3. Αὐτοῦ δὲ δὴ πάλιν ἀναμνηστέον ἡμῖν τοῦ
4. τέλους, οὗπερ ἕνεκα τοσαῦτα τε καὶ τοιαῦτα τῇ φύσει δεδημιούργηται
5. μόρια. τὸ μὲν οὖν ὄνομα τοῦ πράγματος,
6. ὥσπερ οὖν καὶ πρότερον εἴρηται, θρέψις· ὁ δὲ κατὰ τοὔνομα
7. λόγος ὁμοίωσις τοῦ τρέφοντος τῷ τρεφομένῳ. ἵνα δ’.
8. αὕτη γένηται, προηγεῖσθαι δεῖ πρόσφυσιν, ἵνα δ’ ἐκείνη,
9. πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ μέλλων
10. θρέψειν ὁτιοῦν τῶν τοῦ ζώου μορίων χυμὸς, εἰς ἅπαν αὐτὸ
11. διασπείρεται πρῶτον, ἔπειτα προστίθεται, κᾄπειτα προσφύεται,
12. καὶ τέλος ὁμοιοῦται. δηλοῦσι δ’ αἱ καλούμεναι
13. λεῦκαι τὴν διαφορὰν τῆς ὁμοιώσεώς τε καὶ προσφύσεως·
14. ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, ὅ τινες ὀνομάζουσιν
15. ἀνασάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ
16. ἐνδείᾳ δήπου τῆς ἐπιῤῥεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν
17. ἀτροφιῶν τε καὶ φθίσεων, ἡ τοῦ τοιούτου γένεσις ὑδέρου
1. συντελεῖται. φαίνεται γὰρ ἱκανῶς αὐτοῖς ἥ τε σὰρξ ὑγρὰ καὶ
2. διάβροχος, ἕκαστόν τε τῶν στερεῶν τοῦ σώματος μορίων
3. ὡσαύτως διακείμενον. ἀλλὰ πρόσθεσις μέν τις γίνεται τῆς
4. ἐπιφερομένης τροφῆς, ἅτε δ’ ὑδατωδεστέρας οὔσης ἔτι καὶ
5. μὴ πάνυ τοι κεχυμωμένης, μηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ
6. κολλῶδες, ὃ δὴ τῆς ἐμφύτου θερμότητος οἰκονομίᾳ προσγίνεται,
7. κεκτημένης, ἡ πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι,
8. πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαῤῥεούσης τε καὶ ῥᾳδίως
9. ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σώματος μορίων τῆς τροφῆς.
10. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις μέν τις γίνεται τῆς τροφῆς,
11. οὐ μὴν ἐξομοίωσίς γε. καὶ δῆλον ἐν τῷδε, ὅτι τὸ μικρῷ πρόσθεν
12. ῥηθὲν ὀρθῶς ἐλέγετο, τὸ δεῖν πρόσθεσιν μὲν πρῶτον,
13. ἐφεξῆς δὲ πρόσφυσιν, ἔπειτ’ ἐξομοίωσιν γενέσθαι τῷ μέλλοντι
14. τρέφεσθαι. κυρίως μὲν οὖν τὸ τρέφον ἤδη τροφή·
15. τὸ δ’ οἷον μὲν τροφὴ, οὔπω δὲ θρέψαν, ὁποῖόν ἐστι τὸ
16. προσφυόμενον ἢ τὸ προστιθέμενον, τροφὴ μὲν οὐ κυρίως,
17. ὁμωνύμως δὲ τροφή. τὸ δ’ ἐν ταῖς φλεψὶ περιεχόμενον,
1. καὶ τούτου ἔτι μᾶλλον τὸ κατὰ τὴν γαστέρα, ὡς μέλλον
2. ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή.
3. κατὰ ταῦτα δὲ καὶ τῶν ἐδεσμάτων ἕκαστα τροφὰς ὀνομάζομεν,
4. οὔτε τῷ τρέφειν ἤδη τὸ ζῶον, οὔτε τῷ τοιοῦτον
5. ὑπάρχειν, οἷον τὸ τρέφον, ἀλλὰ τῷ δύνασθαί τε καὶ μέλλειν
6. τρέφειν, εἰ καλῶς κατεργασθείη. τοῦτο γὰρ ἦν καὶ τὸ
7. πρὸς Ἱπποκράτους λεγόμενον· Τροφὴ τὸ τρέφον, τροφὴ τὸ
8. οἷον τροφὴ, καὶ τὸ μέλλον. τὸ μὲν γὰρ ὁμοιούμενον ἤδη
9. τροφὴν ὠνόμασε· τὸ δ’ οἷον μὲν ἐκεῖνο, προστιθέμενον
10. ἢ προσφυόμενον, οἷον τροφήν· τὸ δ’ ἄλλο πᾶν΄, ὅσον
11. ἐν ταῖς φλεψὶ καὶ τῇ γαστρὶ περιέχεται, μέλλον.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 1.11, ed. Kühn, 1821, vol. 2, p. 24-26. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩