23. Προσέχειν δ’, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι
24. τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκός, οὐκ ἐπὶ θερμῶν
25. καὶ ψυχρῶν μόνον, ἀλλ’ οὐδὲν ἧττον αὐτῶν ἐφ’ ὑγρῶν
26. τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων ξηρὰ ταῖς οὐσίαις
27. ὑπάρχοντα πολλῷ θερμῷ τακέντα φαντασίαν ὑγρότητος ἔλαβεν
28. ὡς χαλκὸς καὶ σίδηρος, ἢ καθ’ ἑαυτὰ μέν ἐστιν ὑγρὰ
29. καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάσαντα ξηρὰ
1. φαίνεται. χρὴ τοίνυν ἁπάντων τούτων τὴν κρίσιν οὐχ ἁπλῶς
2. ποιεῖσθαι, καθότι κἀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ
3. τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος·
4. εἰ μὲν γὰρ ὀλίγης μετέχοντα θερμότητος ὅμως ὑγρὰ φαίνοιτο,
5. διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κἂν εἰ μετὰ
6. δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ’ ἤτοι ῥέοντα μετὰ θερμότητος
7. ζεούσης ἢ πεπηγότα διὰ ψῦξιν ἄκρατον, οὐ καθ’ ἑαυτὰ
8. νομίζειν εἶναι τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά. ταύτῃ τ’ οὖν
9. διαιρεῖσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς ἀναφέροντά
10. τε πρὸς αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει
11. θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ
12. συμβεβηκὸς ἀλλὰ πρὸς τὸ καθ’ ἑαυτὸ κρίνεσθαι χρὴ τὸ δυνάμει.
13. κοινὴ δ’ ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς
14. ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ καὶ ψυχροῦ
15. καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν γὰρ κατ’ ἐπικράτησιν
16. οὕτως ὀνομάζεται, τὸ δ’ ὡς ἄκραν ἔχον ἧς παρονομάζεται
17. ποιότητα· εἰς ὁπότερον ἂν αὐτῶν ἑτοίμως μεθίστηται τὸ
18. κρινόμενον, ἔσται δυνάμει τοιοῦτον. ἔλαιον γοῦν ἐστι δυνάμει
19. θερμόν, ὅτι ῥᾳδίως φλὸξ γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη
20. καὶ πίττα καὶ ἄσφαλτος, οἶνος δέ, διότι ῥᾳδίως αἷμα
21. γίγνεται, κατὰ ταὐτὰ δὲ καὶ μέλι καὶ κρέας καὶ γάλα.
22. Ταυτὶ μὲν οὖν ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις τροφαὶ
23. τῶν ἀλλοιούντων εἰσί· τὰ δὲ κατὰ μίαν ἡντινοῦν ποιότητα
24. τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ παρέχοντα φάρμακα μόνον,
25. ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα
26. διατίθησί πως τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα,
1. χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζῴου φύσεως. ὅθενπερ
2. οἶμαι τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ
3. δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ
4. τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδεμίαν
5. αἰσθητὴν ἐπιφέρει· οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη
6. θερμὸν οὐδ’ ἡ χιὼν ψυχρά, ὡς καὶ τούτων γε τὰ παντάπασι
7. σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν
8. πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἐστὶ μὲν πάντως
9. τῷ γένει πῦρ, ἀλλ’ οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν
10. ἢ θερμήνειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι προσπεσόν.
11. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος
12. οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν
13. τινα παράσχοι. μὴ τοίνυν οὕτω μηδὲ τὰ δηλητήρια
14. κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ’ ἐναντίωσιν
15. ἐκ τῆς ἐν μέσῳ κρίνειν μεταβολῆς. οἷον εὐθέως
16. ἀπὸ τῶν στοιχείων οὔθ’ ὕδωρ εἰς πῦρ οὔτε πῦρ εἰς ὕδωρ
17. μεταβάλλειν πέφυκεν, ἀλλ’ εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ’
18. εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ’ οὐδαμῶς. ἄμεσος μὲν οὖν
19. ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος, ὡσαύτως δὲ καὶ τοῦ πυρός·
20. οὐκ ἄμεσος δ’ ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα. ταῦτ’
21. οὖν ἀλλήλοις ἐστὶν ἐναντία καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν
22. τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν
23. ἐναντίος οὐδὲν εἰς αὐτὸν οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι
24. δυναμένῳ οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ’ ὅλην τὴν οὐσίαν.
25. Ἕν μὲν δὴ τὸ γένος τοῦτο τῶν δηλητηρίων. ἕτερον δὲ
26. τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν
27. ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ’ ἐντεῦθεν ἐκτρεπομένων
28. ἀλλοιώσεις, ὑφ’ ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβέβηκε.
1. πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κἂν διὰ
2. σμικρότητά ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ
3. διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος
4. ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά, τὰ δ’ αὖ
5. ψύχοντα καὶ νεκροῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον
6. οὐδὲν οὔτ’ αὐτὰ πάσχειν οὔτε τοῖς σώμασιν ἡμῶν
7. ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα καί
8. τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα τὰ μὲν εἰς ἐσχάτην
9. ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν
10. οὖν εἰκότως καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὴν ἑαυτῶν
11. διάθεσιν. ὅσα δὲ ψύχει [τὸ σῶμα], κἂν θερμήνας αὐτὰ
12. προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς
13. ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει
14. τὸ ζῷον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται
15. θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ
16. ψυχρὸν τοῦ κατὰ συμβεβηκός, ὡς Ἀριστοτέλης ἐδίδαξεν.
17. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ
18. ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ φύσιν
19. ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει
20. μὲν ψυχρά, κατὰ συμβεβηκὸς δὲ θερμά, δύο ταῦτ’ ἐξ ἀνάγκης
21. γίγνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμόν,
22. ἡ δ’ οἰκεία κρᾶσις οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα μένει
23. ψυχρά. καὶ τί θαυμαστόν, εἰ μήκωνος ὀπὸς ἢ μανδραγόρας
24. ἢ κώνειον ἤ τι τῶν τοιούτων, εἰ καὶ θερμανθέντα προσενεχθείη,
25. μικρὸν ὕστερον γίγνεται ψυχρά, πτισάνης καὶ γάλακτος
26. καὶ χόνδρου καὶ ἄρτου ταὐτὸν τούτοις πασχόντων,
27. ἐπειδὰν εἰς ἄρρωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς
28. αὐτῆς. ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε
29. τούτου μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημήνατο, καίτοι
30. χυμὸς ὂν ἤδη τὸ φλέγμα κἀκ τῶν σιτίων τῶν μὴ πεφθέντων
1. ἐν τῇ γαστρὶ γεννώμενον ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται
2. οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν ἀλλὰ κἀκ τῶν φλεβῶν αὐτῶν
3. ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καίτοι
4. γε γλισχρότατόν ἐστι φύσει καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως
5. οὐδ’ ἡ βία τῆς ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν
6. θαυμαστόν, εἰ καὶ τὸ μηκώνιον, οὕτως ἐναντίον ἡμῶν τῇ
7. φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κἂν θερμὸν
8. ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα; τὴν μὲν γὰρ ἐπίκτητον
9. οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ
10. δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν ἀλλὰ
11. μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς οὔτ’ ἐκθερμαίνεταί
12. που πρὸς ἡμῶν αὐτό τε διατίθησιν ἡμᾶς καθ’ ἑαυτό· ψυχρὸν
13. οὖν ὑπάρχον φύσει ψύχει δήπου καὶ ἡμᾶς· οὔκουν
14. οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ
15. καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ
16. πλέον ἐκθερμήνῃς, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν
17. ἄπορον ἔχειν ἔτι καὶ μαρτυρεῖ τοῖς προειρημένοις. ὡς
18. γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος οὐδὲν ὑπὸ πυρὸς
19. πάσχει, κατακαίεται δ’, εἰ πλείονα χρόνον πλησιάσειεν, οὕτω
20. καὶ μανδραγόρας καὶ κώνειον καὶ μηκώνιον καὶ ψύλλιον ἐπὶ
21. βραχὺ μὲν ὁμιλήσαντα πυρὶ τὴν οἰκείαν ἔτι διαφυλάττει
22. κρᾶσιν, ἐπὶ πλέον δὲ θερμανθέντα διαφθείρεται παραχρῆμα
23. καὶ δρᾶν οὐκέτ’ οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται.
24. Τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη
1. τοῖς ἀνθρώποις ἐστί· φύσιν δ’ ὅταν εἴπω, τὴν ὅλην οὐσίαν
2. τε καὶ κρᾶσιν λέγω τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ
3. καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δέ γε τάχιστα τρεφόντων
4. οἰκειοτάτη. τὰ δ’ ἄλλα πάντα μεταξὺ τούτων ἐστί,
5. τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον δρᾶν καὶ πάσχειν ὑπὸ τοῦ
6. σώματος ἡμῶν δυνάμενα, καστόριον μὲν καὶ πέπερι δρᾶν
7. μᾶλλον ἢ πάσχειν [ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα], οἶνος
8. δὲ καὶ μέλι καὶ πτισάνη πάσχειν μᾶλλον ἢ δρᾶν. ἅπαντα
9. γοῦν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα· καθ’ ὅλου
10. γὰρ ἐπειδὰν εἰς ταὐτὸν ἀλλήλοις ἥκοντα δύο σώματα διαμάχηταί
11. τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως
12. ἐν χρόνῳ πλείονι, δρᾶν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν
13. ἐστιν. ἴσως δέ, κἂν μὴ πάνυ πολλῷ χρόνῳ γίγνηται
14. τοῦτο, δρᾷ μέν τι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν,
15. ἀλλ’ οὕτω σμικρὸν ὡς λανθάνειν τὴν. αἴσθησιν. οὐδὲ γὰρ
16. ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνοι κηρὸν
17. δι’ ὅλης ἡμέρας καὶ νυκτός, δυνατὸν αὐτῷ μὴ οὐκ ἀμβλεῖ
18. γενέσθαι σαφῶς. οὕτω δήπου κἀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ
19. Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.
20. καὶ γὰρ καὶ φαίνεται γιγνόμενον οὕτως· ἀλλ’ ἐπὶ μιᾶς ἢ καὶ
21. δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις
22. ἰδεῖν ἔστιν. ὅθεν οἶμαι καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια
23. πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισὶ καὶ συγχωρητέον γε
24. τοῖς οὕτω λέγουσι πολλάκις καὶ αὐτοὺς ὁμοίως ἐκείνοις
25. λεκτέον ἐστὶ τὰ πολλὰ, πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης
26. ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν.
27. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα τῷ λόγῳ
28. μὲν αὐτῷ μόνῳ σκοποῦσιν ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ
1. μὴν χρεία γ’ αὐτοῦ τίς ἐστιν πρὸς τὰς κατὰ μέρος πράξεις.
2. ἂν γὰρ οὕτω σμικρά τινα περὶ ἡμᾶς ᾖ πάθη διὰ παντός,
3. ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι
4. μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι καὶ τῷ μηδ’
5. εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει
6. κἀπὶ τῶν τρεφόντων ὀλίγου δεῖν ἁπάντων. ἐργάζεται μὲν
7. γάρ τι καὶ αὐτὰ περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ
8. αἰσθητὸν οὐδὲ σαφὲς εἰσάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν
9. προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη
10. τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς
11. ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίωσιν, οἷον καὶ ἡ θριδακίνη
12. τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε
13. καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς
14. βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις οὐ κατ’
15. ἄλλον τινὰ λόγον, ἀλλ’ ἢ ὅτι ψυχρά τ’ ἐστὶ καὶ ὑγρὰ τὴν
16. κρᾶσιν, ἀλλ’ οὕτω ψυχρὰ καὶ ὑγρὰ πρὸς ἄνθρωπόν τε καὶ
17. τἆλλ’ ὅσα τρέφειν πέφυκεν ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς
18. τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει
19. τὸ θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν καὶ
20. τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως ὡς φαρμάκοις·
21. ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’
22. οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα τὴν ἔμφυτον αὔξει θερμασίαν,
23. ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ δὴ τοῦτο τῶν τρεφόντων
24. ἁπάντων ἐστὶ καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν
25. ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυξεν, ἐξομοιωθὲν
26. δὲ καὶ θρέψαν ἐθέρμηνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν
27. ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων
28. διττὴ τοῖς ἰατροῖς ἐστι καὶ ὡς σιτίων καὶ ὡς φαρμάκων.
29. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν
1. ἐπὶ τὸ θερμότερον. οὗτος ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην,
2. ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν
3. δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας.
4. Ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι
5. σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἀγνοοῦντες,
6. ὡς ἐνίοτε μὲν ἡ ποιότης ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας,
7. ἐνίοτε δ’ ἡ οὐσία παραύξεται καὶ ὡς ἑκατέρως οἱ
8. παλαιοὶ θερμότερον γεγονέναι φασὶ τὸ ζῷον. καὶ γὰρ καὶ
9. γίγνεται θερμότερον, ἄν τ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν
10. ἄν τ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε
11. γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζῴου καθ’ ἑαυτὸ
12. θερμὸν ἢ καὶ νὴ Δία, εἰ βούλει, τὴν ξανθὴν χολήν,
13. ἅπαντα δὲ τἆλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων
14. μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται διττῶς γίγνεσθαι
15. θερμότερον τὸ ζῷον ἤτοι τῷ πλείονας ἐπικτήσασθαι τοὺς
16. θερμοὺς χυμοὺς ἢ τῷ θερμοτέρους ἔχειν ἢ πρότερον; ἐμοὶ
17. μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν οἶμαι τρόπον
18. καὶ ψυχρότερον ἔσται διττῶς ἢ τῷ πλείονας ὑποτραφῆναι
19. τοὺς ψυχροὺς χυμούς, οἷον τό τε φλέγμα καὶ τὴν μέλαιναν
20. χολὴν ἢ τῷ τῆς αὐτῆς ἁπάντων μενούσης συμμετρίας ὑπαλλαχθῆναι
21. μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστόν, ἄχρι
22. μὲν ἂν πέττηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἷον ἀνδράχνη
23. τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα,
24.
πεφθέντων δ’ ἀκριβῶς καὶ γενομένων αἵματος χρηστοῦ θερμότερον
25. αὖθις ἑαυτοῦ γίγνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ
26. χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν
27. ἐστι μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες
28. ἓν καὶ ταὐτὸν ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου
29. χρείαν τῷ ζῴῳ παρέχειν. ὡς γὰρ εἰ καὶ μηδ’ ὅλως
1. ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν
2. ἄμφω γίγνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην
3. ἢ νὴ Δία τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια
4. τῷ τῆς μήκωνος ὀπῷ δρᾷ τὸν ἄνθρωπον, εἰ πάμπολυς
5. ληφθείη, ἆρ’ οὖν οὐ φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο
6. δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου διαμφισβητήσειν·
7. ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη.
8. ἀλλὰ μὴν εἶχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ
9. πολλάκις· ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ
10. περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν
11. αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς
12. φαρμάκου μᾶλλον ἐπιδείκνυται δύναμιν, ἐπειδὰν δὲ πάσχῃ
13. πλέον ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ τί θαυμαστόν, εἰ τῇ
14. θριδακίνῃ καὶ δρᾶν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ
15. τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, μὴ μόνον
16. δρᾶν εἰς τὸν κηρὸν ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι
17. πολὺ πλέον ὃ πέφυκε δρᾶν τοῦ πάσχειν λανθάνει θάτερον.
18. ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι
19. φανεῖται πάσχειν μᾶλλον ἢ δρᾶν, καίτοι δρᾷ μέν τι καὶ
20. τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα.
21. Θαρροῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα
22. τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν
23. ἀλλὰ καὶ δρᾶν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων,
24. οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾶν, ὡς οὐ σιτία μόνον
25. ἐστὶν ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ
26. καὶ φάρμακον ψυχρόν, εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον
27. θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται,
28. εἴη ἂν καὶ τοῦτο καὶ τροφὴ καὶ φάρμακον θερμόν· οὕτω
1. δὲ καὶ νᾶπυ καὶ πέπερι καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ
2. πήγανον ὀρίγανόν τε καὶ γλήχων καὶ καλαμίνθη καὶ θύμβρα
3. καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα
4. θερμά, πρὶν μὲν εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα,
5. φάρμακα, μεταβληθέντα δ’ οὐκέτι μὲν φάρμακα, τροφαὶ δ’
6. ἤδη κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον,
7. ὃ οὔπω μέν ἐστι τροφή, οἷον δὲ τροφή.
8. Ὡς οὖν ἔμπροσθεν ἐπὶ τῆς θριδακίνης ὑπεθέμεθα μίαν
9. μὲν κοιλίαν θερμοτέραν τοῦ δέοντος, ἑτέραν δὲ ψυχροτέραν,
10. οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν
11. αἱ δύο κοιλίαι. τὴν μὲν οὖν ψυχροτέραν τοῦ δέοντος,
12. ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα
13. σύμπαντα, θερμανεῖ τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει
14. καὶ ὠφελήσει λόγῳ φαρμάκων, τὴν δ’ ἑτέραν τὴν θερμὴν
15. ἐκπυρώσει τε καὶ μεγάλως βλάψει, καὶ ταύτας μὲν τὰς
16. ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς
17. καὶ μεταβληθέντα καὶ χρηστὸν αἷμα γενόμενα κατ’ οὐσίαν
18. αὐξήσει τὸ ἔμφυτον τοῦ ζῴου θερμόν, οὐ κατὰ ποιότητα.
19. καθ’ ὅλου γάρ, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ τῇ δυνάμει
20. τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὔξει
21. θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω
22. δὲ τελέως αἷμα 〈γένηται〉, ψύχει καὶ θερμαίνει τὸ σῶμα
23. δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς, ὡς ἔοικεν,
24. ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ καὶ μεμνῆσθαι
25. διὰ παντός, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά
26. τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην
1. δὲ τῇδέ τινι, καὶ ὡς εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον
2. εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν
3. αὑτῷ θερμασίας· εἰ δ’ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ
4. συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος ἐπικτήσασθαί
5. τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ τὴν οἰκείαν
6. ἀπολέσαι. δῆλον οὖν ἐκ τούτων, ὡς ἐν τῷ πρός τι σύμπαντ’
7. ἐστὶ τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης
8. φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς ἢ φαρμάκου
9. λόγον ἢ ἀμφοτέρων ὑφέξει, οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν
10. τροφή, φάρμακον δ’ ἀνθρώπῳ καὶ τοῖς μὲν ὄρτυξιν ἐλλέβορος
11. τροφή, τοῖς δ’ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν
12. ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἐλλέβορον, ἡ
13. δὲ τῶν ἀνθρώπων οὐ δύναται.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.4, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 3.4, ed. Helmreich, 1904, p. 99-109. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩