Galenus. De temperamentis (De temp.) [n° 009 Fichtner] [GalLat]

Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.2, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).

De temperamentis, 3.2, ed. Helmreich, 1904, p. 91-95. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:3.2

17. Ἐπειδὴ δὲ ταῦτα διώρισται, πάλιν ἐκεῖθεν
18. ἀρκτέον τοῦ λόγου. τῶν ζῴων ἕκαστον οἰκείαις τρέφεται
19. τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι
20. δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν
21. οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν
22. τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης
23. οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης
24. διαφορᾶς· τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τ’ ἐστὶ καὶ ὅμοια, τὰ
1. δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε
2. καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας θ’ ἅμα καὶ ὀλιγοχρονιωτέρας
3. προσδεῖσθαι, τὸ μὲν ὀρνίθειον ἐλάττονος, τὸ δὲ
4. χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ
5. δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν ὁ οἶνος, ὅθεν καὶ τρέφει
6. καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι
7. χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψίν,
8. ἐν οἷς ἂν προκατεργασθεὶς τρέφειν ἤδη δύναιτο τὸ
9. σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν οὐχ οἷόν
10. τ’ αὐτῷ τροφὴν ζῴου γενέσθαι, κἂν εἰ δι’ ὅλης ἡμέρας καὶ
11. νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ χρωτί. πολὺ δὲ δὴ μᾶλλον
12. ἄρτος ἔξωθεν ἐπικείμενος ἢ τεῦτλον ἢ μάζα τρέφειν
13. ἀδύνατα. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, τὰ δ’ ἄλλα
14. σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις·
15. ἢ γὰρ οἷάπερ ἐλήφθη διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ
16. σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ πάντως ταῦτα
17. τὰ φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεώς
18. ἐστιν, ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα
19. σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται κἄπειτα συνδιασήπει
20. τε καὶ συνδιαφθείρει τὸ σῶμα· δηλητήρια δ’ ἐστὶν ἔτι
21. καὶ ταῦτα. τρίτον δ’ ἐπ’ αὐτοῖς ἐστιν εἶδος φαρμάκων τῶν
22. ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων
23. καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι καὶ πάσχοντα νικᾶται
1. τῷ χρόνῳ καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ τούτοις
2. ἅμα τε φαρμάκοις εἶναι καὶ τροφαῖς.
3. Θαυμαστὸν δ’ οὐδέν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα
4. μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται
5. γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μέν γε τὴν ἐπὶ τῆς
6. Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε· κόπρος
7. ἀπέκειτο περιστερῶν ἤδη σεσηπυῖα καὶ τεθερμασμένη καὶ
8. ἀτμὸν ἀναπέμπουσα καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης
9. δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα
10. νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου
11. λάβρος ἥλιος προσβαλὼν ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα.
12. κἀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ
13. θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως τε διεδέξαντο
14. τὸ πῦρ καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἐκείνης
15. ἡ φλὸξ ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν.
16. οὕτω δέ πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν
17. πυρείων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. ἀνάπτεται
18. δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον καὶ στυπεῖον καὶ θρυαλλὶς
19. καὶ νάρθηξ καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρόν τε καὶ
20. χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι καὶ
21. μᾶλλον ἢν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας
22. δὲ φάρμακον τοιοῦτον ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης
23. θερμασίας οἷς ἂν ἐπαλειφθῇ. σκευάζεται δ’ ἐκεῖνο
24. διά τε θείου καὶ τῆς ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς
25. θαῦμά τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον αὖθις ἧπτε τοίχῳ
26. προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δ’ ἄρα
1. καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν
2. οὐκέτ’ ἦν τὸ γιγνόμενον.
3. Πάντ’ οὖν ταῦτα τὰ φάρμακα θερμὰ μὲν οὔπω τελέως
4. ἐστίν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμὰ καὶ διὰ
5. τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν
6. ἄπορον, ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς
7. θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ
8. θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον οὐχ ἁπλῶς ὡς
9. θερμὸν φάρμακον ἀλλ’ ὡς οἰκεία τροφὴ θερμαίνων τὸ ζῷον.
10. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν,
11. οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία
12. τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ ῥώσει τε πάντως αὐτὰ καὶ
13. τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης
14. τροφῆς κοινόν· οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος
15. τῆς μεταβολῆς ὡς δᾳδὶ καὶ θρυαλλίδι καὶ στυπείῳ καὶ
16. πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς ἀναμνησθῶμεν
17. αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ
18. τοῦ πυρός, ἀλλ’ οὐκ εὐθὺς οὐδ’ ἐκ τοῦ παραχρῆμα, καὶ
19. διὰ τοῦτ’ ἐπιβληθέντα [πολλάκις] τῷ πυρὶ κατακρύπτει τε
20. τὴν φλόγα καὶ μάλιστ’ ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρά, καὶ
21. κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κἀν τοῖς ζῴοις ὅσα
22. τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα,
23. χρόνου δεῖται, ψῦχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραυτίκα
24. φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα,
25. παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν, εἰ μόνον αὐτοῖς προσγένοιτο
26. τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν
27. ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζῴου θερμόν. εἰ δὲ καταποθείη
1. μὲν ὡς τροφή, μὴ μέντοι κρατηθείη μηδ’ ἐξομοιωθείη, τοῦτ’
2. ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς,
3. ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὡς
4. καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν εἰπών· "τροφὴ δὲ τὸ τρέφον, τροφὴ
5. καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον", ἡ μὲν ἤδη τρέφουσα
6. καὶ προστιθεμένη καὶ μηκέτι μέλλουσα κυρίως ὀνομάζεται
7. τροφὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ’
8. ἄλλων οὐδετέρα, διότι μηδὲ τροφὴ κυρίως ἐστίν, ἀλλὰ τὸ
9. μὲν οἷον τροφή, τὸ δ’ ὅτι μέλλει τοιοῦτον γενήσεσθαι. ταῦτ’
10. ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῷον, ὥσπερ
11. οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ
12. πυρὸς ὑπάρχον, ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς
13. ἔλαιον ἀθρόον καὶ πολύ, καταπνίξεις καὶ τελέως ἀποσβέσεις
14. αὐτὴν μᾶλλον ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν
15. πολὺς ὡς μὴ κρατεῖσθαι πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ
16. θερμαίνειν τὸ ζῷον, ὥστε καὶ πάθη ψυχρότατα γεννᾷ· ἀποπληξίαι
17. γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ
18. παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις
19. οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου
20. γὰρ ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει,
21. ταῦθ’ εὕροις ἄν ποτε καὶ ψύχοντα, καθότι καὶ τὴν
22. φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ
23. καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν
24. ἅπαντα τοῖς τε περὶ τῶν στοιχείων καὶ τοῖς περὶ τῶν κράσεων
25. λογισμοῖς.

Cliquer un n° de page pour en afficher l’image