17. Ἐπεὶ δ’ ἱκανῶς ἠδολεσχήσαμεν οὐχ ἑκόντες,
18. ἀλλ’, ὡς ἡ παροιμία φησὶ, μαινομένοις ἀναγκασθέντες συμμανῆναι,
1. πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωμεν διάκρισιν,
2. ἐν ᾗ τῶν μὲν Ἀσκληπιάδου λήρων ἐπιλαθώμεθα, μετὰ δὲ
3. τῶν πεπεισμένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς
4. ὁ τρόπος ἐστὶ τῆς ἐνεργείας, ἐπισκεψώμεθα. πάντως γὰρ ἢ
5. ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα, τοῦτο βέλτιον
6. εἶναι νομίζοντα, καθάπερ ἡμεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν
7. ἀπίωμεν· ἢ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς
8. αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ μὴ τοῖς
9. νεφροῖς δώσομέν τινα δύναμιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος,
10. ὡς Ἱπποκράτης ἐνόμιζεν, οὐδὲν ἕτερον ἐξευρήσομεν.
11. ὅτι μὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν, ἢ τὰς
12. φλέβας πέμπειν, εἴπερ γε μὴ ἐξ ἑαυτοῦ φέρεται, παντί
13. που δῆλον. ἀλλ’ εἰ μὲν αἱ φλέβες περιστελλόμεναι προωθοῖεν,
14. οὐκ ἐκεῖνο μόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷμα
15. περιεχόμενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν. εἰ
16. δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξομεν, λείπεται τοὺς νεφροὺς ἕλκειν.
17. πῶς οὖν τοῦτ’ ἀδύνατον; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει.
18. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ,
1. καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώμασιν ἔν τε τῇ ῥινὶ
2. καὶ κατὰ τὴν ὑπερώαν οἱ τοῖς ἠθμοῖς ὅμοιοι πόροι, ἀλλ’
3. ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ μὴν, εἴπερ ὁμοίως τοῖς
4. ἠθμοῖς, ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀῤῥῶδες, τοῦτο
5. μὲν ἑτοίμως διαπέμπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν,
6. ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷμα τὸ περιεχόμενον ἐν τῇ
7. κοίλῃ φλεβὶ, καθάπερ εἰς τὸν τρυγητὸν ὁ πᾶς οἶνος ἐμβάλλεται.
8. καὶ μέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουμένου
9. παράδειγμα σαφῶς ἂν, ὃ βούλομαι λέγειν, ἐνδείξαιτο. καὶ
10. γὰρ καὶ τοῦτο, πᾶν ἐμβληθὲν εἰς τοὺς ταλάρους, οὐ πᾶν
11. διηθεῖται, ἀλλ’ ὅσον ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν
12. πλοκάμων, εἰς τὸ κάταντες φέρεται, καὶ τοῦτο μὲν ὀῤῥὸς
13. ἐπονομάζεται· τὸ λοιπὸν δὲ παχὺ, τὸ μέλλον ἔσεσθαι τυρὸς,
14. ὡς ἂν οὐ παραδεχομένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις
15. πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτως μέλλει
16. διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵματος ὀῤῥὸς, ἅπαν ἐπ’
17. αὐτοὺς ἥκειν χρὴ τὸ αἷμα, καὶ μὴ τὸ μὲν ἥκειν, τὸ δ’ οὔ.
1. πῶς οὖν ἔχει τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς; τὸ μὲν ἕτερον
2. μέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ
3. λοιπὸν δ’ ἐπιβαίνει τῇ ῥάχει, καθ’ ὅλης αὐτῆς ἐκτεινόμενον
4. ἄχρι τῶν σκελῶν. ὥστε τὸ μὲν ἕτερον οὐδ’ ἐγγὺς
5. ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει μὲν,
6. οὐ μὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ’, εἴπερ
7. ἔμελλεν ὡς δι’ ἠθμῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷμα, πᾶν
8. ἐμπίπτειν εἰς αὐτοὺς, κᾄπειτα κάτω μὲν φέρεσθαι τὸ λεπτὸν,
9. ἴσχεσθαι δ’ ἄνω τὸ. παχύ. νυνὶ δ’ οὐχ οὕτως ἔχει·
10. πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται.
11. οὔκουν ὡς ἠθμοὶ διηθοῦσι, πεμπούσης μὲν ἐκείνης,
12. αὐτοὶ δ’ οὐδεμίαν εἰσφερόμενοι δύναμιν, ἀλλ’ ἕλκουσι δηλονότι·
13. τοῦτο γὰρ ἔτι λείπεται. πῶς οὖν ἕλκουσιν; εἰ μὲν,
14. ὡς Ἐπίκουρος οἴεται, τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς
15. τῶν ἀτόμων ἀποπάλσεις τε καὶ περιπλοκὰς, ἄμεινον ὄντως
16. ἐστὶν εἰπεῖν, μηδ’ ἕλκειν ὅλως αὐτούς· πολὺ γὰρ ἂν
17. οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου μικρῷ πρόσθεν εἰρημένων
1. ὁ λόγος ἐξεταζόμενος εὑρεθείη γελοιότερος· ἀλλ’
2. ὡς Ἱπποκράτης ἐβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ
3. προήκοντι τῷ λόγῳ. νῦν γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν,
4. ἀλλ’ ὡς οὔτ’ ἄλλο τι δυνατὸν ἂν εἰπεῖν αἴτιον εἶναι τῆς
5. τῶν οὔρων διακρίσεως πλὴν ὁλκῆς τῶν νεφρῶν, οὔθ’ οὕτω
6. γίγνεσθαι τὴν ὁλκὴν, ὡς οἱ μηδεμίαν οἰκείαν διδόντες τῇ
7. φύσει δύναμιν οἴονται γίγνεσθαι. τούτου γὰρ ὁμολογηθέντος,
8. ὡς ἔστιν ὅλως τις ἐν τοῖς φύσεως διοικουμένοις
9. δύναμις ἑλκτικὴ, ληρώδης εἶναι νομίζοιτ’ ἂν ὁ περὶ ἀναδόσεως
10. τροφῆς ἄλλό τι λέγειν ἐπιχειρῶν.
⟨
(De fac. nat.) [n° 010 Fichtner] [GalLat]
De facultatibus naturalibus
Περὶ δυνάμεων φυσικῶν
Facultés naturelles
Natural Capacities (Nat. Fac.)
Helmreich, 1893.
De naturalibus facultatibus, 1821, vol. 2, p. 1-214. urn:cts:greekLit:tlg0057.tlg010.verbatim-lat1
Daremberg, 1854/1856 (fra); Brock, 1916 (eng); Beintkler, Kahlemberg, 1954 (deu); Garofalo, Vegetti, 1978 (ita); Zaragoza Gras, 2003 (spa).
De naturalibus facultatibus, 1.15, ed. Kühn, 1821, vol. 2, p. 56-60. urn:cts:greekLit:tlg0057.tlg010.1st1K-grc1:1.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩