Galenus. De facultatibus naturalibus (De fac. nat.) [n° 010 Fichtner] [GalLat]

Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).

De naturalibus facultatibus, 1.12, ed. Kühn, 1821, vol. 2, p. 26-30. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.12

12. Ὅτι μὲν οὖν ἀναγκαῖον ὁμοίωσιν εἶναί τινα
13. τοῦ τρέφοντος τῷ τρεφομένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον.
14. οὐ μὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁμοίωσιν, ἀλλὰ φαινομένην
15. μόνον εἶναί φασιν οἱ μήτε τεχνικὴν οἰόμενοι τὴν
16. φύσιν, μήτε προνοητικὴν τοῦ ζώου, μήθ’ ὅλως ἔχουσάν
17. τινας οἰκείας δυνάμεις, αἷς χρωμένη τὰ μὲν ἕλκει, τὰ δὲ
1. κατέχει, τὰ δ’ ἀλλοιοῖ, τὰ δ’ ἐκκρίνει. καὶ δύο αὗται
2. γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ
3. τῶν ἀποφῃναμένων τὶ περὶ φύσεως ἀνδρῶν, ὅσοι γ’
4. αὐτῶν γινώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν
5. ὑπέθεντο θεωροῦσί τε ἅμα καὶ διαφυλάττουσιν. ὡς ὅσοί
6. γε μηδ’ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ’ ἁπλῶς, ὅ τι ἂν ἐπὶ
7. γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς
8. καταμένοντες, οὐδὲ μεμνῆσθαι τῶν τοιούτων προσήκει.
9. τίνες οὖν αἱ δύο αἱρέσεις αὗται, καὶ τίς ἡ τῶν ἐν αὐταῖς
10. ὑποθέσεων ἀκολουθία; τὴν ὑποβεβλημένην οὐσίαν γενέσει
11. καὶ φθορᾷ πᾶσαν ἡνωμένην τε ἅμα καὶ ἀλλοιοῦσθαι δυναμένην
12. ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως· ἀμετάβλητον
13. δὲ καὶ ἀναλλοίωτον, καὶ κατατετμημένην εἰς λεπτὰ, καὶ
14. κεναῖς ταῖς μεταξὺ χώραις διειλημμένην, ἡ λοιπή. καὶ τοίνυν
15. ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται,
16. κατὰ μὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς
17. ἰδίαν τινὰ νομίζουσιν οὐσίαν ἢ δύναμιν ὑπάρχειν,
1. ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων σωμάτων ἐκείνων καὶ
2. ἀπαθῶν τῶν ἁπλῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν
3. εἰρημένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωμάτων ἡ φύσις, ἀλλὰ
4. πολλῷ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ μὲν
5. τούτους αὕτη τὰ σώματα τῶν ζώων καὶ τῶν φυτῶν συνίστησι,
6. δυνάμεις τινὰς ἔχουσα, τὰς μὲν ἑλκτικάς τε ἅμα
7. καὶ ὁμοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων,
8. καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ
9. προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι,
10. στοργικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ
11. δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν. κατὰ δ’ αὖ τοὺς ἑτέρους
12. οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν, οὔτ’ ἔννοιά τίς
13. ἐστι τῇ ψυχῇ σύμφυτος ἐξ ἀρχῆς, οὐκ ἀκολουθίας, οὐ μάχης,
14. οὐ διαιρέσεως, οὐ συνθέσεως, οὐ δικαίων, οὐκ ἀδίκων,
15. οὐ καλῶν, οὐκ αἰσχρῶν, ἀλλ’ ἐξ αἰσθήσεώς τε καὶ
16. δι’ αἰσθήσεως ἅπαντα τὰ γινόμενά φασιν ἡμῖν ἐγγίνεσθαι,
17. καὶ φαντασίαις τισὶ καὶ μνήμαις οἰακίζεσθαι τὰ ζῶα. ἔνιοι
1. δ’ αὐτῶν καὶ ῥητῶς ἀπεφῄναντο, μηδεμίαν εἶναι ψυχῇ δύναμιν,
2. ᾗ λογιζόμεθα, ἀλλ’ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν
3. ἡμᾶς, καθάπερ βοσκήματα, πρὸς μηδὲν ἀνανεῦσαι
4. μηδ’ ἀντειπεῖν δυναμένους. καθ’ οὓς δηλονότι καὶ ἀνδρεία,
5. καὶ φρόνησις, καὶ σωφροσύνη, καὶ ἐγκράτεια λῆρός
6. ἐστι μακρός· καὶ φιλοῦμεν οὔτ’ ἀλλήλους, οὔτε τὰ ἔγγονα,
7. καὶ τοῖς θεοῖς οὐδὲν ἡμῶν μέλει. καταφρονοῦσι δὲ καὶ τῶν
8. ὀνειράτων, καὶ τῶν οἰωνῶν, καὶ τῶν συμβόλων, καὶ πάσης
9. ἀστρολογίας, ὑπὲρ ὧν ἡμεῖς μὲν ἰδίᾳ καὶ δι’ ἑτέρου γράμματος
10. ἐπιπλέον ἐσκέμμεθα περὶ τῶν Ἀσκληπιάδου τοῦ
11. ἰατροῦ σκοπούμενοι δογμάτων. ἔνεστι δὲ τῷ βουλομένῳ,
12. κᾀκείνοις μὲν ὁμιλῆσαι τοῖς λόγοις, καὶ νῦν δ’ ἤδη σκοπεῖν,
13. ὥσπερ τινῶν δυοῖν ὁδῶν ὑποκειμένων, ὁποτέραν βέλτιόν
14. ἐστιν ἡμῖν τρέπεσθαι. Ἱπποκράτης μὲν γὰρ τὴν πρότερον
15. ῥηθεῖσαν ἐτράπετο, καθ’ ἣν ἥνωται μὲν ἡ οὐσία,
16. καὶ ἀλλοιοῦται, καὶ σύμπνουν ὅλον ἐστὶ καὶ σύῤῥουν τὸ
17. σῶμα, καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει,
18. δυνάμεις ἔχουσα, καθ’ ἃς ἕκαστον τῶν μορίων ἕλκει μὲν
1. ἐφ’ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυμὸν, ἕλξαν δὲ προσφύει
2. παντὶ τῷ μέρει τῷ ἐν αὐτῷ, καὶ τελέως ἐξομοιοῖ, τὸ δὲ
3. μὴ κρατηθὲν ἐν τούτῳ μηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν
4. τε καὶ ὁμοιότητα, τοῦ τρεφομένου καταδέξασθαι
5. δι’ ἑτέρας αὖ τινος ἀποκριτικῆς δυνάμεως ἀποτρίβεται.

Cliquer un n° de page pour en afficher l’image