Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.1, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 3.1, ed. Helmreich, 1904, p. 85-91. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ


19.

20. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ
21. ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι
22. ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν
23. ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν
24. τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς
25. ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν
26. δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον
27. ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει.
28. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν
29. ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι
30. [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν
31. τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ
32. θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι
33. πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν
34. αὐτῷ γενομένου, τοῦθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι
35. καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ.
36. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει
37. δ’ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ
38. γενέσθαι, μήπω δ’ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος
1. ἤδη λογικόν, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι
2. κύων ἤδη θηρατικός, ὅς γε μηδὲ βλέπει μηδέπω, τῷ δύνασθαι
3. δ’, εἰ τελειωθείη, θηρᾶν οὕτως ὀνομάζεται. κυριώτατα
4. μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις
5. αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν
6. αὐτῇ γενομένου, ἤδη δὲ καὶ ὅσαι προσεχεῖς ὗλαι
7. τῶν γιγνομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν ἢ
8. οἰκείαν ἢ ἰδίαν· ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον
9. καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα
10. δυνάμει σάρκα προσαγορεύοις ἐλαχίστης μεταβολῆς δεόμενον
11. εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον
12. σιτίον ὕλη προσεχὴς σαρκὸς ἀλλὰ διὰ μέσου τοῦ αἵματος·
13. ἔτι δὲ μᾶλλον ἡ μάζα καὶ ὁ ἄρτος ἐπὶ πλέον ἀποκεχώρηκε·
14. τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως
15. καὶ ταῦτα δυνάμει λέγεται σὰρξ καὶ πρὸ τούτων ἀὴρ καὶ
16. πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή.
17. ταυτὶ μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον
18. λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει
19. τόδε τι λεγομένων ὑπάρχειν, ἐφεξῆς δ’ ὁ κατὰ τὴν οἰκείαν
20. ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα
21. λέγοις ὑπάρχειν ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε
22. δυνάμει καὶ τὸ τῷ κατὰ συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον
23. εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη
24. τὸ σῶμα κατὰ συμβεβηκός, οὐκ οἰκείᾳ δυνάμει.
25. Κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει θερμὰ καὶ
26. ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λεχθήσεται καὶ ζητηθήσεται δεόντως,
27. τί δή ποτε καστόριον ἢ εὐφόρβιον ἢ πύρεθρον ἢ
28. στρουθίον ἢ νίτρον ἢ μίσυ θερμὰ λέγομεν ἢ θριδακίνην ἢ
29. κώνειον ἢ μανδραγόραν ἢ σαλαμάνδραν ἢ μήκωνα ψυχρά·
30. πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν ἢ κατ’ ἄλλον
1. τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ
2. ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι
3. ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα
4. καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα.
5. χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν
6. τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγόμενα
7. θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον,
8. οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς
9. αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται;
10. ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μηδ’ ἀνθρακοῦνται
11. σκοπεῖν, ὡς οὐδέν γ’ ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ
12. μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος,
13. ὁ δ’ ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι
14. τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντη· φαίνεται γὰρ
15. ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ
16. ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ
17. παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ
18. πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα
19. μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’
20. ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαίνεται
21. θερμά; τοῦτο δ’ οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ
22. μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν
23. εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτομένοις
24. οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι
25. ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμαστὸν
26. οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύοντας
1. αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξει τὰ ξύλα πρὶν
2. ὑπ’ αὐτοῦ νικηθέντα μεταβληθῆναι καὶ τοῦτο πάντως ἔν τινι
3. χρόνῳ γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς
4. ζῴοις θερμασίαν τὰ φάρμακα, εἰ μὴ πρότερον ὑπ’ αὐτῆς
5. ἐκείνης μεταβληθείη. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ
6. πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δ’ ὁ
7. ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων· ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ
8. θερμά, τῶν φαρμάκων δ’ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν
9. ἡμᾶς δύναται πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ
10. δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ οἱ ξηροὶ
11. κάλαμοι παρὰ τοῦ πυρός. οὕτω δὲ καὶ τὰ ξύλα ψυχρὰ μὲν
12. ἅπαντα κατά γε τὴν ἑαυτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά
13. τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά
14. τε καὶ μεγάλα χρόνου δεῖται πλείονος.
15. Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν
16. εἰς λεπτὰ καὶ σμικρὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ
17. χρόνῳ τινὶ κἂν ἐλαχίστῳ τοῖς σώμασιν ἡμῶν ὁμιλῆσαι
18. πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ
19. μήτε θερμήνας πρότερον ἀξιοῖς ἤδη φαίνεσθαι θερμά, τί
20. ποτε σημαίνει τὸ δυνάμει θερμόν, ἐπιλελῆσθαί μοι δοκεῖς·
21. ὡς ἐνεργείᾳ γοῦν θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’
22. ἐκεῖνο θαυμαστόν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμήνῃ.
23. γίγνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων
24. εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει θ’ ἅμα
25. καὶ αὔξει θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν
1. ἀπεικός ἐστιν οὐδὲ τὴν ἐν τοῖς ζῴοις θερμασίαν οἷον τροφῇ
2. τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις ὡς τὸ πῦρ τοῖς
3. ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γιγνόμενον. εἰ δὲ κατεψυγμένῳ
4. σώματι περιπάττοις ὁτιοῦν αὐτῶν ἀκριβῶς λεπτὸν
5. ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται καὶ διὰ τοῦτο τρίβομεν
6. ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις,
7. ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’
8. ἀραιὸν ἐργαζόμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον,
9. ἵν’ εἴσω τε δύῃ τὸ φάρμακον ὁμιλοῦν τε τῷ συμφύτῳ τοῦ
10. ζῴου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ
11. μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν,
12. εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχές, ὡς εἰ
13. καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος·
14. ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ οὐδὲν
15. ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον οὖν τῶν δυνάμει θερμῶν
16. οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ
17. ψυχροῦ, πλησίον δ’ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας
18. τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι, καὶ
19. ταύτην αὐτῷ ποτε μὲν ἡ τρῖψις ἱκανὴ παρασχεῖν ἐστι, ποτὲ
20. δ’ ἤτοι τὸ πῦρ ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον τούτου.
21. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί τὰ μὲν εὐθὺς ἅμα
22. τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε,
23. τὰ δ’ ἐν πλείονι χρόνῳ δρᾷ τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων
24. τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς
25. καὶ ἡ δᾲς ἡ λεπτὴ ἥ τε πίττα καὶ ὁ κάλαμος ὁ
26. ξηρός, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται,
27. καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι
28. δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς Περὶ φυσικῶν 
1. δυνάμεων ἐροῦμεν, ἐξ ὑποθέσεως δ’ ἂν ἕνεκα τῶν παρόντων
2. καὶ νῦν αὐτῷ χρησαίμεθα, τέτταρας μὲν εἶναι παντὸς σώματος
3. δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ
4. τὴν τούτων αὐτῶν καθεκτικὴν καὶ τρίτην 〈τὴν〉 ἀλλοιωτικὴν
5. καὶ τετάρτην ἐπ’ αὐταῖς τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν,
6. εἶναί τε ταύτας τὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν
7. σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ
8. κεκρᾶσθαί φαμεν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντινοῦν τῶν ἐν
9. αὑτῷ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’
10. ὅλην ἐνεργεῖν αὑτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον οὔτ’
11. ἐξομοιωθῆναι δύνασθαι [ποτὲ] τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ
12. θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων.
13. εἰ δ’ ἱκανῶς μεταβάλλοι, τουτέστι καθ’ ὅλην
14. αὑτοῦ τὴν οὐσίαν ἐνεργῆσαν, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ
15. καὶ τραφείη πρὸς τοῦ μεταβληθέντος· οὐδὲ γὰρ ἄλλο τι
16. θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Cliquer un n° de page pour en afficher l’image