12. Πάλιν οὖν ἡμεῖς μεταβῶμεν ἐφ’ ἑτέραν
13. ἀδολεσχίαν. οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων
14. τι ζητημάτων προχειρίζεσθαι, καίτοι παμπόλλων ὑπαρχόντων,
15. ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισμάτων,
16. ὧν προβάλλονται, λύσιν. τίς οὖν ἡ ἀδολεσχία;
17. ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλλητος λίθος ἡ τὸν σίδηρον
1. ἐπισπωμένη· τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν
2. ἐπισπάσαιτο πιστεύειν, εἶναί τινας ἐν ἑκάστῳ τῶν σωμάτων
3. ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάμεις. Ἐπίκουρος μὲν
4. οὖν, καίτοι παραπλησίοις Ἀσκληπιάδῃ στοιχείοις εἰς τὴν
5. φυσιολογίαν χρώμενος, ὅμως ὁμολογεῖ, πρὸς μὲν τῆς ἡρακλείας
6. λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων
7. τὰ κυρήβια, καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ
8. φαινομένου. τὰς γὰρ ἀποῤῥεούσας ἀτόμους ἀπὸ τῶν λίθων
9. ταῖς ἀποῤῥεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήμασιν οἰκείας
10. εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας
11. οὖν αὐτὰς τοῖς συγκρίμασιν ἑκατέροις, τοῖς τε τοῦ λίθου
12. καὶ τοῦ σιδήρου, κᾄπειτ’ εἰς τὸ μέσον ἀποπαλλομένας,
13. οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν
14. σίδηρον. ὅτι μὲν οὖν τὸ τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν
15. ἀπίθανον, ἄντικρυς δῆλον, ὅμως δ’ οὖν ὁμολογεῖ τὴν
16. ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώματα τῶν ζώων φησὶ
17. γίνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωμάτων,
18. καὶ τὰς τῶν καθαιρόντων φαρμάκων ἐνεργείας.
19. Ἀσκληπιάδης δὲ τό τε τῆς εἰρημένης αἰτίας ἀπίθανον
1. ὑπειδόμενος, καὶ μηδεμίαν ἄλλην ἰσχὺν ἐφ’ οἷς ὑπέθετο
2. στοιχείοις ἐξευρίσκων πιθανὴν, ἐπὶ τὸ μηδ’ ὅλως ἕλκεσθαι
3. λέγειν ὑπὸ μηδενὸς μηδὲν ἀναισχυντήσας ἐτράπετο· δέον,
4. εἰ μήθ’ οἶς Ἐπίκουρος εἶπεν ἠρέσκετο, μήτ’ ἄλλα βελτίω
5. λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων, καὶ τήν τε φύσιν
6. εἰπεῖν τεχνικὴν, ἔτι τε καὶ οὐσίαν τῶν ὄντων ἑνουμένην
7. τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουμένην πρὸς τῶν ἑαυτῆς
8. μορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ
9. ταῦθ’ οὕτως ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν
10. ἐκείνην φύσιν ὁμολογῆσαι δυνάμεις ἔχειν, ἐπισπαστικὰς μὲν
11. τῶν οἰκείων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δὴ
12. ἄλλο τί γε ἦν αὐτῇ τὸ τεχνικῇ τε εἶναι, καὶ τοῦ ζώου
13. διασωστικῇ, καὶ τῶν νοσημάτων κριτικῇ, παρὰ τὸ προσίεσθαι
14. μὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ
15. ἀλλότριον. ἀλλ’ Ἀσκληπιάδης κᾀνταῦθα τὸ μὲν ἀκόλουθον
16. ταῖς ἀρχαῖς αἷς ὑπέθετο σύνοιδεν, οὐ μὴν τήν γε
17. πρὸς τὸ φαινόμενον ἐναργῶς ᾐδέσθη μάχην, ἀλλ’ ὁμόσε
1. χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς μόνον, ἀλλ’
2. ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις, οὔτε κρίσιν εἶναί τινα λέγων,
3. οὔθ’ ἡμέραν κρίσιμον, οὔθ’ ὅλως ἐπὶ σωτηρίᾳ ζώου
4. πραγματεύεσθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ μὲν ἀκόλουθον
5. φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόμενον ἀνατρέπειν,
6. ἔμπαλιν Ἐπικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόμενον,
7. αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόμενα
8. σμικρὰ σώματα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι
9. μορίοις τοῦ σιδήρου, κᾄπειτα διὰ τῆς περιπλοκῆς
10. ταύτης, καὶ μηδαμοῦ φαινομένης, ἐπισπᾶσθαι βαρεῖαν
11. οὕτως οὐσίαν, οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ, εἰ
12. τοῦτο συγχωρήσαιμεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερα προστιθέντι
13. συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται.
14. τί γὰρ ἐροῦμεν; ἢ δηλαδὴ τῶν ἀποῤῥεόντων τῆς λίθου
15. μορίων ἔνια μὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι,
16. καὶ ταῦτα μὲν εἶναι, δι’ ὧν κρέμασθαι συμβαίνει
17. τὸν σίδηρον, τὰ δ’ εἰς αὐτὸν εἰσδυόμενα διὰ τῶν
1. κενῶν πόρων διέρχεσθαι τάχιστα, κᾄπειτα τῷ παρακειμένῳ
2. σιδήρῳ προσκρούοντα, μήτ’ ἐκεῖνον διαδῦναι δύνασθαι,
3. καὶ τόν γε πρῶτον διαδύντα, παλινδρομοῦντα δ’ αὖθις
4. ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις
5. ὁμοίας περιπλοκάς; ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς
6. αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε
7. κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου μὲν
8. μόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δ’ εἰς τἄλλα τῆς
9. δυνάμεως διαδοθείσης. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ μὲν τῷ
10. κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ
11. συνάπτεται καὶ κρέμαται τὸ προσενεχθέν· εἰ δ’ ἄλλῳ τινὶ
12. μέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ
13. ὁμοίως ἡ τῆς λίθου διαδίδοται δύναμις, εἰ μόνον ἅψαιτο
14. κατά τι τοῦ πρώτου γραφείου. καὶ μέντοι κᾀκ τούτου πάλιν
15. εἰς τὸ δεύτερον ὅλον ἡ δύναμις ἅμα νοήματι διαῤῥεῖ,
16. κᾀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις
17. μικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεμαμένην,
18. εἴτ’ ἐν κύκλῳ πάμπολλα ψαύοντα σιδήρια, κᾀκείνων πάλιν
19. ἕτερα, κᾀκείνων ἄλλα, καὶ τοῦτ’ ἄχρι πλείονος, ἅπαντα
1. δήπου πίμπλασθαι χρὴ τὰ σιδήρια τῶν ἀποῤῥεόντων τῆς
2. λίθου σωμάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σμικρὸν
3. ἐκεῖνο λιθίδιον, εἰς τὰς ἀποῤῥοὰς διαλυθέν. καίτοι, κᾂν
4. εἰ μηδὲν παρακέοιτο αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται|,
5. μάλιστ’ εἰ καὶ θερμὸς ὑπάρχῃ. ναὶ, φησὶ, σμικρὰ
6. γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐμφερομένων τῷ ἀέρι
7. ψηγμάτων τούτων δὴ τῶν σμικροτάτων ἐκείνων ἔνια μυριοστὸν
8. εἶναι μέρος. εἶτ’ ἐξ οὕτω σμικρῶν τολμᾶτε λέγειν
9. κρεμάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν
10. μυριοστόν ἐστι μέρος τῶν ἐν τῷ ἀέρι φερομένων ψηγμάτων,
11. πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστρῶδες,
12. ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δή που
13. τοῦτο σμικρότατόν ἐστιν ὅλου τοῦ ψήγματος. εἶτα μικρὸν
14. μικρῷ, κινούμενον κινουμένῳ περιπλακὲν, οὐκ εὐθὺς ἀποπάλλεται.
15. καὶ γὰρ δὴ καὶ ἄλλα ἄττα πάντως αὐτοῖς, τὰ
16. μὲν κάτωθεν, τὰ δ’ ἄνωθεν, καὶ τὰ μὲν ἔμπροσθεν, τὰ
17. δ’ ὄπισθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν, τὰ δ’ ἐκ τῶν ἀριστερῶν
1. ἐκρηγνύμενα, σείει τε καὶ ταράττει, καὶ μένειν οὐκ ἐᾷ. καὶ
2. μέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων
3. τῶν μικρῶν σωμάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς
4. μὲν γὰρ ἀλλήλοις οὐ συνάπτεται, δι’ ἑτέρου δ’ ἑνὸς τοῦ
5. μὲν ὑπερκειμένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειμένου τῷ σιδήρῳ.
6. εἰ γὰρ ἄνω μὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ
7. σιδήρῳ μὴ συμπλακείη, πλέον οὐδέν. ὥστε τοῦ μὲν ὑπερκειμένου
8. τὸ ἄνω μέρος ἐκκρέμασθαι χρὴ τῆς λίθου, τοῦ
9. δ’ ὑποκειμένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον.
10. ἐπεὶ δὲ κᾀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως
11. που κᾀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ μέμνησό μοι πρὸ
12. πάντων, ὅπως ὄντα σμικρὰ τὰς τοσαύτας τε καὶ
13. τοιαύτας ἀποφύσεις ἔχει. καὶ τούτου μᾶλλον ἔτι δεῖ
14. μεμνῆσθαι, ὅπως, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ
15. πρώτῳ, καὶ τῷ δευτέρῳ τὸ τρίτον, κᾀκείνῳ τὸ τέταρτον,
16. ἅμα μὲν διέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σμικρὰ καὶ
17. ληρώδη ψήγματα, ἅμα δ’ ἀποπάλλεσθαι τοῦ μετ’ αὐτὸ
1. τεταγμένου, καίτοι κατὰ πᾶν ὁμοίου τὴν φύσιν ὑπάρχοντος.
2. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολμος, ἀλλ’, εἰ χρὴ
3. τἀληθὲς εἰπεῖν, μακρῷ τῶν ἔμπροσθεν ἀναισχυντοτέρα,
4. πέντε σιδηρίων ὁμοίων ἀλλήλοις ἐφεξῆς τεταγμένων, διὰ
5. μὲν τοῦ πρώτου διαδυόμενα ῥᾳδίως τῆς λίθου τὰ μόρια,
6. κατὰ δὲ τὸ δεύτερον ἀποπάλλεσθαι, καὶ μὴ διὰ τούτου
7. κατὰ τὸν αὐτὸν τρόπον ἑτοίμως διεξέρχεσθαι. καὶ μὴν
8. ἑκατέρως ἄτοπον. εἰ μὲν ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον
9. ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεμάννυται
10. τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς
11. ὑπέθετο δημιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν
12. ἀναγκαῖον ἐμπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι
13. διαλέγηται. σύντομον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν,
14. ἀπαλλάττεσθαι βούλομαι. τοῖς γὰρ Ἀσκληπιάδου
15. γράμμασιν εἴ τις ἐπιμελῶς ὁμιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς
16. ἀκολουθίαν τῶν τοιούτων δογμάτων ἀκριβῶς ἂν ἐκμάθοι
17. καὶ τὴν πρὸς τὰ φαινόμενα μάχην. ὁ μὲν οὖν
18. Ἐπίκουρος, τὰ φαινόμενα φυλάττειν βουλόμενος, ἀσχημονεῖ
1. φιλοτιμούμενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁμολογοῦντα.
2. ὁ δ’ Ἀσκληπιάδης τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει,
3. τοῦ φαινομένου δ’ οὐδὲν αὐτῷ μέλει. ὅστις οὖν βούλεται
4. τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ μὲν πρὸς
5. Ἀσκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόμενον
6. ἐπιμιμνησκέτω μάχης· εἰ δὲ πρὸς Ἐπίκουρον, τῆς
7. πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ
8. τῶν ὁμοίων ἀρχῶν ἐχόμεναι τελέως ἀπέσβησαν· αὗται δ’
9. ἔτι μόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ μὲν Ἀσκληπιάδου
10. Μηνόδοτος ὁ ἐμπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν
11. τε πρὸς τὰ φαινόμενα μάχην ὑπομιμνήσκων αὐτὸν καὶ τὴν
12. πρὸς ἄλληλα· τὰ δ’ Ἐπικούρου πάλιν ὁ Ἀσκληπιάδης,
13. ἐχόμενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται
14. φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ
15. ταύτας ἐκμαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους,
16. κᾄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι
17. τὸ καθ’ ἕκαστον αὐτῶν ἀληθές τε καὶ ψευδὲς, οἱ μὲν
18. ἰατροὺς ἑαυτοὺς, οἱ δὲ φιλοσόφους ὀνομάζουσι, μηδὲν εἰδότες.
1. οὐδὲν οὖν θαυμαστὸν, ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιμῆσθαι.
2. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ,
3. τοιοῦτος ἐγένετο, μὴ περιμείνας μηδὲν ἔτι παρ’ ἄλλου μαθεῖν.
4. ἔνιοι δ’ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ’ οὕτως
5. γ’ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε
6. καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι
7. δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους τέχνας ἀπέλυον. ἀλλὰ
8. ταῦτα μὲν εἰς ὅ τι τελευτήσει, θεοὺς εἰδέναι. ἡμεῖς δ’
9. ἐπειδὴ, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς
10. εὐθὺς ἐσφαλμένοις, ὅμως ἠναγκάσθημεν ὑπ’ αὐτῆς
11. τῶν πραγμάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι
12. πρὸς αὐτοὺς, ἔτι καὶ τοῦτο προσθήσομεν τοῖς εἰρημένοις,
13. ὡς οὐ μόνον τὰ καθαίροντα φάρμακα πέφυκεν ἐπισπᾶσθαι
14. τὰς οἰκείας ποιότητας, ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας
15. ἀνάγοντα, καὶ τὰ τὰς τῶν βελῶν ἀκίδας, εἰς πολὺ
16. βάθος σαρκὸς ἐμπεπαρμένας ἐνίοτε. καὶ μέντοι καὶ ὅσα
17. τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐμπεφαρμαγμένους βέλεσιν
18. ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται
1. δύναμιν. ἔγωγ’ οὖν οἶδά ποτε καταπεπαρμένον
2. ἐν ποδὶ νεανίσκου σκόλοπα, τοῖς μὲν δακτύλοις ἕλκουσιν
3. ἡμῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρμάκου δ’ ἐπιτεθέντος,
4. ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς
5. τοῦτό τινες ἀντιλέγουσι, φάσκοντες, ὅταν ἡ φλεγμονὴ λυθῇ
6. τοῦ μέρους, αὐτομάτως ἐξιέναι τὸν σκόλοπα, πρὸς οὐδενὸς
7. ἀνελκόμενον ἄλλου. ἀλλ’ οὗτοί γε πρῶτον μὲν ἀγνοεῖν
8. ἐοίκασιν, ὡς ἄλλα μέν ἐστι φλεγμονῆς, ἄλλα δὲ τῶν οὕτω
9. καταπεπαρμένων ἑλκτικὰ φάρμακα· καίτοι γ’, εἴπερ, ἀφλεγμάντων
10. γενομένων, ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα
11. φλεγμονῆς ἐστι λυτικὰ, ταῦτ’ εὐθὺς ἂν ἦν κᾀκείνων ἑλκτικά·
12. δεύτερον δ’, ὃ καὶ μᾶλλον ἄν τις θαυμάσειεν, ὡς οὐ μόνον
13. ἄλλα μὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἕλκει, ἀλλὰ
14. καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ μὲν τὸν τῆς ἐχίδνης,
15. τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ’ ἄλλου τινὸς ἐπισπᾶται,
16. καὶ σαφῶς ἐστι τοῖς φαρμάκοις ἐπικειμένους ἰδεῖν αὐτούς.
17. ἐνταῦθ’ οὖν Ἐπίκουρον μὲν πάλιν ἐπαινεῖν χρὴ τῆς πρὸς
1. τὸ φαινόμενον αἰδοῦς, μέμφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας.
2. ὃν γὰρ ἡμεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγομεν σκόλοπα,
3. τοῦτον ὑπὸ τῶν σμικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγμάτων,
4. πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νομίζειν;
5. ἆρ’ οὖν ἤδη πεπείσμεθα, τῶν ὄντων ἑκάστῳ δύναμίν τινα
6. ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ μὲν μᾶλλον,
7. τὸ δ’ ἧττον; ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγμα προχειρισόμεθα
8. τῷ λόγῳ; φανοῦνται γὰρ, οἶμαι, καὶ τῶν
9. γεωργῶν ἀμαθέστεροι τὰ περὶ φύσεως οἱ μηδὲν ὅλως ὑπὸ
10. μηδενὸς ἕλκεσθαι συγχωροῦντες. ὡς ἔγωγε πρῶτον μὲν
11. ἀκούσας τὸ γινόμενον ἐθαύμασα, καὶ αὐτὸς ἐβουλήθην
12. αὐτόπτης αὐτοῦ καταστῆναι. μετὰ ταῦτα δὲ, ὡς καὶ τὸ
13. τῆς πείρας ὡμολόγει, τὴν αἰτίαν σκοπούμενος ἐν παμπόλλῳ
14. χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις, οὐδεμίαν ἄλλην
15. εὑρεῖν οἷός τε ἦν, οὐδ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν, ἀλλὰ
16. καταγελάστους τε καὶ σαφῶς ἐξελεγχομένας τὰς ἄλλας ἁπάσας,
17. πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης. ἔστι δὲ τὸ γινόμενον
18. τοιόνδε. μετακομίζοντες οἱ παρ’ ἡμῖν γεωργοὶ τοὺς
1. ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁμάξαις τισὶν,
2. ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε μὴ φωραθῆναι, κεράμι’
3. ἄττα πληρώσαντες ὕδατος, μέσοις αὐτοῖς ἐνιστῶσιν. ἕλκοντες
4. οὖν ἐκεῖνοι διὰ τοῦ κεραμίου τὸ ὑγρὸν εἰς αὑτοὺς,
5. ὄγκον μὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ’ οὐ πάνυ
6. γίγνονται τοῖς ὁρῶσιν, εἰ μή τις προπεπυσμένος ἤδη περιεργότερον
7. ἐπισκοποῖτο. καίτοι γ’, εἰ βουληθείης ἐν ἡλίῳ
8. καταθεῖναι πάνυ θερμῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς
9. εὑρήσεις τὸ δαπανώμενον ἐφ’ ἑκάστης ἡμέρας. οὕτως
10. ἄρα καὶ τῆς ἡλιακῆς θερμασίας τῆς σφοδρᾶς ἰσχυροτέραν
11. οἱ πυροὶ δύναμιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν
12. ὑγρότητα. λῆρος οὖν ἐνταῦθα μακρὸς ἡ πρὸς
13. τὸ λεπτομερὲς φορὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος, καὶ μάλισθ’
14. ὅταν ἱκανῶς ᾖ θερμὸς, πολὺ μὲν ὑπάρχοντος ἢ
15. κατὰ τοὺς πυροὺς λεπτομερεστέρου, δεχομένου δ’ οὐδὲ τὸ
16. δέκατον μέρος τῆς εἰς ἐκείνους μεταλαμβανομένης ὑγρότητος.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 1.14, ed. Kühn, 1821, vol. 2, p. 44-56. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩