἀπ’ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρός,
10. ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ
11. τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις
12. ψυχρὰ καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ
13. δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα.
14. Ταῦτ’ οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν
15. ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ
16. τὰ συμβεβηκότα μὴ διὰ παντός, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μεταβῆναι.
17. ταύτῃ τοι καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν.
18. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἷον κορωνίδα τε
19. καὶ κεφαλήν τινα τῷ λόγῳ παντὶ καταπαύειν ἤδη τὸ δεύτερον
20. γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε
21. τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’ ὁρῶντες αὐτῶν ἐκκενουμένην
22. τὴν ὑγρότητα προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι
23. πάντα πρὸς τῆς θερμασίας, οὐκ εἰ μετὰ ξηρότητος μόνον,
24. ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη. ἔστι δ’ οὐ ταὐτὸν ἢ κενῶσαί
25. τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις ἢ ξηροτέραν
26. ἀπεργάσασθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις
27. ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνεται δυσκρασία, τῶν μὲν
1. ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως,
2. ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων
3. δὲ τοῦ ῥεύματος ἁπασῶν τῶν μεταξὺ χωρῶν. ἅπαντ’
4. οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσιν ἐστί, προσαγόμενα
5. τοῖς οὕτω διακειμένοις ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο τὸ
6. τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ
7. σώματα τοσοῦτον ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν
8. τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων
9. δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων
10. ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον ἔτι τ’
11. ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως,
12. ἀναβάλλομαι τό γε νῦν διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον
13. λόγον περὶ κράσεων ἅπαντα διέλθω καὶ δείξω περὶ τῶν
14. κατὰ δύναμιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν
15. ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ὅλον ὑπὲρ ἀνωμάλου
16. δυσκρασίας ἔγνωκα γράψαι. τελειωθήσεται γὰρ ἅπας
17. ἡμῖν ὁ περὶ κράσεων λόγος εἴς τε τὴν θεραπευτικὴν μέθοδον
18. οὐ σμικρὰς ἀφορμὰς παρέξει.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 2.6, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 2.6, ed. Helmreich, 1904, p. 71-85. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩