8. Δοκῶ γάρ μοι δείξειν τὰ περὶ τὴν φυσικὴν
9. τῆς τροφῆς οἰκονομίαν ὄργανά τε καὶ τὰς δυνάμεις αὐτῶν
10. διὰ ταύτην γεγονότα. ἐπειδὴ γὰρ ἡ ἐνέργεια ταύτης τῆς
11. δυνάμεως ἐξομοίωσίς ἐστιν, ὁμοιοῦσθαι δὲ καὶ μεταβάλλειν
12. εἰς ἄλληλα πᾶσι τοῖς οὖσίν ἐστιν ἀδύνατον, εἰ μή τινα
13. ἔχει κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ
14. τοῦτο πρῶτον μὲν οὐκ ἐκ πάντων ἐδεσμάτων πᾶν ζῶον
15. τρέφεσθαι πέφυκεν· ἔπειτα δ’ οὐκ ἐξ ὧν οἷόν τ’ ἐστὶν,
16. οὐδ’ ἐκ τούτων παραχρῆμα. καὶ διὰ ταύτην τὴν ἀνάγκην
17. πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς ἕκαστον
1. τῶν ζώων χρῄζει. ἵνα μὲν γὰρ τὸ ξανθὸν ἐρυθρὸν γένηται,
2. καὶ τὸ ἐρυθρὸν ξανθὸν, ἁπλῆς καὶ μιᾶς δεῖται τῆς ἀλλοιώσεως·
3. ἵνα δὲ τὸ λευκὸν μέλαν, ἢ τὸ μέλαν λευκὸν,
4. ἁπασῶν τῶν μεταξύ. καὶ τοίνυν καὶ τὸ μαλακώτατον οὐκ
5. ἂν ἀθρόως σκληρότατον γένοιτο, καὶ τὸ σκληρότατον οὐκ
6. ἂν εὐθέως μαλακώτατον· ὥσπερ οὐδὲ τὸ δυσωδέστατον
7. εὐωδέστατον, οὐδ’ ἔμπαλιν τὸ εὐωδέστατον δυσωδέστατον
8. ἐξαίφνης γένοιτο. πῶς οὖν ἐξ αἵματος ὀστοῦν ἄν ποτε γένοιτο,
9. μὴ παχυνθέντος πρότερον ἐπὶ πλεῖστον αὐτοῦ καὶ
10. λευκανθέντος; ἢ πῶς ἐξ ἄρτου τὸ αἷμα, μὴ καταβραχὺ
11. μὲν ἀποθεμένου τὴν λευκότητα, καταβραχὺ δὲ λαβόντος
12. τὴν ἐρυθρότητα; σάρκα μὲν γὰρ ἐξ αἵματος γενέσθαι
13. ῥᾷστον. εἰ γὰρ ἐς τοσοῦτον αὐτὸ παχύνει ἡ φύσις, ὡς σύστασίν
14. τινα σχεῖν, καὶ μηκέτ’ εἶναι ῥυτὸν, ἡ πρώτη καὶ
15. νεοπαγὴς οὕτως ἂν εἴη σάρξ. ὀστοῦν δ’ ἵνα γένηται, πολλοῦ
16. μὲν δεῖται χρόνου, πολλῆς δ’ ἐργασίας καὶ μεταβολῆς
17. τῷ αἵματι. ὅτι δὲ καὶ τῷ ἄρτῳ, καὶ πολλῷ μᾶλλον θριδακίνῃ
1. καὶ τεύτλῳ καὶ τοῖς ὁμοίοις παμπόλλης δεῖται τῆς
2. ἀλλοιώσεως εἰς αἵματος γένεσιν, οὐδὲ τοῦτ’ ἄδηλον. ἓν μὲν
3. δὴ τοῦτ’ αἴτιον τοῦ πολλὰ γενέσθαι τὰ περὶ τὴν τῆς τροφῆς
4. ἀλλοίωσιν ὄργανα. Δεύτερον δὲ τῶν περιττωμάτων ἡ
5. φύσις. ὡς γὰρ ὑπὸ βοτανῶν οὐδ’ ὅλως δυνάμεθα τρέφεσθαι,
6. καίτοι τῶν βοσκημάτων τρεφομένων, οὕτως ὑπὸ ῥαφανίδων
7. τρεφόμεθα μὲν, ἀλλ’ οὐχ ὡς ὑπὸ τῶν κρεῶν.
8. τούτων μὲν γὰρ ὀλίγου δεῖν ὅλων ἡ φύσις ἡμῶν κρατεῖ,
9. καὶ μεταβάλλει, καὶ ἀλλοιοῖ, καὶ χρηστὸν ἐξ αὐτῶν αἷμα
10. συνίστησιν. ἐν δὲ τῇ ῥαφανίδι τὸ μὲν οἰκεῖόν τε καὶ μεταβληθῆναι
11. δυνάμενον, μόλις δὲ τοῦτο καὶ σὺν πολλῇ τῇ
12. κατεργασίᾳ, παντάπασιν ἐλάχιστον· ὅλη δ’ ὀλίγου δεῖν ἐστιν
13. περιττωματικὴ, καὶ διεξέρχεται τὰ τῆς πέψεως ὄργανα,
14. βραχέος ἐξ αὐτῆς εἰς τὰς φλέβας ἀναληφθέντος αἵματος,
15. καὶ οὐδὲ τούτου τελέως χρηστοῦ. δευτέρας οὖν αὖθις ἐδέησε
16. διακρίσεως τῇ φύσει τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων.
17. καὶ χρεία καὶ τούτοις ὁδῶν τέ τινων ἑτέρων ἐπὶ τὰς ἐκκρίσεις
1. αὐτὰ παραγουσῶν, ὡς μὴ λυμαίνοιτο τοῖς χρηστοῖς,
2. ὑποδοχῶν τέ τινων, οἷον δεξαμενῶν, ἐν αἷς ὅταν ἱκανὸν
3. ἀθροιζόμενον πλῆθος ἀφίκηται, τηνικαῦτ’ ἐκκριθήσεται.
4. δεύτερον δή σοι καὶ τοῦτο γένος τῶν ἐν τῷ σώματι μορίων
5. ἐξεύρηται, τοῖς περιττώμασι τῆς τροφῆς ἀνακείμενον. ἄλλο
6. δὲ τρίτον, ὑπὲρ τοῦ πάντη φέρεσθαι, καθάπερ τινὲς ὁδοὶ
7. πολλαὶ διὰ τοῦ σώματος ὅλου κατατετμημέναι· μία μὲν γὰρ
8. εἴσοδος ἡ διὰ τοῦ στόματος ἅπασι τοῖς σιτίοις, οὐχ ἓν δὲ
9. τὸ τρεφόμενον, ἀλλὰ πάμπολλά τε καὶ πάμπολυ διεστῶτα.
10. μὴ τοίνυν θαύμαζε τὸ πλῆθος τῶν ὀργάνων, ὅσα
11. θρέψεως ἕνεκεν ἡ φύσις ἐδημιούργησε. τὰ μὲν γὰρ ἀλλοιοῦντα
12. προπαρασκευάζει τὴν ἐπιτήδειον ἑκάστῳ μορίῳ τροφὴν,
13. τὰ δὲ διακρίνει τὰ περιττώματα, τὰ δὲ παραπέμπει, τὰ δ’
14. ὑποδέχεται, τὰ δ’ ἐκκρίνει, τὰ δ’ ὁδοὶ τῆς πάντη φορᾶς εἰσι
15. τῶν χρηστῶν χυμῶν. ὥστ’, εἴπερ βούλει τὰς δυνάμεις ἁπάσας
16. τῆς φύσεως ἐκμαθεῖν, ὑπὲρ ἑκάστου τούτων ἂν εἴη σοὶ τῶν
17. ὀργάνων ἐπισκεπτέον. ἀρχὴ δ’ αὐτῶν τῆς διδασκαλίας, ὅσα
1. τε τοῦ τέλους ἐγγὺς ἔργα τε τῆς φύσεώς ἐστι καὶ μόρια,
2. καὶ δυνάμεις αὐτῶν.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 1.10, ed. Kühn, 1821, vol. 2, p. 20-24. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩