ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΝΑΜΕΩΝ ΦΥΣΙΚΩΝ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1. Ἐπειδὴ τὸ μὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι
2. κατὰ προαίρεσιν ἴδια τῶν ζώων ἐστὶ, τὸ δ’ αὐξάνεσθαί
3. τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ
4. μὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα.
5. εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς μεταδίδωσι, καὶ διαιρούμενος
6. αὐτὰς, ὀνομάζει φυτικὴν μὲν ταύτην, αἰσθητικὴν δὲ
7. τὴν ἑτέραν, λέγει μὲν οὐδ’ οὗτος ἄλλα, τῇ λέξει δ’ οὐ
8. πάνυ τῇ συνήθει χρῆται. ἀλλ’ ἡμεῖς γε μεγίστην λέξεως
9. ἀρετὴν σαφήνειαν εἷναι πεπεισμένοι, καὶ ταύτην εἰδότες
1. ὑπ’ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀήθων ὀνομάτων διαφθειρομένην,
2. ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνομάζοντες, ὑπὸ μὲν
3. ψυχῆς τε ἅμα καὶ φύσεως τὰ ζῶα διοικεῖσθαί φαμεν, ὑπὸ
4. δὲ φύσεως μόνης τὰ φυτά· καὶ τό γ’ αὐξάνεσθαί τε καὶ
5. τρέφεσθαι φύσεως ἔργα φαμὲν, οὐ ψυχῆς.