14. Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις τῶν
15. πρὸς ἡμᾶς ὑγρῶν ἢ ξηρῶν ἢ ψυχρῶν ἢ θερμῶν οὐκ ἔξωθέν
16. ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν ἀκριβῶς ἂν
17. γίγνοιτο καὶ ὡς πρῶτον μὲν καὶ μάλιστα ταῦτ’ εἴη σκεπτέον,
18. ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὰ ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς
19. εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια
20. φαρμάκου, ταύτῃ πιστευτέον ἀμελοῦντας τῶν ἄλλων ἁπάντων
21. γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ καὶ ἀσαφὴς ἢ ἐπίμικτος ἤ τιν’
22. ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς
23. ἅπαντα κριτέον αὐτήν, οὔκουν οὐδὲ πρὸς ταῦτα πόρρωθεν,
24. ἀλλ’ ἀπ’ αὐτῆς τοῦ ζητουμένου τῆς οὐσίας, οἷον εἰ τὸ
25. ἔλαιον θερμόν, οὐχ ὅτι γλίσχρον ἢ ὠχρὸν ἢ κοῦφον, ἀλλ’
26. εἰ ῥᾳδίως ἐκφλογοῦται. τοῦτο γὰρ ἦν αὐτῷ τὸ δυνάμει θερμῷ
27. εἶναι τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν.
28. κατὰ δὲ τὸν αὐτὸν τρόπον κἀπὶ τῶν ἡμετέρων σωμάτων οὐκ
1. εἰ παχυμερὲς ἢ λεπτομερὲς ἢ ὑγρὸν ἢ κοῦφον ἢ γλίσχρον
2. ἢ ὠχρόν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον· οὕτω δ’ οὐδ’ εἰ
3. γλυκὺ καὶ κοιλίαν ὑπάγον ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς
4. φλεβοτομίαις, εἰ ἐπισταχθείη, τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα
5. περιττὰ παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ
6. μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ
7. πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ’
8. οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται, πολὺ δὲ μᾶλλον
9. ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηταί τε καὶ ἠμφισβήτηται
10. τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν εἴτε ψυχρά.
11. Χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις
12. ὑπάρχειν ἢ θερμοῖς ἢ ψυχροῖς ἢ ξηροῖς ἢ ὑγροῖς
13. ἀκριβεῖς καὶ σαφεῖς διορισμούς, ὡς ἔμπροσθεν ἐπὶ τῶν
14. ἐνεργείᾳ λεγομένων ἐποιησάμεθα. προσήκει δ’ οἶμαι τὴν
15. ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ
16. τις ἐν τούτοις ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς
17. οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ
18. τὸ σιτίον ἀπηλλάχθω τὸ προσφερόμενον ἁπάσης σφοδρᾶς
19. ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς
20. ἔμπροσθεν ἐποιησάμεθα διορισμόν, ἡνίκα τά θ’ ὑγρὰ καὶ
21. τὰ ξηρὰ σώματα διαγιγνώσκειν ἐπεχειροῦμεν, οὗτος ἂν οὐδὲν
22. ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν
23. καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον
24. ἐκθερμήναις σφοδρῶς εἴτε θερμὸν ὂν καταψύξαις, ἡ
25. πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου
26. διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος
27. ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ
1. φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε
2. μάλισθ’ ὑπαρχέτω μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς
3. ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς.
4. Ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου
5. τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει
6. σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις
7. ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ
8. διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτω
9. γε ψυχρόν· ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ
10. παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι
11. τῇ θερμῇ θερμὸν ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως
12. ἀποφαίνεσθαι τὸ μὲν θερμὸν εἶναι, τὸ δὲ ψυχρόν. ἐνίοτε
13. γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμή, μετρίως δὲ ψυχρὸν
14. ὂν τὸ φάρμακον οὔτ’ ἠλλοίωσεν αὐτὴν ἔτι τε πρὸς τούτῳ
15. ψῦξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν ἀπέκλεισεν
16. εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε κἀκ τούτου
17. μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ κἂν εἰ τῇ
18. ψυχρᾷ διαθέσει [τὸ] προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα,
19. σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν
20. ἔδρασεν εἰς τὴν ἄκρως θερμοῦ δεομένην διάθεσιν. οὔκουν
21. οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων
22. τὰς δυνάμεις οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ αὐτό.
23. Κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ
24. χρόνος· ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ
25. κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι
26. ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καθ’
27. ἑαυτό τε καὶ δι’ ἑαυτὸ τοιοῦτον· τὸ δ’ ἐν τῷ χρόνῳ τάχ’
1. ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ "ἐπὶ
2. τετάνου θέρεος μέσου νέῳ εὐσάρκῳ ὕδατος ψυχροῦ πολλοῦ
3. κατάχυσις θέρμης ἐπανάκλησιν ποιέεται". ἀλλ’ ὅτι γε μὴ
4. καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης
5. προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως καὶ μὲν δὴ
6. καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν
7. θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων οὔτ’ ἐν τῷ καταχεῖσθαι
8. παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων ἐν θέρει μέσῳ
9. μετὰ τὸ παύσασθαι καταχέοντας. ὥσπερ οὖν οἷς προσπίπτει
10. τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κἂν ἔμψυχα
11. κἂν ἄψυχα τὰ σώμαθ’ ὑπάρχῃ κἂν θερμὰ κἂν ψυχρά,
12. κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος ἢ φύσις σώματος
13. ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς
14. ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως ἂν ἐζητεῖτο,
15. πότερα θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’
16. ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ
17. διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία
18. καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρός, [εἰ] τούτοις
19. προσενεχθὲν ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον
20. οἶμαι κατά τι συμβεβηκός, οὐ καθ’ ἑαυτὸ θερμαίνειν
21. αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει
22. γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλείσει τοῦ θερμοῦ τὴν
23. ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν
24. ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης
25. διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ
26. καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά
27. τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον,
28. ἐπανάκλησις μὲν γίγνεται τῆς θέρμης, ἔνδειξις δὲ
29. τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ.
30. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ
1. πύκνωσις θ’ ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ
2. θερμοῦ, τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει κώλυσις τῆς διαπνοῆς,
3. τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ
4. χυμῶν· ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας,
5. ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῆς ἐποιήσατο.
6. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου
7. θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ ψυχρὸν αὔξησίν ποτε
8. τῆς ἐν τῷ ζῴῳ θερμασίας ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε.
9. Καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει
10. διὰ μέσου τοῦ κενοῦν ὡς τὸ κατάπλασμα τὴν φλεγμονήν.
11. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίγνεται φλεγμονή, τὸ μὲν
12. ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει
13. πάντως ἑπόμενον ἡ ψῦξις τοῦ διὰ τὴν φλεγμονὴν
14. τεθερμασμένου μορίου. διττῆς οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι
15. σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ
16. περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον
17. δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιόν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων
18. ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίγνεται
19. κατά τι συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα
20. καὶ τῆς φλογώσεως τῶν μορίων ἐμψυκτικά. ταῦτα τ’ οὖν
21. διορίζεσθαι καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως
22. ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως,
23. οἷον εἰ ἄκρως ἡ διάθεσις θερμή, καὶ τὸ φάρμακον ἄκρως
24. εἶναι ψυχρόν, εἰ δ’ ὀλίγον ἀπολείποιτο τῆς ἀκρότητος ἡ διάθεσις,
25. ὀλίγον χρὴ καὶ τὸ φάρμακον ἀπολείπεσθαι, κἂν εἰ
26. πλέον ἀπέχοι τῆς ἄκρας θερμότητος ἡ διάθεσις, ἀνάλογον
27. ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ
1. τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν
2. ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν.
3. ὅλως γὰρ εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε
4. τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ
5. ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ
6. δυνάμει καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν
7. ἕως παντὸς μένει τοιοῦτον. εἰ δὲ καὶ σαφῶς ἰῷτο τὴν
8. θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι
9. δὲ χρὴ πάντως αὐτὸ χλιαρόν, ἐπειδὰν δοκιμάζηται, καθότι
10. καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’ ὅτι τοιοῦτόν ἐστιν, εἶτα
11. θεραπείας ἕνεκα παραλαμβανόμενον ἄμεινον ψυχρὸν παραλαμβάνειν,
12. πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρόν,
13. οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταυτὶ μὲν οὖν ἐπὶ
14. πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κἀν τοῖς τῆς
15. θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε
16. τοσοῦτον χρὴ γιγνώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ
17. διαθέσει προσαχθὲν φάρμακον ἔκ τε τοῦ παραχρῆμα κἀν
18. τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν
19. ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας,
20. ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κἂν ἐπ’ ἄλλων ποτὲ φαίνηται
21. θερμόν. εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον
22. ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμὸν ὂν ἀλλὰ κατά τι συμβεβηκός.
23. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν ἢ πρώτως ἢ διὰ μηδενὸς [τῶν]
24. ἐν τῷ μέσῳ, ταὐτὸν ἐξ ἁπάντων δηλοῦται τῶν ῥημάτων καὶ
25. τὴν γυμνασίαν ἁπάντων τούτων ἅμα τοῖς οἰκείοις παραδείγμασιν
26. ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.
⟨
(De temp.) [n° 009 Fichtner] [GalLat]
De temperamentis
Περὶ κράσεων
Tempéraments
Mixtures (Temp.)
De temperamentis, 3.5, ed. Kühn, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc1
Helmreich, 1904.
De temperamentis, 1821, vol. 1, p. 509-694. urn:cts:greekLit:tlg0057.tlg009.verbatim-lat1
Tassinari, 1997 (ita); von Ejik, Singer, 2018 (eng); Johnston, 2020 (eng).
De temperamentis, 3.5, ed. Helmreich, 1904, p. 109-114. urn:cts:greekLit:tlg0057.tlg009.1st1K-grc2:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩