6. Μαθεῖν δ’ ἔνεστιν, οὐ μόνον ἐξ ὧν οἱ
7. τἀναντία τιθέμενοι διαφέρονται τοῖς ἐναργῶς φαινομένοις,
8. εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ Ἱπποκράτεια
9. δόγματα, ἀλλὰ κᾀξ αὐτῶν τῶν κατὰ μέρος ἐν τῇ φυσικῇ
10. θεωρίᾳ ζητουμένων, τῶν τε ἄλλων ἁπάντων καὶ τῶν ἐν
11. τοῖς ζώοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεμίαν οὐδενὶ μορίῳ νομίζουσιν
12. ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναμιν,
13. ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις,
14. ὥσπερ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν
15. ἐποίησεν· οὓς οὐ μόνον Ἱπποκράτης, ἢ Διοκλῆς, ἢ Ἐρασίστρατος,
16. ἢ Πραξαγόρας, ἢ εἴ τις ἄλλος ἄριστος, ὄργανα
17. διακριτικὰ τῶν οὔρων ἐπεπιστεύκεισαν ὑπάρχειν, ἀλλὰ καὶ οἱ
1. μάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσημέραι θεώμενοι τήν τε
2. θέσιν αὐτῶν, καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν
3. ἐμβάλλοντα, τὸν οὐρητῆρα καλούμενον, ἐξ αὐτῆς τῆς κατασκευῆς
4. ἀναλογιζόμενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν
5. δύναμιν· καὶ πρό γε τῶν μαγείρων ἅπαντες ἄνθρωποι δυσουροῦντες
6. πολλάκις, ἢ καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν
7. ἀλγῶσι μὲν τὰ κατὰ τὰς ψόας, ψαμμώδη δ’ ἐξουρῶσιν,
8. νεφριτικοὺς ὀνομάζουσι σφᾶς αὐτούς. Ἀσκληπιάδην δ’ οἶμαι
9. μηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν
10. οὕτω πασχόντων, μηδ’ ὡς προηγήσατο κατὰ τὰς μεταξὺ
11. τῶν νεφρῶν καὶ τῆς κύστεως χώρας ὀδύνη τις ὀξεῖα, διερχομένου
12. τοῦ λίθου τῶν οὐρητήρων, μηδ’ ὡς, οὐρηθέντος
13. αὐτοῦ, τά τε τῆς ὀδύνης καὶ τὰ τῆς ἰσχουρίας ἐπαύσατο
14. παραχρῆμα. πῶς οὖν εἰς τὴν κύστιν τῷ λόγῳ παράγει τὸ
15. οὖρον, ἄξιον ἀκοῦσαι, καὶ θαυμάσαι τὴν σοφίαν τοῦ ἀνδρός·
16. ὃς καταλιπὼν οὕτως εὐρείας ὁδοὺς ἐναργῶς φαινομένας,
17. ἀφανεῖς καὶ στενὰς καὶ παντάπασιν ἀναισθήτους
1. ὑπέθετο. βούλεται γὰρ, εἰς ἀτμοὺς ἀναλυόμενον τὸ πινόμενον
2. ὑγρὸν εἰς τὴν κύστιν διαδίδοσθαι, κᾄπειτ’ ἐξ
3. ἐκείνων αὖθις ἀλλήλοις συνιόντων, ἀπολαμβάνειν οὕτως
4. αὐτὸ τὴν ἀρχαίαν ἰδέαν, καὶ γίνεσθαι πάλιν ὑγρὸν ἐξ
5. ἀτμῶν ἀτεχνῶς, ὡς περὶ σπογγιᾶς τινος ἢ ἐρίου περὶ τῆς
6. κύστεως διανοούμενος, ἀλλ’ οὐ σώματος ἀκριβῶς πυκνοῦ
7. καὶ στεγανοῦ, δύο χιτῶνας ἰσχυροτάτους κεκτημένου, δι’
8. ὧν εἴπερ διεξέρχεσθαι φήσομεν τοὺς ἀτμοὺς, τί δήποτ’
9. οὐχὶ διὰ τοῦ περιτοναίου καὶ τῶν φρενῶν διελθόντες ἐνέπλησαν
10. ὕδατος τό τ’ ἐπιγάστριον ἅπαν καὶ τὸν θώρακα;
11. ἀλλὰ παχύτερός ἐστι καὶ στεγανώτερος ὁ περιτόναιος χιτὼν
12. τῆς κύστεως, καὶ διὰ τοῦτο ἐκεῖνος μὲν ἀποστέγει τοὺς
13. ἀτμοὺς, ἡ δὲ κύστις παραδέχεται. ἀλλ’ εἴπερ ἀνετετμήκει,
14. τάχ’ ἂν ἠπίστατο, τὸν μὲν ἔξωθεν χιτῶνα τῆς κύστεως,
15. ἀπὸ τοῦ περιτοναίου πεφυκότα, τὴν αὐτὴν ἐκείνῳ φύσιν
16. ἔχειν, τὸν δ’ ἔνδοθεν τῆς αὐτῆς κύστεως ἴδιον πλέον ἢ
17. διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν. ἀλλ’ ἴσως οὔτε τὸ
1. πάχος, οὔθ’ ἡ λεπτότης τῶν χιτώνων, ἀλλ’ ἡ θέσις τῆς
2. κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτμοὺς εἰς αὐτήν. καὶ
3. μὴν εἰ διὰ τἄλλα πάντα τοῦ σώματος πιθανὸν ἦν αὐτοὺς
4. ἐνταῦθα συναθροίζεσθαι, τό γε τῆς θέσεως μόνης αὔταρκες
5. κωλῦσαι. κάτω μὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ’ ἀτμοῖς
6. σύμφυτος ἡ πρὸς τὸ μετέωρον φορὰ, ὥστε πολὺ πρότερον
7. ἐνέπλησαν ἂν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ πνεύμονα,
8. πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι. καίτοι τί θέσεώς
9. τε καὶ κύστεως, καὶ περιτοναίου, καὶ θώρακος μνημονεύω;
10. διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων
11. χιτῶνας οἱ ἀτμοὶ κατὰ τὴν μεταξὺ χώραν αὐτῶν τε
12. τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται, καὶ
13. ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν
14. τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ
15. πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν
16. ὁμιλούντων καὶ μηδέποτε ἵστασθαι. ἀλλ’ εἰ καὶ
17. τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ
18. περιτόναιον μόνον, ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ
19. περιέχον σκεδασθεῖεν, ἢ πάντως ἂν ὑπὸ τῷ δέρματι
1. συναθροισθεῖεν. ἀλλὰ καὶ πρὸς ταῦτ’ ἀντιλέγειν οἱ νῦν
2. Ἀσκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν
3. παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτοιν ἐρίζωσι, καταγελώμενοι.
4. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ
5. περὶ τὰς αἱρέσεις φιλοτιμία, καὶ δυσέκνιπτον ἐν τοῖς μάλιστα,
6. καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’
7. ἡμᾶς τις σοφιστῶν, τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς
8. λόγους ἱκανῶς συγκεκροτημένος, καὶ δεινὸς εἰπεῖν, εἴπερ τις
9. ἄλλος, ἀφικόμενος ἐμοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον
10. ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρημένων,
11. ὥστε καὶ θαυμάζειν ἔφασκέ μου, ὡς τὰ σαφῶς φαινόμενα
12. λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος, ἐναργῶς γὰρ
13. ὁσημέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς
14. ἐμπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον
15. πιέζει πανταχόθεν, οὐδαμόθεν μεθιείσας μηδὲν, ἀλλ’ ἀκριβῶς
16. ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’, εἴπερ ἦσάν
17. τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ μεγάλοι
18. πόροι, πάντως ἂν, ἔφη, καὶ δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ
1. ὑγρὸν εἰς αὐτὰς, οὕτω καὶ ἐκθλιβόντων ἐξεκρίνετο. ταῦτα
2. καὶ τὰ τοιαῦτα εἰπὼν, ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ στόματι
3. τελευτῶν, ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡμᾶς, ὡς
4. μηδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναμένους. οὕτως
5. οὐ μόνον οὐδὲν ὑγιὲς ἴσασιν οἱ ταῖς τοιαύταις αἱρέσεσι δουλεύοντες,
6. ἀλλ’ οὐδὲ μαθεῖν ὑπομένουσι. δέον γὰρ ἀκοῦσαι
7. τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι μὲν δύναται διὰ τῶν οὐρητήρων
8. εἰς τὴν κύστιν τὸ ὑγρὸν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν
9. ὁδὸν οὐχ οἶόν τ’ αὐτῷ, καὶ θαυμάσαι τὴν τέχνην τῆς
10. φύσεως, οἱ δ’ οὔτε μαθεῖν ἐθέλουσι, καὶ λοιδοροῦσι προσέτι,
11. μάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς
12. γεγονέναι φάσκοντες. εἰσὶ δὲ καὶ οἳ, δειχθῆναι παρόντων
13. αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐμφυομένους
14. οὐρητῆρας ὑπομείναντες, ἐτόλμησαν εἰπεῖν, οἱ μὲν, ὅτι
15. μάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερματικοί τινές
16. εἰσι πόροι, καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ
17. εἰς τὸ κῦτος ἐμφύονται. δείξαντες οὖν ἡμεῖς αὐτοῖς τοὺς
18. ἀληθῶς σπερματικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων
1. ἐμβάλλοντας εἰς τὸν τράχηλον, νῦν οὖν, εἰ καὶ μὴ πρότερον,
2. ᾠήθημεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειλημμένων ἐπί
3. τε τἀναντία μεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτο
4. ἀντιλέγειν ἐτόλμων, οὐδὲν εἶναι θαυμαστὸν εἰπόντες, ἐν
5. ἐκείνοις μὲν, ὡς ἂν στεγανωτέροις οὖσιν, ἐπιπλέον ὑπομένειν
6. τὸ σπέρμα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν, ὡς ἂν ἱκανῶς
7. ἀνευρυσμένους, ἐκρεῖν διὰ ταχέων. ἡμεῖς οὖν ἠναγκάσθημεν
8. αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων
9. τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζώου, μόγις
10. ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχεῖν ἐλπίζοντες.
11. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ
12. τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν
13. ἰδίᾳ, κᾄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῶον· οὐ γὰρ ἂν
14. οὐρήσειεν ἔτι. μετὰ δὲ ταῦτα λύειν μὲν τοὺς ἔξωθεν δεσμοὺς,
15. δεικνύειν δὲ κενὴν μὲν τὴν κύστιν, μεστοὺς δ’ ἱκανῶς
16. καὶ διατεταμένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας
17. ῥαγῆναι, κᾄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας, ἐναργῶς
18. ὁρᾷν ἤδη πληρουμένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ
1. φανέντι, πρὶν οὐρῆσαι τὸ ζῶον, βρόχον αὐτοῦ περιβαλεῖν
2. χρὴ τῷ αἰδοίῳ, κᾄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν·
3. οὐ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι ποτὲ
4. πρὸς τοὺς νεφρούς. κᾀν τούτῳ δῆλον γίνεται τὸ μὴ μόνον
5. ἐπὶ τεθνεῶτος, ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζώου, κωλύεσθαι
6. μεταλαμβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας
7. τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν οὐρεῖν
8. ἤδη τὸ ζῶον, λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον,
9. εἶτ’ αὖθις ἐπιβαλεῖν μὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι
10. δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συῤῥεῖν, καί τινα διαλιπόντας
11. χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ μὲν ἕτερος αὐτῶν ὁ δεδεμένος
12. μεστὸς καὶ διατεταμένος κατὰ τὰ πρὸς τῶν νεφρῶν
13. μέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυμένος αὐτὸς μὲν χαλαρός
14. ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεμεῖν,
15. πρῶτον μὲν τὸν πλήρη, καὶ δεῖξαι, πῶς ἐξακοντίζεται
16. τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτομίαις τὸ
17. αἷμα, μετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεμεῖν, κᾄπειτ’
18. ἐπιδῆσαι τὸ ζῶον ἔξωθεν, ἀμφοτέρων διῃρημένων,
1. εἶθ’, ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσμόν. εὑρεθήσεται
2. γὰρ ἡ μὲν κύστις κενὴ, πλῆρες δ’ οὔρου τὸ μεταξὺ
3. τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς εἰ
4. καὶ ὑδερικὸν ἦν τὸ ζῶον. ταῦτ’ οὖν εἴ τις αὐτὸς καθ’
5. αὑτὸν βουληθείη βασανίζειν ἐπὶ ζώου, μεγάλως μοι δοκεῖ
6. καταγνώσεσθαι τῆς Ἀσκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ
7. τὴν αἰτίαν μάθοι, δι’ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς
8. οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι γοῦν μοι δοκεῖ καὶ διὰ
9. τοῦδε τὴν εἰς τὰ ζῶα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως.
10. Ἱπποκράτης μὲν οὖν ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων
11. πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος ἐπιγνοὺς τὰ τῆς φύσεως
12. ἔργα, θαυμάζει τε καὶ διὰ παντὸς ὑμνεῖ ταύτην, δικαίαν
13. ὀνομάζων, καὶ μόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζώοις
14. φησὶν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ
15. δέοντα. τοιαύτην δὲ οὖσαν αὐτὴν, εὐθὺς καὶ δυνάμεις
16. ὑπέλαβεν ἔχειν, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἀποκριτικὴν
17. δὲ ἑτέραν τῶν ἀλλοτρίων, καὶ τρέφειν καὶ αὔξειν αὐτὴν
1. τὰ ζῶα, καὶ κρίνειν τὰ νοσήματα ταύταις ἡγεῖτο ταῖς
2. δυνάμεσι. καὶ διὰ τοῦτο ἐν τοῖς σώμασιν ἡμῶν σύμπνοιάν
3. τε μίαν εἶναί φησι καὶ σύῤῥοιαν, καὶ πάντα συμπαθέα.
4. κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲν οὐδενὶ συμπαθές ἐστι,
5. φύσει διῃρημένης τε καὶ κατατεθραυσμένης εἰς ἄναρμα στοιχεῖα
6. καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης
7. οὖν ἄλλα τε μυρία τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀπεφῄνατο,
8. καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν
9. δύναμιν, καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν.
10. ἐπὶ μὲν οὖν τῆς ἐξαιματώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ
11. τινα ψυχρὰν ἀδολεσχίαν. εἰς δὲ τὴν τῶν περιττωμάτων
12. κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν, οὐκ ὤκνησεν
13. ὁμόσε χωρῆσαι τοῖς φαινομένοις· ἐπὶ μὲν τῆς τῶν οὔρων
14. διακρίσεως, ἀποστερήσας μὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων
15. τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν
16. ὑποθέμενος· τοῦτο γὰρ ἦν δηλαδὴ μέγα καὶ σεμνὸν,
17. ἀπιστήσαντα τοῖς φαινομένοις, πιστεῦσαι τοῖς ἀδήλοις. ἐπὶ
1. δὲ τῆς ξανθῆς χολῆς ἔτι μεῖζον αὐτῷ καὶ νεανικώτερόν
2. ἐστι τὸ τόλμημα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις
3. ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς
4. ἅμ’ ἄμφω συμπίπτει, τὰ μὲν διαχωρήματα μηδόλως ἔχοντα
5. χολὴν ἐν αὐτοῖς, ἀνάπλεων δὲ αὐτοῖς γινόμενον ὅλον τὸ
6. σῶμα. ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν
7. οὔρων εἰρημένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ
8. περὶ τῆς μελαίνης χολῆς, καὶ τοῦ σπληνὸς, οὔτε, τί ποθ’
9. ὑφ’ Ἱπποκράτους εἴρηται, συνιεὶς, ἀντιλέγειν τ’ ἐπιχειρῶν
10. οἷς οὐκ οἶδεν ἐμπλήκτῳ τινὶ καὶ μαινομένῳ στόματι. τί
11. δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογμάτων εἰς τὰς θεραπείας
12. ἐκτήσατο; μήτε νεφριτικὸν νόσημα δύνασθαι θεραπεῦσαι,
13. μήτ’ ἰκτερικὸν, μήτε μελαγχολικὸν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν
14. ἀνθρώποις, οὐχ Ἱπποκράτει μόνον ὁμολογουμένου τοῦ,
15. καθαίρειν τῶν φαρμάκων ἔνια μὲν τὴν ξανθὴν χολὴν, ἔνια
16. δὲ τὴν μέλαιναν, ἄλλα δέ τινα φλέγματα, καί τινα τὸ
17. λεπτὸν καὶ ὑδατῶδες περίττωμα, μηδὲ περὶ τούτων συγχωρεῖν,
18. ἀλλ’ ὑπ’ αὐτῶν γε τῶν φαρμάκων γίνεσθαι λέγειν
19. τοιοῦτον ἕκαστον τῶν κενουμένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων
1. πόρων τὴν χολήν· καὶ μηδὲν διαφέρειν κατὰ τὸν
2. θαυμαστὸν Ἀσκληπιάδην, ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν,
3. ἢ χολαγωγὸν φάρμακον· ἅπαντα γὰρ ὁμοίως κενοῦν
4. καὶ συντήκειν τὸ σῶμα, καὶ τὸ σύντηγμα τοιόνδε τι φαίνεσθαι
5. ποιεῖν, μὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’
6. οὖν οὐ μαίνεσθαι νομιστέον αὐτὸν, ἢ παντάπασιν ἄπειρον
7. εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς, εἰ
8. φλέγματος ἀγωγὸν δοθείη φάρμακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν
9. οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’, εἰ τῶν
10. ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρμάκῳ πλεῖστον μὲν ἐκκενοῦται
11. τῆς χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν
12. ὁ χρὼς γίνεται. πολλοὺς οὖν ἡμεῖς, μετὰ τὸ θεραπεῦσαι
13. τὴν ἐν τῷ ἥπατι διάθεσιν, ἅπαξ καθῄραντες, ἀπηλλάξαμεν
14. τοῦ παθήματος. οὐ μὴν, εἰ φλέγματος ἀγωγῷ καθαίρεις
15. φαρμάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ
16. Ἱπποκράτης μὲν οὕτως οἶδε γιγνόμενα, τοῖς δ’ ἀπὸ τῆς
17. ἐμπειρίας μόνης ὁρμωμένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κᾀκείνοις
1. ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς μέλει τῶν ἔργων τῆς
2. τέχνης, οὕτω δοκεῖ, πλὴν Ἀσκληπιάδου. προδοσίαν γὰρ
3. εἶναι νενόμικε τῶν στοιχείων ὧν ὑπέθετο, τὴν ἀληθῆ περὶ
4. τῶν τοιούτων ὁμολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρμακον
5. ἑλκτικὸν τοῦδέ τινος τοῦ χυμοῦ μόνου, κίνδυνος δηλαδὴ
6. κρατεῖν τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν νοσημάτων
7. εἶναί τινα δύναμιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ
8. τοῦτο κνίκον μὲν, καὶ κόκκον κνίδειον, καὶ ἱπποφαὲς οὐχ
9. ἕλκειν ἐκ τοῦ σώματος, ἀλλὰ ποιεῖν τὸ φλέγμα φησίν·
10. ἄνθος δὲ χαλκοῦ, καὶ λεπίδα, καὶ αὐτὸν τὸν κεκαυμένον χαλκὸν
11. καὶ χαμαίδρυν, καὶ χαμαιλέοντα εἰς ὕδωρ ἀναλύειν
12. τὸ σῶμα, καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐχὶ καθαιρομένους
13. ὀνίνασθαι, ἀλλὰ κενουμένους, μὴ κενουμένοις δὲ
14. συναύξεσθαι δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόμενον
15. ἐν τοῖς σώμασιν ὑδατῶδες ὑγρὸν, ἀλλ’ αὐτὸ
16. γεννᾷ, τῷ νοσήματι προστιμωρεῖται. καὶ μὲν γε καὶ ἡ
17. σκαμμωνία, πρὸς τῷ μὴ κενοῦν ἐκ τοῦ σώματος τῶν ἰκτερικῶν
18. τὴν χολὴν, ἔτι καὶ τὸ χρηστὸν αἷμα χολὴν ἐργαζομένη,
1. συντήκουσα τὸ σῶμα, καὶ τηλικαῦτα κακὰ δρῶσα, καὶ
2. τὸ πάθος ἐπαύξουσα κατά γε τὸν Ἀσκληπιάδου λόγον, ὅμως
3. ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναὶ, φησὶν, ὀνίνανται
4. μὲν, ἀλλ’ αὐτῷ μόνῳ τῷ λόγῳ τῆς κενώσεως. καὶ μὴν εἰ
5. φλέγματος ἀγωγὸν δοίη τις φάρμακον, οὐκ ὀνήσονται. καὶ
6. τοῦθ’ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ μόνης τῆς ἐμπειρίας
7. ὁρμώμενοι γινώσκουσιν αὐτό. καίτοι τούτοις γε
8. τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτ’ ἔστι φιλοσόφημα, τὸ μηδενὶ
9. λόγῳ πιστεύειν, ἀλλὰ μόνοις τοῖς ἐναργῶς φαινομένοις.
10. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν· Ἀσκληπιάδης δὲ παραπαίει,
11. ταῖς αἰσθήσεσιν ἡμᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόμενον
12. ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι μακρῷ
13. γε ἦν ἄμεινον οὐχ ὁμόσε χωρεῖν τοῖς φαινομένοις, ἀλλ’.
14. ἐκείνοις ἀναθέσθαι τὸ πᾶν. ἆρ’ οὖν ταῦτα μόνον ἐναργῶς
15. μάχεται τοῖς Ἀσκληπιάδου δόγμασιν, ἢ καὶ τὸ θέρους
16. πλείονα μὲν κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν
17. φαρμάκων, χειμῶνος δὲ τὸ φλέγμα; καὶ νεανίσκῳ μὲν
18. πλείονα τὴν χολὴν, πρεσβυτέρῳ δὲ τὸ φλέγμα; φαίνεται
1. γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾷν τὴν οὐκ
2. οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ
3. θερμῶν, ὥρᾳ θέρους, μήτ’ ἀργῶς βεβιωκότι μήτ’ ἐν πλησμονῇ,
4. φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, ὀλίγιστον μὲν
5. καὶ μετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυμοῦ, βλάψεις δ’
6. ἐσχάτως τὸν ἄνθρωπον· ἔμπαλιν δ’, εἰ χολαγωγὸν δοίης,
7. καὶ πολὺ κενώσεις, καὶ βλάψεις οὐδέν. ἆρ’ ἀπιστοῦμεν ἔτι
8. τῷ μὴ οὐχ ἕκαστον τῶν φαρμάκων ἐπισπᾶσθαι τὸν οἰκεῖον
9. ἑαυτῷ χυμόν; ἴσως φήσουσιν οἱ ἀπ’ Ἀσκληπιάδου, μᾶλλον
10. δ’ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσι, ἵνα μὴ προδῶσι
11. τὰ φίλτατα.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 1.13, ed. Kühn, 1821, vol. 2, p. 30-44. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩