26. Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι τό τινα
27. τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ κατὰ τοῦ δέρματος ἐπιτιθέμενα
1. διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτό, καθάπερ νᾶπυ
2. καὶ τάριχος σκόροδά τε καὶ κρόμυα. καίτοι καὶ τοῦτο συμφωνεῖ
3. τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ ὅτι μεταβάλλεται
4. καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεττόμενα κἀν
5. ταῖς φλεψὶν αἱματούμενα, πρὸς δὲ τούτοις καὶ διότι μὴ
6. μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντη φερόμενα,
7. καὶ πρὸς τούτοις διότι μίγνυται καὶ χυμοῖς πολλοῖς
8. καὶ τοῖς ἅμ’ αὐτοῖς λαμβανομένοις σιτίοις, ἔτι τε πρὸς τούτοις
9. ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίγνεται καὶ ἡ διάκρισις,
10. ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν
11. αὐτοῖς καὶ δριμὺ διὰ γαστρὸς θ’ ἅμα καὶ οὔρων καὶ ἱδρώτων
12. ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν ἐσθιόμενον
13. οὐχ ἑλκοῖ. καίτοι κἂν εἰ τῶν εἰρημένων ἓν ὁτιοῦν
14. ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι
15. τὰ ἐντός, οἷον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ
16. μένει τὸ νᾶπυ τοιοῦτον, οἷον ἔξωθεν ἐλήφθη, δῆλον, ὡς
17. οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις· εἰ δὲ καὶ διακρίνεται
18. καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ
19. τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ
20. δέρμα δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ
21. καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’
22. αὐτό. γνοίης δ’ ἄν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν
23. ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί.
24. καὶ μὲν δὴ κἂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ
25. κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότ’
26. οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ ἑαυτὸ κωλῦσαι
27. τὸ νᾶπυ δρᾶσαί τι τοιοῦτον ἐντός, οἷον ἐκτὸς ἔδρα περὶ τὸ
28. δέρμα, πολὺ δήπου μᾶλλον οἶμαι πάνθ’ ἅμα συνελθόντα.
1. καὶ γὰρ ἀλλοιοῦται πεττόμενον καὶ διακρίνεται καὶ καθαίρεται
2. καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται καὶ μερίζεται πολλαχῇ
3. καὶ πάντη φέρεται καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων.
4. ὅτι δ’, εἴπερ ἔμενε δριμύ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντός,
5. ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίγνεται γὰρ πολλοῖς
6. πολλάκις τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος
7. ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη
8. κακοχυμία καὶ τούτοις ἐνίοτε μὲν ἑλκοῦταί τι καὶ τῶν ἐντός,
9. ὡς τὰ πολλὰ δὲ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ
10. τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα τοῦθ’ ἑλκοῦται πολλοῖς
11. καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ καὶ φαγέδαινα καὶ
12. ἕρπης ὁ ἀναβιβρωσκόμενος ἄνθρακές τε καὶ τὰ χειρώνεια
13. καὶ τηλέφεια καλούμενα καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν
14. ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων
15. οὐδὲν ἄπορον οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν
16. οὐδὲν ἡμᾶς ἔξωθεν ἀδικοῦντα μέγα τι κακὸν ἐργάζεται καταποθέντα.
17. τινὰ δὲ πολλάκις μὲν ἔβλαψεν εἴσω ληφθέντα,
18. πολλάκις δ’ ὠφέλησεν· ἔνια δ’ οὐ μόνον ἔσωθεν ἀλλὰ καὶ
19. ἔξωθεν ἀδικεῖ. συλλήβδην δ’ εἰπεῖν οὐδὲν ὁμοίως ἔσωθέν τε
20. καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος
21. κυνὸς ἀφρὸς οὔθ’ ὁ τῆς ἀσπίδος οὔθ’ ὁ τῆς ἐχίδνης ἰός,
22. οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται,
23. τὴν ἴσην ἔχουσι δύναμιν ἢ τῷ δέρματι μόνον
24. ὁμιλήσαντες ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο
25. θαυμάζειν ἄξιον, εἴ τινων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς
26. τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν
27. ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν
28. τῷδε τῷ καιρῷ καὶ μετὰ τοσῆσδε ποσότητος καὶ τῆς πρὸς
29. τάδε μίξεως ὠφέλησεν, ἀκαίρως δὲ καὶ πολλὰ καὶ ἄμικτα
1. ληφθέντα βλάβην ἤνεγκεν, οὐδὲν οὐδ’ ἐντεῦθεν ἀπόρημα
2. τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε καὶ
3. τῷ πυρὶ καὶ πᾶσιν ὡς οὕτω φάναι τοῖς προσπίπτουσι τῷ
4. σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα καὶ
5. χρώμενοι μεγάλως πρὸς αὐτῆς ὀνινάμεθα καίτοι τῆς ἀμέτρου
6. καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν
7. σύμμετρος ὀνίνησιν, ἡ δ’ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν
8. θαυμαστὸν εἶναί τι φάρμακον οὕτω δυνάμει θερμόν,
9. ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο,
10. διαβιβρώσκειν τε καὶ κατακαίειν αὐτό, εἰ δὲ παντελῶς
11. ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσι τὴν ἰσχὺν αὐτοῦ, πρὸς
12. τῷ βλάπτειν μηδὲν ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν
13. ἤτοι τὸν Κυρηναϊκὸν ἢ τὸν Μηδικὸν ἢ τὸν Παρθικὸν
14. αὐτὸν καθ’ ἑαυτὸν οὐκ ἔνεστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς
15. ὀλίγος ἢ σὺν ἄλλοις ἐν καιρῷ προσήκοντι ληφθείη,
16. μεγάλως ὠφελεῖ.
17. Ταυτὶ μὲν οὖν ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν
18. ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐρρέθη, πάλιν ἀντιθερμαίνειν
19. αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος,
20. οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον,
21. ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κἂν εἰ θερμήνας αὐτὰ
22. δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρά, καθότι καὶ τὸ
23. ὕδωρ ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους
24. εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ
25. ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ ἑαυτὰ τοιαῦτα, τὰ δὲ
26. κατὰ συμβεβηκός, οἷον καὶ τὸ ὕδωρ καθ’ ἑαυτὸ μὲν ψυχρόν,
27. κατὰ συμβεβηκὸς δέ ποτε καὶ θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος
1. αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος
2. ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ κατασβέννυσιν
3. αὐτήν, οὕτω καὶ τὸ μηκώνιον εἰ καὶ ὅτι μάλιστα
4. θερμήνας δοίης, ἀποψύξεις τε τὴν ἐν τῷ ζῴῳ θερμασίαν
5. καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντ’ οὖν τὰ τοιαῦτα φάρμακα
6. βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ
7. σφοδρὸν τῆς ψύξεως δυναμένοις ἔστιν ὅτε χρείαν τινὰ
8. παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων
9. εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον
10. ἱκανῶς ὀνίνησι τοὺς ὑδερικούς, καίτοι τοὐπίπαν ἑλκοῖ
11. τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων
12. αὐτῇ κολασθῇ καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα
13. περιέχονται, κενοῖ διὰ τῶν οὔρων αὐτό. μάλιστ’ οὖν χρὴ
14. προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς
15. εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν
16. δυναμένων εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα
17. κἄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα διατίθησί πως
18. τὸ σῶμα καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται
19. πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν
20. τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ
21. ψύχει· εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει
22. μαίνει πάντως, εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.3, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 3.3, ed. Helmreich, 1904, p. 95-99. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩